Ancient Greek · ~17 min
Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 2.1-6
Not analysed yet
Δύο ταῦτα μάλιστα ἐλυμαίνετο αὐτοὺς, πενία καὶ ἀθυμία, ἃ καὶ πάντας ἀνθρώπους. Ὅρα οὖν πῶς αὐτὰ θεραπεύει. Πενία δὲ αὐτοῖς ἦν ἐκ τοῦ ἡρπάσθαι αὐτῶν τὰ χρήματα. Εἰ δὲ ὧν τὰ χρήματα ἡρπάζετο διὰ τὸν Χριστὸν, τούτους κελεύει ἐργαζομένους τρέφεσθαι, πολλῷ μᾶλλον τοὺς ἄλλους. Ὅτι γὰρ ἡρπάγη, δῆλον ἐκ τοῦ εἰπεῖν, Ὑμεῖς μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τῶν ἐν Ἰουδαίᾳ. Πῶς; Ὅτι ἐκείναις γράφων ἔλεγε· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Ἐνταῦθα λοιπὸν τὸν περὶ ἀναστάσεως λόγον κινεῖ. Καὶ τί; οὐκ ἦν αὐτοῖς περὶ τούτου διαλεχθείς; Ἀλλ' ἐνταῦθα ἕτερόν τι αἰνίττεται μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, φησὶν, εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ἱκανὸς μὲν οὖν καὶ ὁ τῆς ἀναστάσεως λόγος παραμυθήσασθαι τὸν ἐν ὀδύνῃ· ἱκανὸν δὲ καὶ τὸ νῦν λεγόμενον ἀξιόπιστον ποιεῖν τὴν ἀνάστασιν. Πρῶτον δὲ ἐκεῖνο εἴπωμεν, ὃ καὶ αὐτὸς εἶπεν, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὅρα πῶς καὶ ἐνταῦθα ἡμέρως. Οὐκ εἶπεν, Οὕτως ἀνόητοί ἐστε, καθάπερ πρὸς Κορινθίους, οὕτως ἄφρονες, ὅτι εἰδότες ἀνάστασιν, ὡς οἱ μὴ πιστεύοντες, οὕτω λυπεῖσθε· ἀλλὰ σφόδρα ἡμέρως, Οὐ θέλω, εἶπε, τὴν ἄλλην αὐτῶν ἀρετὴν αἰδούμενος. Καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόντων, εὐθέως ἀπὸ προοιμίων τὴν παράκλησιν καταβαλλόμενος. Ἵνα μὴ λυπῆσθε, φησὶν, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἄρα τὸ κατακόπτεσθαι ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα· εἰκότως. Ψυχὴ γὰρ οὐδὲν περὶ ἀναστάσεως ἐπισταμένη, ἀλλὰ τὸν θάνατον τοῦτον θάνατον εἶναι νομίζουσα, εἰκότως ὡς περὶ ἀπολωλότων κόπτεται καὶ θρηνεῖ καὶ ἀφορήτως πενθεῖ· σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος ἕνεκεν ὀδύρῃ; Ἄρα τῶν μὴ ἐχόντων ἐλπίδα ἐστὶ τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν ὅσαι φιλόθρηνοι, ὅσαι πρὸς τὰ πένθη ἀφορήτως φέρεσθε, ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλγεῖν ἐπὶ τοῖς ἀπελθοῦσιν ἐθνικῶν, τὸ κατακόπτεσθαι καὶ καταξαίνειν παρειὰς, τίνων ἄρα ἐστὶν, εἰπέ μοι; Τίνος ἕνεκεν θρηνεῖς, εἰ πιστεύεις ὅτι ἀναστήσεται, ὅτι οὐκ ἀπόλωλεν, ὅτι ὕπνος καὶ κοίμησις τὸ πρᾶγμά ἐστι; Συνηθείας ἕνεκεν, φησὶ, καὶ προστασίας, πραγμάτων ἐπιμελείας, τῆς ἄλλης θεραπείας