Ancient Greek · ~17 min
Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 4.1-3
Not analysed yet
Οἶδα γὰρ καὶ τὰ ἄλλα οὐχ ἧττον τὴν ψυχὴν ῥυποῦν. Ὅτι γὰρ πονηρία μολύνει τὴν ψυχὴν, ἄκουε τοῦ προφήτου λέγοντος· Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ· καὶ πάλιν, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Οὐκ εἶπε, τὰς πορνείας· ὥστε οὐ πορνεία μόνον, ἀλλὰ καὶ τὰ ἄλλα μολύνει τὴν ψυχήν. Στηρίξαι ὑμῶν, φησὶ, τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Κριτὴς ἄρα τότε ἔσται ὁ Χριστός· οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι. Ἢ τοῦτό φησιν, ὅτι ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ δεῖ γενέσθαι· ὅπερ ἀεὶ λέγω, τὸ ἐνώπιον τοῦ Θεοῦ (αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής), οὐκ ἐνώπιον ἀνθρώπων. Ἄρα ἡ ἀγάπη ἀμέμπτους ποιεῖ· καὶ γὰρ ὄντως ἀμέμπτους ποιεῖ. Καὶ ἐμοῦ ποτὲ τοῦτο διηγουμένου πρός τινα, καὶ λέγοντος, ὅτι ἡ ἀγάπη ἀμέμπτους ποιεῖ, καὶ οὐκ ἀφίησιν ἡ πρὸς τὸν πλησίον φιλία παρείσδυσίν τινα γενέσθαι τῆς πλημμελίας, καὶ τὰ ἄλλα πάντα διεξιόντος καὶ ἐπεξερχομένου τῷ λόγῳ, τῶν ἐμοί τις γνωρίμων ὑποβαλὼν ἑαυτὸν, φησί· Τί οὖν ἡ πορνεία; οὐκ ἔνεστιν οὖν καὶ φιλεῖν καὶ πορνεύειν; καὶ ἀπὸ φιλίας μὲν τοῦτο γίνεται. Πλεονεξία μὲν οὖν καὶ μοιχεία καὶ φθόνος καὶ ἐπιβουλαὶ καὶ ὅσα τοιαῦτα ἀπὸ ἀγάπης τῆς τῶν πλησίον ἀνακόψαι δυνήσεται· ἡ δὲ πορνεία πῶς; φησίν. Ἐγὼ τοίνυν εἶπον, ὅτι ἡ ἀγάπη καὶ τοῦτο δύναται ἀνακόψαι. Εἰ γὰρ φιλοίη τις τὴν πορνευομένην γυναῖκα, καὶ τῶν ἄλλων αὐτὴν ἀνδρῶν ἀπαγαγεῖν πειράσεται, οὐχὶ δὲ καὶ αὐτὸς προστιθέναι τῇ ἁμαρτίᾳ. Ὥστε σφόδρα μισοῦντός ἐστι τὴν πορνευομένην τὸ πορνεύειν εἰς αὐτήν· φιλοῦντος δὲ ὄντως τὸ ἀπαγαγεῖν αὐτὴν τῆς μυσαρᾶς ἐκείνης πράξεως. Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, ὃ μὴ, καθάπερ πῦρ, ἀναλίσκει τῆς ἀγάπης ἡ δύναμις. Εὐκολώτερον γὰρ φρύγανον εὐτελὲς ἀντιστῆναι πυρᾷ πολλῇ, ἢ τῆς ἁμαρτίας τὴν φύσιν τῇ τῆς ἀγάπης δυνάμει. Ταύτην οὖν φυτεύσωμεν ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ἵνα μετὰ τῶν ἁγίων πάντων στῶμεν· καὶ γὰρ ἐκεῖνοι πάντες εὐηρέστησαν ἀπὸ τῆς εἰς πλησίον ἀγάπης. Πόθεν ἀνῃρέθη, καὶ οὐκ ἀνεῖλεν ὁ Ἄβελ; Πάντως τῷ σφόδρα