Ancient Greek · ~17 min
Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 3.1-4
Not analysed yet
Ὥστε ἄνευ τούτου οὐδὲ ζῇν τὸ ζῇν ἡγούμεθα. Οὕτω τοὺς διδασκάλους διακεῖσθαι χρὴ, οὕτω τοὺς μαθητὰς, καὶ οὐδὲν ἄτοπον ἔσται ποτέ. Εἶτα προσλιπαίνων αὐτὸ, ὅρα τί φησι· Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι' ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν; Οὐχὶ ζωῆς, φησὶν, αἴτιοι ἡμῖν γεγένησθε μόνον, ἀλλὰ καὶ εὐφροσύνης πολλῆς, καὶ τοσαύτης, ὡς μηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ' ἀξίαν. Τὸ ὑμῶν κατόρθωμα δῶρον εἶναι, φησὶ, τοῦ Θεοῦ ἡγούμεθα· τοιαῦτα ἡμᾶς εὐηργετήσατε, ὡς τοῦ Θεοῦ νομίζειν εἶναι· μᾶλλον δὲ καὶ ἔργον Θεοῦ· οὐ γὰρ ἀνθρωπίνης ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνημα. Νυκτὸς, φησὶ, καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι. Καὶ τοῦτο τῆς χαρᾶς σημεῖον. Καθάπερ γάρ τις γεωργὸς, ἀκούων περὶ τῆς αὐτοῦ χώρας τῆς πονηθείσης αὐτῷ, ὅτι βρίθεται τοῖς καρποῖς, ποθεῖ κατ' ὄψιν τὴν τοσαύτην ἰδεῖν ἡδονήν· οὕτω καὶ Παῦλος τὴν Μακεδονίαν. Ὑπερεκπερισσοῦ δεόμενοι. Ὅρα τὴν ὑπερβολήν. Εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Ἐνταῦθα πολὺ τὸ ζήτημα. Εἰ γὰρ νῦν ζῇς ὅτι ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελίσατό σε τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην, καὶ τοσαύτης εἶ χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι τῷ Θεῷ κατ' ἀξίαν εὐχαριστῆσαι, πῶς ἐνταῦθα τὰ ὑστερήματα τῆς πίστεως αὐτῶν εἶναι φῄς; ἆρα μὴ κολακείας τὰ ῥήματα ἐκεῖνα; Μηδαμῶς· μὴ γένοιτο. Προλαβὼν γὰρ ἐμαρτύρησεν, ὅτι πολλοὺς ἄθλους ὑπέμειναν, καὶ οὐδὲν χεῖρον διετέθησαν τῶν ἐν τῇ Ἰουδαίᾳ Ἐκκλησιῶν. Τί οὖν ἐστιν; Οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, οὐδὲ ὅσα ἐχρῆν μαθεῖν ἔμαθον· καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει. Ἴσως δὲ καὶ ἐζητεῖτο παρ' αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες αὐτοὺς, οὐκέτι τοῖς πειρασμοῖς, οὐδὲ τοῖς κινδύνοις, ἀλλ' ὑποκρινόμενοι τοὺς διδασκάλους. Τοῦτό φησι, Τὰ ὑστερήματα τῆς πίστεως· καὶ διὰ τοῦτο οὕτως ἐνέφηνε, καὶ οὐκ εἶπεν, εἰς τὸ στηριχθῆναι, ἀλλὰ, Καταρτίσαι. Ἔνθα μὲν γὰρ περὶ αὐτῆς τῆς πίστεως ἐδεδοίκει, Ἔπεμψα, φησὶ, Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς· ἐνταῦθα δὲ, τὰ ὑστερήματα λέγει καταρτίσαι, ὃ διδασκαλίας μᾶλλόν ἐστιν, ἢ βεβαιώσεως· καθάπερ καὶ ἀλλαχοῦ φησιν· Ἵνα ἦτε κατηρτισμένοι εἰς πᾶν ἔργον ἀγαθόν. Τὸ δὲ κατηρτισμένον ἐκεῖνό ἐστιν, ᾧ ὀλίγον τι λείπει· τοῦτο γὰρ καταρτίζεται. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς. Τοῦτο ὑπερβαλλούσης ἀγάπης, τὸ μὴ μόνον καθ' ἑαυτὸν εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ ἐπιστολῇ τὴν εὐχὴν ἐντίθεσθαι· τοῦτο ζεούσης ψυχῆς, καὶ ὄντως ἀκαρτερήτου· τοῦτο δεῖγμα καὶ τῶν ἐκεῖ γεγενημένων εὐχῶν· ἅμα δὲ καὶ ἀπολογία, ὅτι οὐχ ἑκόντες, οὐδὲ ῥᾳθυμοῦντες οὐ παραγίνονται. Ὡς ἂν εἰ ἔλεγεν· Αὐτὸς δὲ ὁ Θεὸς ἐκκόψαι τοὺς πειρασμοὺς τοὺς πανταχοῦ περιέλκοντας ἡμᾶς, ὥστε ὀρθὴν ἐλθεῖν πρὸς ὑμᾶς. Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι. Ὁρᾷς τὴν μανίαν τῆς ἀγάπης τὴν ἀκάθεκτον, τὴν διὰ τῶν ῥημάτων δεικνυμένην; Πλεονάσαι, φησὶ, καὶ περισσεύσαι, ἀντὶ τοῦ, αὐξήσαι. Ὡς ἂν εἴποι τις, Ἐκ περιουσίας πως ἐπιθυμεῖ φιλεῖσθαι παρ' αὐτῶν. Καθάπερ, φησὶ, καὶ ἡμεῖς εἰς ὑμᾶς. Τουτέστι, Τὸ μὲν ἡμέτερον ἤδη ἐστί· τὸ δὲ ὑμέτερον ἀξιοῦμεν γενέσθαι. Ὁρᾷς ποῦ βούλεται τὴν ἀγάπην ἐκτείνεσθαι; οὐκ εἰς ἀλλήλους μόνον, ἀλλὰ πανταχοῦ. Τοῦτο γὰρ ὄντως ἀγάπης τῆς κατὰ Θεὸν, τὸ πάντας περιπλέκεσθαι· ἂν δὲ τὸν δεῖνα μὲν ἀγαπᾷς, τὸν δεῖνα δὲ μηκέτι, κατὰ ἄνθρωπον ἡ φιλία. Ἀλλ' οὐχ ἡ ἡμετέρα τοιαύτη. Καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς· εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Τὴν ἀγάπην δείκνυσιν αὐτοῖς κέρδος φέρουσαν, οὐ τοῖς φιλουμένοις. Βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα μηδεὶς μῶμος γένηται. Οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ, Τὰς καρδίας ὑμῶν· Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί. Ἔνεστι γὰρ μηδὲν πράττοντα, πονηρὸν εἶναι, οἷον βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλικὸν, τὸ δόγματα ἔχειν διεστραμμένα· ταῦτα πάντα τῆς καρδίας ἐστί· τὸ δὲ τούτων καθαρεύειν, ἐστὶν ἁγιωσύνη. Κυρίως μὲν γὰρ ἁγιωσύνη λέγεται ἡ σωφροσύνη κατ' ἐξοχὴν ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ πᾶσα ἀρετὴ καθαρότης· Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ. Καθαροὺς τοὺς πάντῃ καθαρούς φησιν.