Ancient Greek · ~18 min
Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ ἀμέμπτως καὶ δικαίως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 3.1-3
Not analysed yet
Τί λέγεις; ὁ Σατανᾶς ἐγκόπτει; Ναί· οὐ γὰρ Θεοῦ τοῦτο ἔργον ἦν. Ἐπὶ μὲν γὰρ τῶν Ῥωμαίων φησὶν, ὅτι ὁ Θεὸς ἐκώλυσε· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Λουκᾶς, ὅτι Τὸ Πνεῦμα διεκώλυσεν αὐτοὺς ἐλθεῖν εἰς τὴν Ἀσίαν· καὶ Κορινθίοις τοῦ Πνεύματός φησιν εἶναι τὸ ἔργον, ἐνταῦθα δὲ μόνον τοῦ Σατανᾶ. Τίνα δὲ λέγει ἐγκοπὴν τοῦ Σατανᾶ; Πειρασμούς τινας ἀπροσδοκήτους καὶ σφοδρούς. Γενομένης γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, κατείχετο ἐν τῇ Ἑλλάδι τρεῖς μῆνας. Ἕτερον δέ ἐστιν οἰκονομίας ἕνεκεν παραμένειν καὶ ἑκόντα, καὶ ἕτερον ἐγκοπτόμενον. Ἐκεῖ μὲν γὰρ φησί· Διὸ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, καὶ, Φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὅτι ὁ Σατανᾶς ἐνέκοψεν. Ἐγὼ μὲν, φησὶ, Παῦλος, καὶ ἅπαξ καὶ δίς. Ὅρα πῶς φιλοτιμεῖται καὶ ἐγκαλλωπίζεται. θέλων δεῖξαι, ὅτι μάλιστα πάντων αὐτοὺς ἐφίλει. Τὸ, Ἐγὼ μὲν Παῦλος, ἀντὶ τοῦ· Εἰ καὶ μὴ οἱ ἄλλοι, φησί. Κἀκεῖνοι μὲν γὰρ ἤθελον μόνον, ἐγὼ δὲ καὶ ἐπεχείρησα. Τίς γὰρ ἡμῖν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ; Μακεδόνες εἰσὶ, εἰπέ μοι, ἡ ἐλπίς σου, ὦ μακάριε Παῦλε; Οὐχ οὗτοι μόνοι, φησί· διὰ τοῦτο ἐπήγαγεν· Ἢ οὐχὶ καὶ ὑμεῖς; Τίς γάρ ἐστιν ἡμῖν, φησὶν, ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; Ἆρα ἐπιγινώσκετε τὰ ῥήματα γυναικῶν ὄντα πάνυ διαθερμαινομένων τοῖς σπλάγχνοις, καὶ πρὸς παιδία μικρὰ διαλεγομένων; Καὶ στέφανος, φησὶ, καυχήσεως. Οὐ γὰρ ἤρκει τὸ στέφανος ὄνομα δεῖξαι τὴν λαμπρότητα, ἀλλὰ προσέθηκε καὶ, Καυχήσεως. Πόσης πυρώσεως τοῦτο; Οὐκ ἄν ποτε μήτηρ, οὐδὲ πατὴρ, εἴ γε ὁμοῦ συνῆλθον, καὶ τὸν ἑαυτῶν ἀνεμίξαντο πόθον, ἠδυνήθησαν δεῖξαι ἰσόῤῥοπον ὄντα τῷ Παύλῳ τὸν ἑαυτῶν πόθον. Χαρὰ, φησὶ, καὶ στέφανος· τουτέστι, Μᾶλλον ἐφ' ὑμῖν, φησὶν, ἀγάλλομαι, ἢ ἐπὶ στεφάνῳ. Ἐννόησον γὰρ ὅσον ἐστὶν Ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου. Τίς οὐκ ἂν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλλοιτο; Ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. Οὐ γὰρ εἶπεν, Ὑμεῖς, ἁπλῶς, ἀλλὰ, Καὶ ὑμεῖς, μετὰ τῶν ἄλλων. Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι. Τοῦτο εἶπεν ἀντὶ τοῦ, εἱλόμεθα. Καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Καὶ τοῦτο οὐ τὸν Τιμόθεον ἐπαίρων, φησὶν, ἀλλ' αὐτοὺς τιμῶν, ὅτι τὸν συνεργὸν, καὶ διάκονον τοῦ Εὐαγγελίου αὐτοῖς ἔπεμψεν· ὡς ἂν εἰ ἔλεγεν· Ἀποσπάσαντες ἀπὸ τῶν ἔργων ἐπέμψαμεν πρὸς ὑμᾶς τὸν διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Εἶτα καὶ ἡ αἰτία· Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Τί δὴ ἐνταῦθά φησιν; Ἐπειδὴ τῶν διδασκάλων οἱ πειρασμοὶ θορυβοῦσι τοὺς μαθητὰς, τότε δὲ πολλοῖς περιέπεσε πειρασμοῖς, ὡς καὶ αὐτός φησιν, ὅτι Ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς· ἀνακτώμενος αὐτοὺς οὕτως εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ ἅπαξ καὶ δεύτερον ἤθελον ἐλθεῖν, καὶ οὐκ ἴσχυσα· ὃ πολλῆς βίας ἦν. Εἰκὸς δὲ τοῦτο θορυβῆσαι αὐτούς. Οὐ γὰρ οὕτως ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς, ὡς ἐπὶ τοῖς τῶν διδασκάλων θορυβοῦνται οἱ μαθηταί· ὥσπερ οὐδὲ οὕτως ἐπὶ τῶν οἰκείων θορυβεῖται πειρασμῶν στρατιώτης, ὡς ὅταν τὸν στρατηγὸν ἴδῃ βεβλημένον. Εἰς τὸ στηρίξαι ὑμᾶς, φησίν. Ἄρα διὰ τὸ μὴ θορυβηθῆναι ἔπεμψεν, ἀλλ' οὐχ ὡς ἐλλείποντάς τι τῆς πίστεως, οὐδ' ὡς ὀφείλοντάς τι μαθεῖν. Καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. Οὐ δεῖ θορυβεῖσθαι, φησί· καὶ γὰρ οὐδὲν ξένον, οὐδὲν παρ' ἐλπίδα συμβαίνει· ὅπερ ἱκανὸν ἦν αὐτοὺς διαναστῆσαι. Ὁρᾷς ὅτι διὰ τοῦτο καὶ ὁ Χριστὸς προέλεγε τοῖς μαθηταῖς; ἄκουσον γὰρ αὐτοῦ λέγοντος· Ἀπάρτι εἶπον ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵν', ὅταν γένηται, πιστεύσητε. Μέγα γὰρ, ὄντως μέγα εἰς παραμυθίαν τῶν ἄλλων, τὸ παρὰ τῶν διδασκάλων ἀκοῦσαι τὰ γινόμενα. Ὥσπερ γὰρ ὁ κάμνων παρὰ τοῦ ἰατροῦ, ἐὰν ἀκούσῃ ὅτι τόδε γίνεται καὶ τόδε, οὐ σφόδρα θορυβεῖται· ἐὰν δὲ ἀπροσδοκήτως ἐκβῇ, ὡς κἀκείνου ἀπορηθέντος, καὶ τοῦ νοσήματος μείζονος τῆς τέχνης γενομένου, ἀλύει καὶ θορυβεῖται· οὕτω καὶ ἐνταῦθα. Ἅπερ προειδὼς, ὁ Παῦλος, προεῖπεν αὐτοῖς Ὅτι μέλλομεν θλίβεσθαι· Καθὼς, φησὶ, καὶ ἐγένετο καὶ οἴδατε. Οὐχ ὅτι ἐγένετο τοῦτο λέγει μόνον, ἀλλ' ὅτι πολλὰ καὶ ἄλλα προεῖπε, καὶ ἐξέβη. Εἰς τοῦτο κείμεθα. Ὥστε οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον οὐ δεῖ θορυβεῖσθαι καὶ ταράττεσθαι· τοῦτο γάρ ἐστι σαίνεσθαι· ἀλλ' οὐδ' ὑπὲρ τῶν μελλόντων, εἴ τι συμβαίη τοιοῦτον. Εἰς τοῦτο γὰρ κείμεθα.