Ancient Greek · ~20 min
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 1.1-9
Not analysed yet
Οὐδὲν οὕτως, ὡς ἔοικε, περίεργόν ἐστι καὶ λίχνον πρὸς τὴν τῶν ἀφανῶν καὶ τῶν κεκαλυμμένων μάθησιν, ὡς ἡ τῶν ἀνθρώπων φύσις. Τοῦτο δὲ αὐτῇ συμβαίνειν εἴωθεν, ὅταν ἀτελῆ καὶ μηδέπω κατηρτισμένην τὴν διάνοιαν ἔχῃ. Καὶ γὰρ τῶν παίδων οἱ ἀφελέστεροι οὐ διαλιμπάνουσιν ἀποκναίοντες καὶ τροφέας καὶ παιδαγωγοὺς καὶ πατέρας τῇ πυκνότητι τῶν πεύσεων, ἐν αἷς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ, πότε τόδε ἐστὶ, καὶ πότε τόδε. Συμβαίνει δὲ τοῦτο καὶ ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν ποιεῖν. Πολλὰ μὲν οὖν ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας καιρόν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς τοῦτο πάσχομεν; καὶ γὰρ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι οἱ ἀπόστολοι μάλιστα αὐτὸ πάντων πεπόνθασι, καὶ πρὸ μὲν τοῦ πάθους προσελθόντες λέγουσι τῷ Χριστῷ· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; μετὰ δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔλεγον πρὸς αὐτόν· Εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ· καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο. Ἀλλ' οὐ μετὰ ταῦτα οὕτως, Ὅτε γὰρ τοῦ Πνεύματος τοῦ ἁγίου κατηξιώθησαν, οὐ μόνον αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλουσιν. Ἄκουσον γοῦν οἷα νῦν ὁ μακάριος Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Διὰ τί μὴ εἶπεν, ὅτι οὐδεὶς οἶδε; διὰ τί μὴ εἶπεν, ὅτι οὐκ ἀπεκαλύφθη, ἀλλ', Οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; Ὅτι ἐκείνως μὲν ἂν ἐλύπησε μᾶλλον· οὕτω δὲ παρεμυθήσατο εἰπών. Τῷ γὰρ, Οὐ χρείαν ἔχετε, καὶ ὡς περιττὸν, καὶ ὡς ἀσύμφορον, ζητεῖν οὐκ εἴασε. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι τὴν συντέλειαν μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα, μετὰ ἑκατόν· τί τοῦτο πρὸς ἡμᾶς; οὐχὶ ἑκάστῳ ἡ συντέλεια τὸ τῆς αὐτοῦ ζωῆς πέρας ἐστί; τί πολυπραγμονεῖς καὶ ὠδίνεις ὑπὲρ τοῦ κοινοῦ τέλους; Ἀλλ' ὅπερ ἐν τοῖς ἄλλοις πάσχομεν, τοῦτο καὶ ἐν τούτῳ. Καθάπερ γὰρ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες, τὰ κοινὰ μεριμνῶμεν λέγοντες· Ὁ δεῖνα πόρνος, ὁ δεῖνα μοιχὸς, ἐκεῖνος ἥρπασεν ἄλλος ἠδίκησε, τῶν δὲ ἑαυτοῦ οὐδεὶς οὐδένα λόγον ποιεῖται, ἀλλὰ πάντων φροντίζει μᾶλλον, ἢ τῶν οἰκείων· οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν βουλόμεθα κατάλυσιν μαθεῖν. Τί γάρ σοι κοινὸν πρὸς ἐκείνην ἐστίν; Ἂν ταύτην καλῶς διάθῃ τὴν τελευτὴν, οὐδὲν παρ' ἐκείνης πείσῃ δεινόν. Ἔστω πόῤῥω, ἔστω ἐγγύς· οὐδὲν τοῦτο πρὸς ἡμᾶς. Διὰ τοῦτο οὐκ εἶπεν ὁ Χριστὸς, ἐπειδὴ μὴ συνέφερε. Καὶ πῶς οὐ συνέφερε, φησίν; Αὐτὸς οἶδεν ὁ κρύψας, διὰ τί μὴ συνέφερεν· ἄκουε γὰρ αὐτοῦ λέγοντος τοῖς ἀποστόλοις· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί περιεργάζεσθε λοιπόν; οἱ περὶ Πέτρον τὸν κορυφαῖον ταῦτα ἤκουσαν, ὡς τὰ μείζονα ἑαυτῶν ζητοῦντες μαθεῖν. Ναὶ, φησὶν, ἀλλ' ἐνῆν τὰ τῶν Ἑλλήνων ἐπιστομίζειν οὕτω στόματα. Πῶς, εἰπέ μοι; Ἐπειδὴ ἐκεῖνοι, φησὶ, τὸν κόσμον τοῦτον θεὸν λέγουσιν εἶναι· εἰ δὲ τὸν καιρὸν ᾔδειμεν τῆς καταλύσεως, ἐπεστομίσαμεν ἂν αὐτῶν τὰ στόματα. Πάνυ γε· τοῦτο γάρ ἐστι τὸ ἐπιστομίζον ἐκείνους, τὸ μαθεῖν, ὅτι ποτὲ καταλύεται, ἢ τὸ μαθεῖν πότε καταλύεται; Εἰ ἐπιστομίζειν βούλεσθε, τοῦτο λέγετε πρὸς αὐτοὺς, ὅτι πέρας ἕξει· εἰ μὴ πείθονται τούτῳ, οὐδὲ ἐκείνῳ πείσονται. Ἄκουσον τοῦ Παύλου λέγοντος· Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· οὐχ ἡ κοινὴ μόνον, ἀλλὰ καὶ ἡ ἑκάστου ἰδία· αὕτη γὰρ ἐκείνην μιμεῖται, ἐπειδὴ ὁμοία αὐτῇ ἐστι καὶ συγγενής. Ὅπερ γὰρ ἀθρόως ἐκείνη, τοῦτο αὕτη κατὰ μέρος ποιεῖ· καὶ τῆς συντελείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, τό τε τέλος ἑκάστου ἡμῶν τῆς ζωῆς εἰκὼν συντελείας ἐστὶ, καὶ οὐκ ἄν τις ἁμάρτοι συντέλειαν αὐτὸ εἰπών. Ὅταν γὰρ μυρίοι καθ' ἑκάστην ἡμέραν τελευτῶσι, καὶ ἀναμένωσι τὴν ἡμέραν ἐκείνην ἅπαντες, καὶ πρὸ ἐκείνης οὐδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν; Εἰ δὲ βούλεσθε μαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐμαυτῷ δοκῶ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς ἂν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον, εἰ δῆλον ἦν καὶ μὴ ἀπεκέκρυπτο· ἀλλ' εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν, τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες, εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτίσματι διδόασιν ἑαυτούς· εἰ καὶ σφόδρα ὑπὲρ τούτου ἦσαν πεπεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήθη; Εἰ γὰρ, καὶ φόβου ἐπικειμένου, πολλοὶ χωρὶς φωτίσματος ἀπῆλθον, καὶ οὐδὲ οὗτος αὐτοὺς ὁ φόβος ἐπαίδευσε ζῶντας ἐπιμελεῖσθαι τῶν τῷ Θεῷ δοκούντων· εἰ καὶ οὗτος ἀνῄρητο ὁ φόβος, τίς ἂν ἐγένετό ποτε σώφρων; τίς δὲ ἐπιεικής; Οὐκ ἔστιν οὐδείς. Καὶ ἕτερον δὲ πάλιν πολὺς ὁ τοῦ θανάτου φόβος κατέχει νῦν, καὶ ὁ τῆς ζωῆς ἔρως· εἰ δὲ ᾔδει ἕκαστος, ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ μυρία ἂν εἰργάσατο δεινὰ, τοὺς ἐχθροὺς ἀμυνόμενος.