ἁπάσης. Ὅταν οὖν παῖδα ἀπολέσῃς ἐν ἀώρῳ ἡλικίᾳ, οὐδὲν οὐδέπω πρᾶξαι δυνάμενον, τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρηστὰς ἐνέφαινε, καὶ προσεδόκων ὅτι μου προστήσεται. Διὰ τοῦτο ζητῶ τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱὸν, διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ, οὐκ ἀπιστοῦσα τῇ ἀναστάσει, ἀλλ' ἔρημος βοηθείας γενομένη, καὶ τὸν προστάτην ἀπολωλεκυῖα, τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα· διὰ ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστήσεται, ἀλλ' οὐ φέρω τὸν μεταξὺ χωρισμόν· πολὺς τῶν πραγμάτων ὁ ὄχλος ἐπιῤῥεῖ, πᾶσι πρόκειμαι τοῖς βουλομένοις ἀδικεῖν· οἱ δεδοικότες πρότερον τῶν οἰκετῶν, καταφρονοῦσι νῦν, ἐπεμβαίνουσι· εἴ τις εὐηργέτηται, τῆς εὐεργεσίας ἐπιλέλησται τῆς ἐκείνου· εἴ τις κακῶς ἔπαθε παρ' αὐτοῦ, τῷ ἀπελθόντι μνησικακῶν εἰς ἐμὲ τὴν ὀργὴν ἀφίησι. Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν, πράως ὀδύρασθαι· διὰ ταῦτα κόπτομαι, διὰ ταῦτα θρηνῶ. Πῶς οὖν τὰς τοιαύτας παραμυθησόμεθα; τί ἐροῦμεν; πῶς αὐτῶν τὴν ὀδύνην ἀποκρουσόμεθα; Πρῶτον αὐτὰς διελέγξαι πειράσομαι, ὅτι οὐ τούτων ἐστὶν ὁ θρῆνος τῶν ῥημάτων, ἀλλὰ πάθους ἀλογίστου. Εἰ γὰρ ταῦτα πενθεῖς, ἐχρῆν διαπαντὸς πενθεῖν τὸν ἀπελθόντα· εἰ δὲ ἐνιαυτοῦ παρελθόντος ἐπιλέλησαι, ὡς οὐδὲ γενομένου τινὸς, οὐ τὸν ἀπελθόντα θρηνεῖς, οὐδὲ τὴν προστασίαν. Ἀλλὰ τὸν χωρισμὸν οὐ φέρεις, οὐδὲ τὴν τῆς συνηθείας διακοπήν; Τί δ' ἂν εἴποιεν αἱ καὶ δευτέροις ὁμιλοῦσαι γάμοις; Σφόδρα γε· οὐ γὰρ τοὺς προτέρους ἐπιζητοῦσιν. Ἀλλὰ μὴ πρὸς ταύτας τὸν λόγον ἀποτείνωμεν, ἀλλὰ πρὸς τὰς τοῖς ἀπελθοῦσιν εὔνοιαν φυλαττούσας. Διὰ τί πενθεῖς τὸ παιδίον; διὰ τί τὸν ἄνδρα; Τοῦ μὲν, ἐπειδὴ οὐκ ἀπέλαυσα, φησί· τοῦ δὲ, ἐπειδὴ προσεδόκησα ἐπιπλέον ἀπολαύσεσθαι. Τοῦτο δὲ αὐτὸ ὅσης ἀπιστίας τὸ νομίζειν, ὅτι ὁ ἀνὴρ ἢ τὸ παιδίον ἐν ἀσφαλείᾳ σε καθίστη, ἀλλ' οὐχ ὁ Θεός; πῶς οὐκ οἴει παροξύνειν αὐτόν; Διὰ γὰρ τοῦτο αὐτοὺς λαμβάνει πολλάκις, ἵνα μὴ οὕτως αὐτοῖς ᾖ προσδεδεμένη, ὥστε ἀπ' ἐκείνων τὴν ἐλπίδα ἀπαγαγεῖν. Θεὸς γάρ ἐστι ζηλωτὴς, καὶ πάντων μάλιστα βούλεται παρ' ἡμῶν φιλεῖσθαι, καὶ τοῦτο, ἐπειδὴ σφόδρα ἡμᾶς φιλεῖ. Ἴστε γὰρ ὅτι τοῦτο τῶν μανικῶς φιλούντων τὸ ἔθος· σφόδρα εἰσὶ ζηλότυποι, καὶ αἱροῖντο ἂν τὴν ψυχὴν προέσθαι, ἢ παρευδοκιμηθῆναι ὑπό τινος τῶν ἀντεραστῶν. Διὰ ταῦτα καὶ ὁ Θεὸς αὐτὸν ἔλαβε, διὰ ταῦτα τὰ ῥήματα.