Ancient Greek · ~15 min
Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 5.1-2
Not analysed yet
Ἴστε γὰρ ὅτι ἡ ἐρῶσα, καὶ οὕτω σφοδρῶς, οὐδὲν ταπεινὸν παραιτήσεται εἰπεῖν, σχῆμα ἱκέτιδος ἀναλαβοῦσα. Οὕτω γὰρ κατεκλάσθη ἡ χρυσοφοροῦσα γυνὴ, καὶ ἐν ἀξιώματι οὖσα βασιλικῷ, ὡς τοῦ παιδὸς τοῦ αἰχμαλώτου πρὸς τὰ γόνατα ἴσως ἑαυτὴν ῥῖψαι, ἴσως δὲ καὶ παρακαλέσαι δακρύουσαν καὶ τῶν γονάτων ἁπτομένην, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δεύτερον, ἀλλὰ πολλάκις μηχανησαμένην. Ἐνῆν καὶ ὀφθαλμὸν ἰδεῖν τότε μάλιστα λάμποντα· οὐ γὰρ ἁπλῶς εἰκὸς αὐτὴν, ἀλλὰ μετὰ πολλῆς τῆς περιεργίας καλλωπίζεσθαι, ἅτε βουλομένην πολλοῖς τοῖς δικτύοις ἑλεῖν τὸ ἀρνίον τοῦ Χριστοῦ. Πρόσθες μοι ἐνταῦθα καὶ μαγείας πολλάς. Ἀλλ' ὅμως ὁ ἀκαμπὴς οὗτος, ὁ στεῤῥὸς, ὁ πεπετρωμένος, ἐπειδὴ τοὺς ἀδελφοὺς εἶδε τοὺς ἀπεμπολήσαντας, τοὺς εἰς λάκκον βαλόντας, τοὺς ἀποδομένους, τοὺς καὶ ἀποκτεῖναι βουλομένους, τοὺς καὶ τοῦ δεσμωτηρίου καὶ τῆς τιμῆς αἰτίους γενομένους· ἐπειδὴ ἤκουσε παρ' αὐτῶν, ἃ τὸν πατέρα διέθηκαν· Εἴπωμεν γὰρ, φησὶν, ὅτι ὁ εἷς θηριόβρωτος γέγονε· κατεκλάσθη, συνεμαλάχθη, συνετρίβη, καὶ ἔκλαυσε· καὶ μὴ φέρων τὸ πάθος, εἰσελθὼν Ἐνεκρα τεύσατο, τουτέστιν, ἀπεμάξατο. Τί τοῦτο; δακρύεις, ὦ Ἰωσήφ; Καὶ μὴν οὐκ ἄξια τὰ παρόντα δακρύων, ἀλλ' ὀργῆς καὶ θυμοῦ καὶ ἀγανακτήσεως, μεγάλης τιμωρίας καὶ ἀνταποδόσεως· ἔχεις εἰς χεῖρας τοὺς ἐχθροὺς τοὺς ἀδελφοκτόνους, δύνασαι τὸν θυμὸν ἐμπλῆσαι. Καίτοι οὐδὲ τοῦτο ἀδικία· οὐ γὰρ αὐτὸς ἄρχεις χειρῶν ἀδίκων, ἀλλ' ἀμύνῃ τοὺς ἠδικηκότας. Μὴ γάρ μοι πρὸς τὸ ἀξίωμα ἴδῃς· οὐ τῆς ἐκείνων ἐγένετο γνώμης, ἀλλὰ τοῦ Θεοῦ τοῦ καταχέαντός σοι τὴν χάριν. Τί κλαίεις; Ἀλλ' εἶπεν ἄν· Μή μοι γένοιτο ἐν πᾶσιν εὐδοκιμήσαντι πάντα καταλῦσαι ἐκεῖνα διὰ ταύτης τῆς μνησικακίας· δακρύων ὄντως καιρός· οὐκ εἰμὶ τῶν θηρίων ἀγριώτερος· ἐκεῖνα πρὸς τὴν φύσιν σπένδεται, πᾶν ὁτιοῦν πάθῃ δεινόν. Κλαίω, φησὶν, ὅτι με ὅλως τοιαῦτα διέθηκαν. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ πενθῶμεν τοὺς ἠδικηκότας· μὴ ὀργιζώμεθα πρὸς αὐτούς· ὄντως γὰρ δακρύων ἄξιοι, ἧς ἑαυτοὺς τιμωρίας καὶ καταδίκης ὑπευθύνους καθιστῶσιν. Οἶδα πῶς κλαίετε νῦν, πῶς χαίρετε, καὶ τὸν Παῦλον θαυμάζοντες, καὶ τὸν Ἰωσὴφ ἐκπληττόμενοι, καὶ μακαρίζοντες. Ἀλλ' εἴ τις ἐχθρὸν ἔχει, εἰς μνήμην αὐτὸν νῦν λαμβανέτω, εἰς νοῦν βαλλέσθω· ἵνα, ἕως ἔτι ζεῖ τῇ μνήμῃ τῶν ἁγίων ἡ καρδία, δυνηθῇ τὸ πεπηγὸς τῆς μήνιδος λῦσαι, καὶ τὸ τραχὺ καὶ ἀπεσκληκὸς καταμαλάξαι. Οἶδα ὅτι μετὰ τὴν ἐντεῦθεν ἔξοδον, μετὰ τὸ παύσασθαί με λέγοντα, κἂν ἀπομείνῃ τι τῆς θέρμης καὶ τῆς ζέσεως, οὐ τοσοῦτόν ἐστιν, ὅσον νῦν ἐν τῇ ἀκροάσει. Εἴ τις οὖν, εἴ τις κατέψυκται, λυέτω τὴν πάχνην· πάχνη γὰρ ὄντως καὶ κρυμὸς ἡ μνησικακία. Ἀλλὰ καλέσωμεν τὸν ἥλιον τῆς δικαιοσύνης, ἀξιώσωμεν αὐτὸν ἐπαφεῖναι τὰς ἀκτῖνας, καὶ οὐκέτι ἔσται πάχνη παχεῖα, ἀλλ' ὕδωρ πότιμον. Ἂν ἅψηται τὸ τοῦ ἡλίου τῆς δικαιοσύνης πῦρ τῆς ἡμετέρας ψυχῆς, οὐδὲν ἐάσει πεπηγὸς, οὐδὲν σκληρὸν, οὐδὲν καυστικὸν, οὐδὲν ἄκαρπον· πάντα ὥριμα, πάντα γλυκέα, πάντα πολλῆς γέμοντα τῆς ἡδονῆς ἐπιδείξει. Ἂν ἀγαπῶμεν ἀλλήλους, ἥξει κἀκείνη ἡ ἀκτίς. Δότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῶν ῥημάτων τούτων ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν, εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεπλάκη, περιεχύθη, κατεφίλησεν, ἐδάκρυσε. Κἂν θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς αὐτῆς φιλοφροσύνης ἡμερωθήσεται. Διὰ τί γάρ σου ἐχθρός ἐστιν; ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν περιορᾷς τὸν ἀδελφὸν ἐχθραίνοντα; Μὴ, παρακαλῶ. Πάντα λύσωμεν. Ἡμέτερος ὁ καιρός· χρησώμεθα αὐτῷ εἰς δέον. Τὰ σχοινία τῶν ἁμαρτημάτων διακόψωμεν· πρὶν ἢ ἀπελθεῖν εἰς τὸ κριτήριον, αὐτοὶ κρίνωμεν ἀλλήλους. Ὁ ἥλιος, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Μηδεὶς ἀναβαλλέσθω· αἱ ἀναβολαὶ μελλήσεις τίκτουσιν. Ἂν σήμερον ὑπέρθῃ, μᾶλλον ἐρυθριᾷς· κἂν τὴν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἔτι πλέον. Μὴ δὴ καταισχύνωμεν ἑαυτοὺς, ἀλλ' ἀφῶμεν, ἵνα ἀφεθῇ ἡμῖν. Εἰ δὲ ἀφεθῇ, πάντων ἐπιτευξόμεθα τῶν ἐν οὐρανῷ ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.