φιλεῖν τὸν ἀδελφόν· οὐδὲ δέξασθαι τοιοῦτον ἠνείχετο λογισμόν. Πόθεν ἐδέξατο τὸν τῆς βασκανίας ὄλεθρον ὁ Κάϊν; οὐ γὰρ ἂν λοιπὸν εἴποιμι αὐτὸν τοῦ Ἄβελ ἐγὼ ἀδελφὸν, ὅτι οὐκ ἀσφαλῶς ἠρήρειστο παρ' αὐτῷ τὰ τῆς ἀγάπης θεμέλια. Πόθεν εὐδοκίμησαν οἱ τοῦ Νῶε παῖδες; οὐκ ἐπειδὴ σφόδρα ἐφίλουν τὸν πατέρα, οὐδὲ τὴν γύμνωσιν ἠνέσχοντο ἰδεῖν. Ὁ ἕτερος δὲ πόθεν κατηράθη; οὐκ ἀπὸ τοῦ μὴ φιλεῖν; Ὁ δὲ Ἀβραὰμ πόθεν ηὐδοκίμησεν; οὐκ ἀπὸ τῆς ἀγάπης, τὰ περὶ τὸν ἀδελφιδοῦν διαπραξάμενος; τὰ περὶ τὴν ἱκετηρίαν τὴν ὑπὲρ τῶν Σοδομιτῶν; Σφόδρα γὰρ, σφόδρα φιλόστοργοι ἦσαν οἱ ἅγιοι, καὶ συμπαθητικοί. Ἐννόησον γάρ μοι πῶς διατίθεται ἐξ ἀγάπης ὁ καὶ πυρὸς κατατολμῶν Παῦλος, ὁ ἀδαμάντινος, ὁ στεῤῥὸς, ὁ ἀκλινὴς, ὁ πάντοτε συγκεκροτημένος, ὁ καθηλωμένος τῷ φόβῳ τοῦ Θεοῦ, ὁ ἀκαμπής. Τίς γὰρ ἡμᾶς, φησὶ, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα· Ὁ τούτων τοίνυν ἁπάντων κατατολμῶν, καὶ γῆς καὶ θαλάσσης, ὁ τῶν ἀδαμαντίνων τοῦ ᾅδου πυλῶν καταγελῶν, ὃν οὐδὲν ὑφίστατο ὅλως· οὗτος ἐπειδή τινων ἀγαπητῶν εἶδε δάκρυα, οὕτω κατεκλάσθη καὶ συνετρίβη ὁ ἀδάμας, ὡς μηδὲ κρύψαι τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Τί λέγεις· εἰπέ μοι· ἐκείνην τὴν ἀδαμαντίνην ψυχὴν συντρίψαι δάκρυον ἴσχυσε; Ναὶ, φησί· πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης· αὕτη μου περιγίνεται καὶ κρατεῖ. Τοῦτο τῷ Θεῷ δοκεῖ. Ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ μικρὰ δάκρυα συνέτριψε. Τί ποιεῖτε κλαίοντες καὶ συντρίβοντές μου τὴν καρδίαν; Πολλὴ γὰρ αὐτῆς ἡ ἰσχύς. Θέλεις αὐτὸν ἰδεῖν πάλιν κλαίοντα; ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Τριετίαν, νύκτα καὶ ἡμέραν, φησὶν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Ἀπὸ πολλῆς ἀγάπης ἐδεδοίκει, μή τις ἐπεισέλθῃ λύμη. Καὶ πάλιν· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων. Τί δὲ ὁ Ἰωσὴφ, εἰπέ μοι, ὁ στεῤῥὸς, ὁ πρὸς τυραννίδα τοσαύτην στὰς, ὁ πρὸς τοσαύτην ἔρωτος πυρὰν οὕτω γενναῖος ὀφθεὶς, ὁ οὕτω καταγωνισάμενος καὶ καταπαλαίσας τῆς δεσποίνης τὴν τοσαύτην μανίαν; τί γὰρ οὐκ ἔθελγε τότε; ὄψις εὐπρεπὴς, ἀξιώματος τῦφος, ἱματίων πολυτέλεια, ἀρωμάτων εὐοσμία (καὶ γὰρ καὶ ταῦτα καταμαλάττειν οἶδε ψυχήν), ῥήματα πάντων μαλακώτερα;