Ancient Greek · ~17 min
Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ ἀμέμπτως καὶ δικαίως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 2.1-3
Not analysed yet
Ὑμεῖς, φησὶ, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Πολλὴ ἡ παραμυθία. Οὐδὲν, φησὶν, θαυμαστὸν εἰς ὑμᾶς ταῦτα πράττειν αὐτοὺς, ὅπου γε καὶ εἰς τοὺς συμφυλέτας αὐτῶν. Καὶ τοῦτο δὲ τοῦ τὸ κήρυγμα εἶναι ἀληθὲς οὐ μικρὸν τεκμήριον, ὅπου γε καὶ Ἰουδαῖοι πάντα ἠνέσχοντο ὑπομεῖναι. Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἔχει τι πλέον τῷ εἰπεῖν, κἀκεῖνοι ἐν τῇ Ἰουδαίᾳ· δείκνυσι γὰρ ὅτι ἥδοντο πανταχοῦ, ὡς ἀθλήσαντες. Λέγει οὖν, ὅτι Καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε. Καὶ τί θαυμαστὸν πάλιν, εἰ καὶ εἰς ὑμᾶς, ὅπου γε καὶ εἰς τὸν Δεσπότην τὰ αὐτὰ ἐτόλμων; Ὁρᾷς, πῶς αὐτὸ εἰσήγαγε μεγάλην ἔχον τὴν παραμυθίαν; Καὶ συνεχῶς τοῦτο στρέφει, καὶ ἐν πάσαις σχεδὸν εὕροι τις ἂν αὐτὸ ταῖς ἐπιστολαῖς ἀκριβῶς ἐξετάζων, πῶς ἐν τοῖς πειρασμοῖς ἀεὶ τὸν Χριστὸν παραφέρει διαφόρως. Ὅρα γοῦν· καὶ ἐνταῦθα κατηγορῶν τῶν Ἰουδαίων, εἰς ἀνάμνησιν αὐτοὺς φέρει τοῦ Δεσπότου, καὶ τῶν τοῦ Δεσπότου παθημάτων· οὕτως οἶδε μεγίστην παραμυθίαν ἔχον τὸ πρᾶγμα. Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, φησίν. Ἀλλ' ἠγνόησαν αὐτὸν ἴσως. Μάλιστα μὲν οὖν ᾔδεσαν. Τί δαί; οὐχὶ καὶ τοὺς ἰδίους προφήτας ἀπέκτειναν καὶ ἐλιθοβόλησαν, ὧν καὶ τὰ τεύχη περιφέρουσι; Καὶ μὴν ταῦτα οὐκ ἀληθείας ἕνεκεν διεπράξαντο. Οὐκ ἄρα παραμυθία μόνον ἐστὶν ἐπὶ τοῖς πειρασμοῖς. ἀλλὰ καὶ ὑπόμνησις τοῦ μὴ νομίζειν ὅτι δι' ἀλήθειαν ταῦτα ποιοῦσι, καὶ διὰ τοῦτο θορυβεῖσθαι. Καὶ ἡμᾶς, φησὶν, ἐκδιωξάντων. Καὶ ἡμεῖς, φησὶ, μυρία δεινὰ πεπόνθαμεν. Καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Πᾶσιν ἀνθρώποις, φησὶν, ἐναντίων. Πῶς; Εἰ γὰρ τῇ οἰκουμένῃ δεῖ λαλῆσαι, οὗτοι δὲ κωλύουσι, κοινοὶ τῆς οἰκουμένης εἰσὶν ἐχθροί. Τὸν Χριστὸν ἐφόνευσαν, τοὺς προφήτας, τὸν Θεὸν ὑβρίζουσι, κοινοὶ τῆς οἰκουμένης εἰσὶν ἐχθροὶ, ἡμᾶς ἐλαύνουσι τοὺς ἐπὶ σωτηρίᾳ παραγενομένους· τί θαυμαστὸν, εἰ καὶ εἰς ὑμᾶς τοιαῦτα ἐπεδείξαντο, ὅπου γε καὶ ἐν τῇ Ἰουδαίᾳ; Κωλυόντων ἡμᾶς, φησὶ, τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Βασκανίας ἄρα ἐστὶ τὸ τὴν τῶν πάντων ἐμποδίζειν σωτηρίαν. Εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐκέτι ταῦτα ἔσται οἷα τὰ πρότερα, οὐκέτι ἐπάνοδος, οὐκέτι πέρας· ἀλλ' ἐγγὺς ἐφέστηκεν ἡ ὀργή. Πόθεν δῆλον; Ἀπὸ τούτου, ἀφ' οὗ προεῖπεν ὁ Χριστός. Οὐ γὰρ τοῦτο μόνον ἔχει παραμυθίαν τὸ κοινωνοὺς τῶν θλίψεων λαβεῖν, ἀλλὰ καὶ τὸ τοὺς θλίβοντας ἀκοῦσαι τιμωρουμένους. Εἰ δὲ ἡ ἀναβολὴ λυπεῖ, παραμυθείσθω τὸ μηκέτι ἀνανεύειν αὐτούς. Μᾶλλον δὲ καὶ τὴν ἀναβολὴν συνέστειλε τῷ εἰπεῖν, Ἡ ὀργὴ, δεικνὺς πάλιν ὀφειλομένην καὶ προωρισμένην, καὶ προφητευομένην. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. Οὐκ εἶπε, χωρισθέντες, ἀλλ' ὃ πλέον ἦν. Εἶπεν ἀνωτέρω περὶ τῆς κολακείας, δεικνὺς ὅτι οὐ κολακεύει, ὅτι οὐ ζητεῖ δόξαν· λέγει ἐνταῦθα περὶ τῆς ἀγάπης. Ἐπειδὴ εἶπεν ἀνωτέρω· Ὡς πατὴρ τέκνα, Ὡς τροφὸς, ἐνταῦθα καὶ ἕτερόν φησιν, Ἀπορφανισθέντες, ὅπερ ἐστὶ παίδων πατέρας ζητούντων. Καὶ μὴ ἐκεῖνοι ἀπωρφανίσθησαν. Οὒ, φησὶν, ἀλλ' ἡμεῖς. Εἰ γάρ τις τὸν πόθον ἐξετάσειε, καθάπερ παιδία μικρὰ ἀπροστάτευτα, ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων εἰσὶν, οὐ διὰ τὴν φύσιν μόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρημίαν· οὕτω δὴ καὶ ἡμεῖς. Ἐκ τούτου καὶ τὴν ἀθυμίαν αὐτοῦ δείκνυσιν, ἐν ᾗ ἦν διὰ τὸν χωρισμόν. Καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν, ὅτι πολὺν χρόνον ἀνεμείναμεν, ἀλλὰ Πρὸς καιρὸν, καὶ τοῦτο Προσώπῳ, οὐ καρδίᾳ· ἀεὶ γὰρ ὑμᾶς ἔχομεν ἐν τῇ διανοίᾳ. Ὅρα ὅση ἀγάπη· καίτοι ἔχων αὐτοὺς διαπαντὸς ἐν καρδίᾳ, καὶ τὴν κατ' ὄψιν ἐζήτει παρουσίαν. Μή μοι λέγε τὴν περιττὴν φιλοσοφίαν· τοῦτο ἀληθῶς θερμῆς ἀγάπης, τὸ καὶ ἰδεῖν καὶ ἀκοῦσαι καὶ εἰπεῖν, καὶ πολλὰ ἂν τοῦτο συμβάλλοιτο. Περισσοτέρως, φησὶν, ἐσπουδάσαμεν. Τί ἐστι, Περισσοτέρως; Ἢ τοῦτό ἐστιν εἰπεῖν, ὅτι Σφόδρα ὑμῶν ἐξεχόμεθα· ἢ ὡς εἰκὸς ἦν, Ὥραν ἀπολειφθέντες ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν. Ὅρα τὸν μακάριον Παῦλον, ὅταν μὴ δι' ἑαυτοῦ δύνηται πληροῦν αὐτοῦ τὸν πόθον, δι' ἑτέρων τοῦτο ποιοῦντα· ὥσπερ ὅτε πρὸς Φιλιππησίους τὸν Τιμόθεον πέμπει, καὶ πρὸς Κορινθίους πάλιν τὸν αὐτὸν, δι' ἑτέρων αὐτοῖς συγγινόμενος, ὅταν μὴ δύνηται δι' ἑαυτοῦ. Ἐρώμενος γὰρ ἦν μανικός τις καὶ ἀκάθεκτος, καὶ ἀκαρτέρητος εἰς φιλίαν. Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς. Ὅπερ ἐστὶν ἀγάπης. Καίτοι γε ἐνταῦθα οὐδεμίαν ἑτέραν χρείαν φησὶν, ἀλλ' ἵνα ἴδωμεν ὑμᾶς. Ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δίς· καὶ ἐνέκοψεν ὁ Σατανᾶς.