Ancient Greek · ~17 min
Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 3.1-6
Not analysed yet
Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, τὸ παλαιὸν οὐκ ἐγίνοντο χηρεῖαι, οὐδὲ ὀρφανίαι ἄωροι; διὰ τί τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ ἀφῆκε πολὺν ζῆσαι χρόνον; Πάντως ὅτι καὶ ζῶντος αὐτοῦ, προετίμα τὸν Θεόν. Εἶπε γοῦν. Σφάξον· καὶ ἔσφαξε. Διὰ τί τὴν Σάῤῥαν ἐπὶ τοσοῦτον ἤγαγε γῆρας; Ὅτι καὶ ζώσης αὐτῆς τοῦ Θεοῦ μᾶλλον ἤκουεν, ἢ αὐτῆς. Διὰ τοῦτο ἔλεγε πρὸς αὐτὸν ὁ Θεός· Ἄκουσον Σάῤῥας τῆς γυναικός σου. Οὔτε δι' ἀνδρὸς φιλίαν, οὔτε διὰ γυναικὸς, οὔτε διὰ παιδὸς προστασίαν παρώργιζέ τις τότε τὸν Θεόν. Νῦν δὲ ἐπειδὴ κατωφερεῖς ἐσμεν, καὶ σφόδρα καταπεπτώκαμεν, καὶ ἄνδρες γυναῖκας τοῦ Θεοῦ πλέον φιλοῦμεν, καὶ γυναῖκες ἄνδρας τοῦ Θεοῦ πλέον προτιμῶμεν, τούτου χάριν καὶ ἄκοντας ἡμᾶς εἰς πόθον ἕλκει τὸν αὐτοῦ. Μὴ φίλει τὸν ἄνδρα τοῦ Θεοῦ πλέον, καὶ οὐκ αἰσθήσῃ χηρείας ποτέ· μᾶλλον δὲ κἂν συμβῇ, οὐ λήψῃ τὴν αἴσθησιν. Διὰ τί; Ὅτι προστάτην ἔχεις τὸν μᾶλλον φιλοῦντα ἀθάνατον. Εἰ μᾶλλον τὸν Θεὸν φιλεῖς, μὴ πένθει· ὁ γὰρ μᾶλλον φιλούμενος, ἀθάνατός ἐστι, καὶ οὐκ ἀφίησι τοῦ ἧττον φιλουμένου λαβεῖν αἴσθησιν· Ἐπὶ ὑποδείγματός σοι τοῦτο ποιήσω φανερόν. Εἰπέ μοι, εἰ ἄνδρα ἔχεις κατὰ γνώμην σοι πάντα πράττοντα, εὐδοκιμοῦντα, καὶ ποιοῦντά σε λαμπρὰν πανταχοῦ, καὶ ἀκαταφρόνητον, εὐδοκιμοῦντα παρὰ πᾶσι, συνετὸν, σοφὸν, φιλοῦντά σε, μακαριζομένη δι' αὐτὸν, καὶ μετὰ τούτου τέκῃς καὶ παιδίον, εἶτα πρὶν ἢ εἰς ὥραν ἐλθεῖν ἡλικίας ἀπέλθοι τοῦτο, ἆρα αἰσθήσῃ τοῦ πένθους; Οὐδαμῶς· ὁ γὰρ μᾶλλον φιλούμενος ἐκεῖνο ἀποκρύπτει. Καὶ νῦν τὸν Θεὸν ἂν πλέον φιλῇς τοῦ ἀνδρὸς, μάλιστα μὲν οὐ ταχέως αὐτὸν λήψεται· εἰ δὲ ἄρα καὶ λάβοι, οὐχ ἕξεις αἴσθησιν τοῦ πένθους. Διὰ τοῦτο καὶ ὁ μακάριος Ἰὼβ οὐδὲν ἔπασχε δεινὸν, τῶν παίδων ἀθρόον τὸν θάνατον ἀκούσας, ἐπειδὴ τὸν Θεὸν ἐφίλει πλέον αὐτῶν. Τοῦ τοίνυν φιλουμένου ζῶντος, οὐδὲν ἔμελλεν ἐκεῖνα λυπήσειν αὐτόν. Τί λέγεις, ὦ γύναι; ὁ ἀνὴρ καὶ ὁ παῖς προΐστατό σου, ὁ δὲ Θεὸς οὐ φείδεταί σου; αὐτὸν δὴ ἐκεῖνον τίς σοι ἔδωκεν; οὐχὶ αὐτός; σὲ δὲ τίς ἐποίησεν; οὐχὶ αὐτός; Ὁ μὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καὶ ψυχὴν μὲν ἐμπνεύσας, καὶ διάνοιαν ἐνθεὶς, καὶ τὴν αὐτοῦ γνῶσιν καταξιώσας χαρίσασθαι, καὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ μονογενοῦς διὰ σὲ μὴ φειδόμενος, σοῦ οὐ φείδεται, ὁ δὲ ὁμόδουλος φείσεται; πόσης ταῦτα ὀργῆς τὰ ῥήματα; Τί τοιοῦτον ἔσχες παρὰ τοῦ ἀνδρός; Οὐδὲν ἂν ἔχοις εἰπεῖν. Εἰ γάρ τί σε καὶ εὐηργέτησεν, ἀλλ' εὖ παθὼν, ἀλλὰ προϋπαρξάσης σου· ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἄν τις ἔχοι λέγειν. Οὐ γὰρ εὖ παθὼν ὁ Θεὸς παρ' ἡμῶν, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ' ἀνενδεὴς ὢν, ἐξ ἀγαθότητος μόνης εὖ ποιεῖ τὸ τῶν ἀνθρώπων γένος. Βασιλείαν σοι ἐπηγγείλατο, ζωὴν ἀθάνατον, δόξαν, ἀδελφότητα, υἱοθεσίαν ἔδωκε, συγκληρονόμον τοῦ Μονογενοῦς ἐποίησε· σὺ δὲ τοῦ ἀνδρὸς ἔτι μέμνησαι μετὰ τοσαῦτα ἀγαθά; Τί τοιοῦτον ἐκεῖνος ἐχαρίσατο; Τὸν ἥλιον αὐτοῦ ἀνέτειλε, τὸν ὑετὸν ἔδωκε, ταῖς ἐτησίοις τροφαῖς τρέφει. Οὐαὶ ἡμῖν ἐκ τῆς πολλῆς ἀχαριστίας. Διὰ τοῦτο λαμβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν μὴ ζητῇς· σὺ δὲ ἀπελθόντος ἔχῃ ἔτι, καὶ τὸν Θεὸν ἀφίης, δέον εὐχαριστεῖν, δέον τὸ πᾶν ἐπ' αὐτὸν ἐπιῤῥίπτειν; Τί γάρ ἐστιν ὃ παρὰ τοῦ ἀνδρὸς ἔλαβες; ὠδῖνες, καὶ πόνοι, καὶ ὕβρεις, καὶ λοιδορίαι πολλάκις, καὶ ἐπιτιμήσεις, καὶ ἀγανακτήσεις. Οὐ ταῦτα τὰ παρὰ τῶν ἀνδρῶν; Ἀλλ' ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ ταῦτα; ἐκαλλώπισέ σε ἱματίοις πολυτελέσι; χρυσία περιέθηκε τῷ προσώπῳ, αἰδέσιμον πᾶσιν ἐποίησεν; Ἀλλ' ἂν θέλῃς, καὶ ἀπελθόντος κοσμήσει κόσμῳ πολὺ βελτίονι· τῶν γὰρ χρυσίων πολλῷ θαυμασιωτέραν τὴν ἔχουσαν ἡ σεμνότης ποιεῖ. Ἔχει καὶ οὗτος ὁ βασιλεὺς ἱμάτια, οὐ τοιαῦτα, ἀλλὰ πολλῷ βελτίω· ἐκεῖνα, ἂν ἐθέλῃς, περιβαλοῦ. Ποῖα δὴ ταῦτα; Ἱματισμός ἐστι διαχρύσους κροσσοὺς ἔχων· ἐὰν ἐθέλῃς, τούτῳ περίβαλε τὴν ψυχήν. Ἀλλ' οὐκ ἐποίησεν εὐκαταφρόνητον ἀνθρώποις ἐκεῖνος; Καὶ τί τοῦτο μέγα; ἡ μέντοι χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίμοσι. Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε ὅλως ἐκράτεις· νῦν δὲ ἀντὶ τῶν οἰκετῶν τῶν ἀσωμάτων δυνάμεων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τοῦ κοσμοκράτορος κρατεῖς. Τὰ δὲ λυπηρὰ οὐ λέγεις, ἐν οἷς ἐκοινώνησας αὐτῷ, εἴ ποτε ἀρχόντων φόβος, εἴ ποτε παρευδοκιμήσεις τῶν πλησίον. Τούτων ἁπάντων ἀπήλλαξαι νῦν, φόβου καὶ δέους. Ἀλλὰ τίς σοι τὰ καταλειφθέντα θρέψει παιδία, μεριμνᾷς; Ὁ Πατὴρ τῶν ὀρφανῶν. Τίς γὰρ αὐτὰ ἔδωκεν, εἰπέ μοι; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις, Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος;