Ancient Greek · ~18 min
Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν. Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 4.1-5
Not analysed yet
Ὁρᾷς ὅτι οὐκ ἀπὸ συνηθείας, ἀλλ' ἀπὸ ἀπιστίας ὁ θρῆνος γίνεται; Ἀλλ' οὐκ ἔστι λαμπρὰ ὁμοίως τὰ παιδία τοῦ πατρὸς τελευτήσαντος. Διὰ τί; τὸν Θεὸν ἔχει Πατέρα, καὶ οὐκ ἔστι λαμπρά; Πόσους σοι ὑποδείξω ὑπὸ χηρῶν ἀνατραφέντας, καὶ γενομένους δοκίμους; πόσους δὲ ὑπὸ πατράσιν ὄντας, καὶ ἀπολωλότας; Ἂν γὰρ αὐτὰ ἀνατρέφῃς ἐκ πρώτης ἡλικίας ὡς ἀνατρέφειν δεῖ, πολλῷ μᾶλλον τῆς προστασίας τῆς πατρικῆς ἀπολαύσονται εὐεργεσίας. Ὅτι γὰρ χηρῶν ἐστι τὸ πρᾶγμα, τὸ τὰ παιδία λέγω ἀνατρέφειν, ἄκουσον Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησε· καὶ πάλιν, Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας (οὐκ εἶπε, διὰ τοῦ ἀνδρὸς), ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ἔνθετε αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ ἐκ πρώτης ἡλικίας, καὶ παντὸς πατρὸς μᾶλλον αὐτοὺς διατηρήσει· τοῦτο τεῖχος ἔσται ἀῤῥαγές. Ὅταν γὰρ ἔνδον ὁ φύλαξ ἐγκαθήμενος ᾖ, οὐδὲν ἡμῖν τῶν ἔξωθεν δεῖ ἐπιτεχνημάτων· ἐκείνου δὲ οὐκ ὄντος, πάντα εἰκῆ τὰ ἔξωθεν γίνεται. Τοῦτο αὐτοῖς ἔσται καὶ πλοῦτος καὶ δόξα καὶ εὐκοσμία, τοῦτο αὐτοὺς ποιήσει λαμπροὺς, οὐκ ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. Μὴ γάρ μοι πρὸς ἐκείνους ἴδῃς τοὺς διεζωσμένους τὰς ζώνας τὰς χρυσᾶς, μηδὲ τοὺς ἐφ' ἵππων φερομένους, μηδὲ τοὺς ἐν τοῖς βασιλείοις λάμποντας διὰ τοὺς πατέρας, μηδὲ τοὺς ἀκολούθους ἔχοντας καὶ παιδαγωγούς. Ταῦτα γὰρ ἴσως τὰς χήρας ἐπὶ τοῖς ὀρφανοῖς κόπτεσθαι ποιεῖ, ἐννοουμένας ὅτι καὶ οὗτος ὁ ἐμὸς παῖς, εἴ γε ὁ πατὴρ αὐτῷ περιῆν, τοσαύτης ἂν ἀπέλαυσε μακαριότητος· νῦν δὲ ἐν κατηφείᾳ καὶ ἀτιμίᾳ, καὶ οὐδενὸς ἄξιος λόγου ἐστί. Μὴ δὴ ταῦτα ἐννοῇς, ὦ γύναι, ἀλλ' ἀναπέτασον τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, κατάμαθε τὰ ἐκεῖ βασίλεια, ἴδε τὸν ἐκεῖ καθήμενον βασιλέα, λόγισαι εἰ οὗτοι μᾶλλον οἱ ἐπὶ τῆς γῆς τοῦ παιδὸς τοῦ σοῦ δύνανται ἐκεῖ εἶναι λαμπρότεροι, καὶ τότε στέναξον· ἂν δὲ ἐπὶ τῆς γῆς ὦσί τινες εὐδόκιμοι, οὐδενὸς τοῦτο ἄξιον λόγου· ἔξεστιν, ἂν θέλῃς, ἐν τοῖς οὐρανοῖς αὐτὸν στρατεῦσαι, εἰς ἐκείνην καταλέξαι τὴν στρατολογίαν. Οἱ γὰρ ἐκεῖ καταλεγόμενοι, οὐκ ἐφ' ἵππων φέρονται, ἀλλ' ἐν νεφέλαις· οὐκ ἐπὶ γῆς βαδίζουσιν, ἀλλ' εἰς τὸν οὐρανὸν ἁρπάζονται· οὐ παῖδας ἔχουσι τοὺς προηγουμένους, ἀλλὰ τοὺς ἀγγέλους αὐτούς· οὐ βασιλεῖ παρεστήκασι θνητῷ, ἀλλὰ τῷ ἀθανάτῳ, τῷ βασιλεῖ τῶν βασιλευόντων, καὶ Κυρίῳ τῶν κυριευόντων· οὐ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν ἔχουσιν, ἀλλὰ τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, δι' ἣν καὶ βασιλέων γίνονται λαμπρότεροι, καὶ τῶν πώποτε εὐδοκιμηκότων. Ἐν γὰρ τοῖς βασιλείοις ἐκείνοις οὐ πλοῦτος, οὐκ εὐγένεια, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀρετὴ ζητεῖται μόνον· καὶ ταύτης παρούσης, οὐδὲν ἐνδεῖ πρὸς τὸ τῶν πρωτείων αὐτοὺς τυχεῖν. Οὐδὲν ἡμῖν ἐστι δυσχερὲς, ἂν θέλωμεν φιλοσοφεῖν. Ἀνάνευσον εἰς τὸν οὐρανὸν, καὶ ὅρα πόσῳ τῆς ὀροφῆς τῶν βασιλείων λαμπρότερος οὗτος. Εἰ δὲ τὸ ἔδαφος τῶν ἄνω βασιλείων παρὰ τοσοῦτόν ἐστι τῶν κάτω σεμνότερον, ὡς τοῦτο πρὸς ἐκεῖνο βόρβορον νομίζεσθαι· εἴ τις ἂν ἀξιωθῇ τὰ βασίλεια ἀκριβῶς ἰδεῖν, τίνος οὐκ ἔσται μακαριότητος ἄξιος; Ἡ δὲ ὄντως χήρα, φησὶ, καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεόν. Τοῦτο πρὸς τίνας εἴρηται; Πρὸς τὰς ἐχούσας παῖδας, ὅτι δοκιμώτεροι μᾶλλόν εἰσι, καὶ πλείονα ἀφορμὴν ἔχουσιν ἀρέσκειν Θεῷ· ὅτι πάντα αὐταῖς ἀνεῖται τὰ δεσμά· οὐδεὶς ὁ κατέχων, οὐδεὶς ὁ ἐπισύρεσθαι τὰς ἁλύσεις ἐκείνας ἀναγκάζων. Ἀπεσχίσθης τοῦ ἀνδρὸς, ἀλλ' ἡνώθης τῷ Θεῷ· οὐκ ἔχεις συνόμιλον τὸν ὁμόδουλον, ἀλλ' ἔχεις τὸν Δεσπότην. Ὅταν εὔχῃ, οὐχὶ τῷ Θεῷ διαλέγῃ, εἰπέ μοι; ὅταν ἀναγινώσκῃς, ἄκουε αὐτοῦ σοι διαλεγομένου. Τί δέ σοι διαλέγεται; Πολλῷ τοῦ ἀνδρὸς ποθεινότερα ῥήματα. Ὁ μὲν γὰρ ἀνὴρ κἂν κολακεύῃ, οὐ πολλὴ ἡ τιμή· ὁμόδουλος γάρ ἐστιν· ὅταν δὲ ὁ Δεσπότης τὴν δούλην κολακεύῃ, τότε πολλὴ ἡ θεραπεία. Πῶς οὖν ἡμᾶς θεραπεύει; Ἄκουσον δι' ὅσων τοῦτο ποιεῖ. Δεῦτε, φησὶ, πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ πάλιν διὰ τοῦ προφήτου βοᾷ, λέγων· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει Κύριος. Πόσου ταῦτα φίλτρου τὰ ῥήματα; Καὶ πάλιν, Ἐπιστράφητε πρός με· καὶ πάλιν ἀλλαχοῦ, Ἐπίστρεψον πρός με, καὶ σωθήσῃ. Εἰ δέ τις καὶ ἐκ τῶν ᾈσμάτων βούλοιτο ἐκλέγειν, ἀκούσεται, μυστικώτερα αὐτὰ ἐκλαμβάνων, Ἡ καλή μου, ἡ περιστερά μου, πρὸς ψυχὴν ἑκάστην αὐτῷ πρέπουσαν διαλεγομένου. Τί τούτων τῶν ῥημάτων ἥδιον; Ὁρᾷς διάλεξιν Θεοῦ πρὸς ἀνθρώπους; Τί δὲ, εἰπέ μοι; οὐχ ὁρᾷς, ὅσοι ἐκείνων τῶν μακαρίων γυναικῶν παῖδες ἀπῆλθον, καὶ ἐν τάφοις εἰσίν; ὅσαι χαλεπώτερα πεπόνθασι, καὶ μετὰ τῶν ἀνδρῶν καὶ υἱοὺς ἀπέβαλλον; Τούτοις προσανέχωμεν, ταῦτα μεριμνῶμεν· καὶ οὐδὲν ἡμῖν ἔσται λυπηρὸν, ἀλλὰ πάντα διατελέσομεν τὸν χρόνον μετὰ χαρᾶς πνευματικῆς διάγοντες, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.