Ancient Greek · ~18 min
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 2.1-9
Not analysed yet
Ἄνθρωπος γὰρ μιαρὸς καὶ τῆς ἐνθάδε ζωῆς ἀπεγνωκὼς οὐδὲ αὐτοῦ λόγον ἔχει τοῦ τὴν ἁλουργίδα περικειμένου. Ὁ τοίνυν πεπεισμένος ὅτι πάντως ἀπελθεῖν δεῖ, καὶ ἀμυνεῖται τὸν ἐχθρὸν, καὶ πρότερον ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν τελευτήν. Εἴπω τι καὶ τρίτον ἕτερον; Οἱ φιλοζωοῦντες, καὶ σφόδρα τῶν ἐνθάδε ἐφιέμενοι, ὑπὸ τῆς ἀθυμίας ἂν καὶ τῆς λύπης διεφθάρησαν. Εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, μᾶλλον τοιαῦτα γίνεται, προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἂν διετέθη καὶ οὗτος. Οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἂν ἔσχον. Εἰ γὰρ ᾔδεσαν ὅτι πάντως μετὰ τρία ἔτη ἀπελθεῖν δεῖ, καὶ πρὸ ἐκείνων οὐ δυνατὸν, ποῖον ἂν ἔσχον μισθὸν, κατατολμῶντες τῶν δεινῶν; Εἶπε γὰρ ἄν τις πρὸς αὐτοὺς, ὅτι Ἐπειδὴ θαῤῥεῖτε ὑπὲρ τῶν τριῶν ἐτῶν, διὰ τοῦτο τοῖς κινδύνοις ἑαυτοὺς ἐκδιδόατε, εἰδότες ὅτι ἄλλως οὐκ ἔνι ὑμᾶς ἀπελθεῖν. Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβουλευσάμενος, τεθνήξεται δὲ τοιαῦτα τολμῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ἀπὸ δὲ ὑποδείγματος τοῦτο ὑμῖν ποιήσω φανερόν· Εἰπέ μοι, εἰ ὁ πατριάρχης Ἀβραὰμ προειδὼς ὅτι οὐ σφάξει τὸν υἱὸν ἀνήγαγεν, ἆρα ἂν ἔσχε τινὰ μισθόν; Τί δὲ, εἰ ὁ Παῦλος προειδὼς, ὅτι οὐ τεθνήξεται, ὑπερεῖδε τῶν κινδύνων, ποῦ δὲ καὶ θαυμαστός; Οὕτω γὰρ καὶ ὁ νωθρότατος εἰς πῦρ ἐνέβη ἂν, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν εὗρε τῆς ἀσφαλείας. Ἀλλ' οὐχ οἱ τρεῖς παῖδες τοιοῦτοι· ἀλλὰ τί; Ἄκουε αὐτῶν λεγόντων· Βασιλεῦ, ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου, καὶ ἐκ τῆς καμίνου ταύτης· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα τούτων ἐκ τοῦ ἀγνοεῖν τὴν τελευτήν; Τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν. Διὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵνα μὴ εἰς κακίαν ἐξαγάγωμεν ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τὸν μισθὸν ἡμῶν ὑποτέμηται. Αὐτοὶ γὰρ ἀκριβῶς, φησὶν, οἴδατε. Τί οὖν περιεργάζεσθε, εἰ πεπεισμένοι ἐστέ; Ὅτι δὲ ἄδηλον τὸ μέλλον, ἐξ ὧν ὁ Χριστὸς εἶπε, μάνθανε· ὅτι δὲ διὰ τοῦτο εἶπεν, ἄκουσον τί φησι· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐνταῦθα τοῦτο ᾐνίξατο, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ εἶπεν Ἐπιστολῇ. Ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσιν, οἱ δὲ πολεμοῦντες αὐτοὺς ἐν ἀνέσει καὶ ἐν τρυφῇ, εἶτα αὐτὸς μὲν παρεμυθεῖτο τὰ παρόντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι δὲ ἐπηρέαζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων φθεγγόμενοι καὶ ἔλεγον. Πότε ἔσται; (ὅπερ καὶ οἱ προφῆται ἔλεγον· Οὐαὶ οἱ λέγοντες, τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· καὶ πάλιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου (οὐ γὰρ ἁπλῶς ἐπιθυμοῦντας λέγει, ἀλλὰ τοὺς ἐκ τοῦ ἀπιστεῖν ἐπιθυμοῦντας)· καὶ, Ἡ ἡμέρα Κυρίου σκότος, φησὶ, καὶ οὐ φῶς)· διὰ τοῦτο εἴρηκεν οὕτω. Καὶ ὅρα πῶς αὐτοὺς παραμυθεῖται· ὡς ἂν εἰ ἔλεγε· Μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι τὴν κρίσιν· οὕτω μὲν οὖν καὶ παραγίνεται. Ἄξιον δὲ καὶ ἐκεῖνο ζητῆσαι· εἰ ὁ Ἀντίχριστος ἔρχεται, καὶ ὁ Ἠλίας ἔρχεται, πῶς ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος ὄλεθρος ἐφίσταται; ταῦτα γὰρ οὐκ ἀφίησι μὴ εἰδέναι τὴν ἡμέραν, τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς. Ἀλλ' οὐ τοῦτον τὸν καιρὸν αἰνίττεται, τοῦ Ἀντιχρίστου λέγω, οὔτε τὴν ἡμέραν ἐκείνην φησὶν, ὅτι σημεῖον ἔσται τῆς παρουσίας τοῦ Χριστοῦ, ἀλλ' ὅτι ὁ Χριστὸς οὐχ ἕξει σημεῖον, ἀλλ' ἀθρόον καὶ ἀπροσδοκήτως ἥξει. Καὶ μὴν τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται ἀδήλως· οἶδε γὰρ ὅτι μετὰ ἐννέα μῆνας ἔσται ὁ τόκος. Καὶ σφόδρα μὲν οὖν ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐννεαμηνιαῖα· ἄλλως δὲ καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος τοῦ τόκου. Πρὸς τοῦτο οὖν φησι ταῦτα ὁ Παῦλος. Καὶ ἀκριβὴς ἡ εἰκών· οὐ γὰρ πολλὰ τῆς ὠδῖνός ἐστι τὰ τεκμήρια· πολλαὶ γοῦν οὕτω καὶ ἐν ὁδοῖς καὶ τῆς οἰκίας ἔξω, μὴ προειδυῖαι, ἔτεκον. Οὐ τὸ ἄδηλον δὲ μόνον ἐνταῦθα ᾐνίξατο, ἀλλὰ καὶ τὸ τῆς ὀδύνης πικρόν. Ὥσπερ γὰρ ἐκείνη παίζουσα, γελῶσα, οὐδὲν ὅλως προορωμένη, ἐξαίφνης ἀῤῥήτοις κατασχεθεῖσα πόνοις διακόπτεται ταῖς ὠδῖσιν· οὕτω καὶ αἱ ψυχαὶ ἐκεῖναι, τῆς ἡμέρας ἐπελθούσης ἐκείνης. Καὶ οὐ μὴ ἐκφύγωσιν. Εἶτα δεικνὺς ὅτι οὐ περὶ αὐτῶν ταῦτα λέγει, ἐπήγαγεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ.