Ancient Greek
Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 3.1-13
Not analysed yet
Μὴ δῷς τοῖς προεστῶσι τῆς Ἐκκλησίας διανεῖμαι· σὺ διακόνησον αὐτὴ, ἵνα μὴ τοῦ ἀναλίσκειν, ἀλλὰ καὶ τοῦ ὑπηρετῆσαι ἔχῃς τὸν μισθόν· οἰκείαις χερσὶ δός· σὺ σπεῖρον τὴν αὔλακα. Οὐκ ἔνι ἄροτρον ἐνταῦθα πήξασθαι, οὐδὲ βοῦν ζεῦξαι, οὐδὲ καιρὸν ἀναμεῖναι, οὐδὲ γῆν ἀνατεμεῖν, οὐδὲ κρυμῷ παλαῖσαι· πάσης ταύτης τῆς περιεργασίας ἀπήλλακται οὗτος ὁ σπόρος. Εἰς γὰρ τὸν οὐρανὸν σπείρεις, ἔνθα οὐ κρυμὸς, οὐδὲ χειμὼν, οὐκ ἄλλο οὐδέν· εἰς ψυχὰς σπείρεις, ἔνθα οὐδεὶς τὸ βαλλόμενον αἴρει, ἀλλὰ κατέχεται σφοδρῶς, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ μετὰ πολλῆς τῆς σπουδῆς. Σὺ σπεῖρον. Διὰ τί σαυτὸν ἀποστερεῖς τοῦ μισθοῦ; Μέγας μισθὸς τὸ δύνασθαι καὶ τὰ τῶν ἄλλων οἰκονομεῖν. Οὐ τοῦ δοῦναι μόνον μισθός ἐστιν, ἀλλὰ καὶ τοῦ καλῶς οἰκονομῆσαι τὰ διδόμενα. Διὰ τί μὴ σὺ λαμβάνεις τὸν μισθόν; ὅτι γὰρ καὶ τούτου ἐστὶ μισθὸς, ἄκουσον· Κατέστησαν, φησὶν, οἱ ἀπόστολοι τοὺς περὶ Στέφανον εἰς τὴν τῶν χηρῶν διακονίαν. Γενοῦ σὺ οἰκονόμος τῶν σαυτοῦ· αὐτή σε χειροτονεῖ ἡ φιλανθρωπία, ὁ τοῦ Θεοῦ φόβος. Τοῦτο καὶ κενοδοξίας ἀπήλλακται, τοῦτο καὶ ψυχὰς ἀναπαύει, τοῦτο καὶ χεῖρας ἁγιάζει, τοῦτο καὶ φρόνημα κατασπᾷ, τοῦτο καὶ φιλοσοφίαν διδάσκει, τοῦτο προθυμότερον ἐργάζεται, τοῦτό σε τὰς εὐλογίας ποιεῖ λαβεῖν· ἄπεισιν ἡ κεφαλή σου δεχομένη πάσας τὰς παρὰ τῶν χηρῶν εὐλογίας. Προθυμότερος γενοῦ ἐν ταῖς εὐχαῖς, περιεργάζου καὶ ἁγίους ἄνδρας, τοὺς ὄντως ἁγίους, τοὺς ἐν ταῖς ἐρημίαις καθημένους, τοὺς οὐ δυναμένους ἐπαιτεῖν, τοὺς προσανέχοντας τῷ Θεῷ βάδιζε μακρὰν ὁδὸν, δίδου διὰ σαυτοῦ· πολλὰ γὰρ ἔστι δι' ἑαυτοῦ ὠφελῆσαι, ἐὰν δῷς. Ὁρᾷς σκηνὴν, καὶ καταγώγιον; ὁρᾷς ἐρημίαν; ὁρᾷς μόνωσιν; Πολλάκις ἀπελθὼν δοῦναι χρήματα, ἔδωκας τὴν ψυχὴν ὁλόκληρον, καὶ κατεσχέθης, καὶ γέγονας συναιχμάλωτος ἐκείνου, συνεξενίτευσας τῷ κόσμῳ. Μέγα πρᾶγμα καὶ πένητας ὁρᾷν. Ἀγαθὸν, φησὶν, εἰσελθεῖν εἰς οἰ κίαν πένθους, ἢ εἰς οἰκίαν γέλωτος. Ἐντεῦθεν ἡ ψυχὴ φλεγμαίνει. Ἂν μὲν γὰρ ἔχῃς ὁμοίως τρυφᾷν, προτροπὴν ἔλαβες εἰς σπατάλην· ἂν δὲ μὴ ἔχῃς, λύπην ἐδέξω. Εἰς δὲ τὴν οἰκίαν τοῦ πένθους οὐδὲν τοιοῦτον, ἀλλὰ κἂν μὴ ἔχῃς τρυφᾷν, οὐκ ἤλγησας, κἂν ἔχῃς, καταστέλλῃ. Ὄντως οἰκία πένθους τὰ μοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς, ἔνθα μόνωσις, ἔνθα γέλως οὐδεὶς, οὐδὲ βιωτικῶν πραγμάτων ὄχλος, ἔνθα νηστεία, ἔνθα χαμευνία, πάντα καθαρὰ κνίσσης, αἱμάτων, θορύβου, ταραχῆς, πολυοχλίας. Λιμήν ἐστιν εὔδιος· ὥσπερ λαμπτῆρές εἰσιν ἀφ' ὑψηλοῦ τοῖς πόῤῥωθεν ἐπιβαίνουσι φαίνοντες, ἐπὶ λιμένος καθήμενοι, καὶ πρὸς γαλήνην τὴν αὐτῶν ἅπαντας ἕλκοντες, οὐκ ἐῶντες γενέσθαι ναυάγια τοῖς εἰς αὐτοὺς ὁρῶσιν, οὐκ ἐῶντες ἐν σκότῳ διάγειν τοὺς ἐκεῖ βλέποντας. Ἄπιθι πρὸς αὐτοὺς, φιλοφρόνησον, πρόσιθι, ἅψαι ποδῶν ἁγίων· πολλῷ γὰρ ἐντιμότερον τῶν ἐκείνων ἅπτεσθαι ποδῶν, ἢ τῆς ἑτέρων κεφαλῆς. Εἰπὲ γάρ μοι, εἰ ἀνδριάντων πόδας κατέχουσί τινες, ἐπειδὴ ὅλως τύπον ἔχουσι βασιλικὸν, σὺ τὸν αὐτὸν ἔχοντα τὸν Χριστὸν ἐν ἑαυτῷ, οὐ καθέξεις ἀπὸ τῶν ποδῶν, καὶ σωθήσῃ; Ἅγιοί εἰσιν οἱ πόδες, κἂν εὐτελεῖς ὦσι· τῶν δὲ βεβήλων οὐδὲ ἡ κεφαλὴ τιμία· πόδες γὰρ ἁγίων μεγάλα ἴσχυσαν. Διόπερ καὶ κολάζουσιν, ὅταν ἐξ ἑαυτῶν τὸν κονιορτὸν ἐκτινάξωσιν. Ὅταν ἅγιος ᾖ παρ' ἡμῖν, μηδὲν ἐπαισχυνώμεθα τῶν αὐτῶν. Ἅγιοι δέ εἰσι πάντες, ὅσοι πίστιν ὀρθὴν μετὰ βίου ἔχουσι· κἂν σημεῖα μὴ ἐργάζωνται, κἂν δαίμονας μὴ ἐκβάλλωσιν, ἅγιοί εἰσιν. Ἄπιθι πρὸς τὰς τῶν ἁγίων σκηνάς· ὥσπερ ἀπὸ γῆς εἰς τὸν οὐρανὸν, οὕτως ἐστὶν εἰς μοναστήριον ἀνδρὸς ἁγίου καταφυγεῖν. Οὐχ ὁρᾷς ἐκεῖ ταῦτα ἅπερ ἐν τῇ οἰκίᾳ· πάντων καθαρὸς ὁ χορὸς ἐκεῖνος· σιγὴ καὶ ἡσυχία πολλή· τὸ Ἐμὸν οὐκ ἔνι καὶ τὸ Σὸν ἐκεῖ. Ἂν δὲ καὶ ἡμέραν μίαν μείνῃς, ἢ καὶ δευτέραν, τότε πλέον αἰσθήσῃ τῆς ἡδονῆς. Ἡμέρα γίνεται, μᾶλλον δὲ πρὸ ἡμέρας ἀλεκτρυὼν ἐφώνησε. Καὶ οὐκ ἔστιν, ὥσπερ ἐπὶ τῆς οἰκίας, ῥέγχουσιν οἱ οἰκέται, αἱ θύραι κεκλεισμέναι, πάντες νεκροῖς ἐοίκασι καθεύδοντες, ὁ ὀρεοκόμος τοὺς κώδωνας σείει. Οὐδὲν τοιοῦτον ἐκεῖ, ἀλλ' εὐθέως ἅπαντες μετὰ εὐλαβείας τὸν ὕπνον ἀποθέμενοι διανίστανται, τοῦ προεστῶτος αὐτοὺς διεγείροντος, καὶ ἑστήκασι τὸν ἅγιον στησάμενοι χορὸν, καὶ τὰς χεῖρας εὐθέως ἀνατείναντες, τοὺς ἱεροὺς ᾄδουσιν ὕμνους. Οὐ γὰρ δὴ, ὥσπερ ἡμεῖς, πολλῶν ὡρῶν δέονται πρὸς τὸ τὸν ὕπνον ἀποτινάξασθαι καὶ τὴν καρηβαρίαν. Ἡμεῖς μὲν γὰρ ἅμα διαναστάντες, καθήμεθα ἐπὶ πολὺ διατεινόμενοι, πρὸς χρείαν ἀπερχόμεθα, εἶτα νιπτόμεθα τὴν ὄψιν, τὰς χεῖρας· μετὰ τοῦτο ὑποδήματα καὶ ἐνδύματα λαμβάνομεν, καὶ πολὺς ἀναλίσκεται καιρός.