Ancient Greek · ~21 min
Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 4.1-4
Not analysed yet
Ἐκεῖ δὲ τοιοῦτον οὐδέν· οὐδεὶς οἰκέτην καλεῖ· ἕκαστος γὰρ ἀρκεῖ ἑαυτῷ· οὐ δεῖται ἱματίων πολλῶν, οὐ δεῖται τοῦ τὸν ὕπνον ἀποτινάξασθαι, ἀλλ' ἅμα τοὺς ὀφθαλμοὺς ἀνέῳξε, καὶ τῷ πολὺν ἐγρηγορότι χρόνον προσέοικε τῆς νήψεως ἕνεκεν. Ὅταν γὰρ ἡ καρδία μὴ βαρηθεῖσα τοῖς σιτίοις βαπτίζηται κάτω, οὐ δεῖται πολλοῦ τοῦ καιροῦ πρὸς τὸ ἀνενεγκεῖν, ἀλλ' εὐθέως ἐστὶν ἐν νήψει· χεῖρες ἀεὶ καθαραί· καὶ γὰρ ὁ ὕπνος εὔτακτος. Οὐδεὶς ἀκούει ῥεγχόντων ἐκεῖ, οὐδεὶς ἀσθμαινόντων, οὐδὲ ῥιπταζόμενον ὁρᾷ κατὰ τὸν ὕπνον, οὐδὲ γυμνούμενον, ἀλλὰ καθεύδουσι τῶν ἐγρηγορότων εὐσχημονέστερον κείμενοι. Τοῦτο δὲ ὅλον ἀπὸ τῆς εὐταξίας γίνεται τῆς ἐν τῇ ψυχῇ. Ὄντως ἅγιοι οὗτοι, καὶ ἐν ἀνθρώποις ἄγγελοι. Καὶ μὴ θαυμάσῃς ἀκούων ταῦτα· ὁ γὰρ πολὺς φόβος ὁ τοῦ Θεοῦ οὐκ ἀφίησι πρὸς τὰ βάθη τοῦ ὕπνου κατελθεῖν, καὶ βαπτίσαι τὴν διάνοιαν αὐτῶν, ἀλλ' ἐξ ἐπιπολῆς ἐπίκειται διαναπαύων αὐτοὺς μόνον. Τοιούτου δὲ αὐτοῖς ὄντος τοῦ ὕπνου, τοιαῦτα εἶναι αὐτῶν ἀνάγκη καὶ τὰ ὀνείρατα, οὐ φαντασιώδη, οὐδὲ τερατώδη. Ἀλλ', ὅπερ ἔφην, ἀλεκτρυὼν ἐφώνησε, καὶ εὐθέως ἐλθὼν ὁ προεστὼς, καὶ τῷ ποδὶ τὸν κείμενον ἁπλῶς ὑπονύξας, πάντας ἀνέστησεν· οὐδὲ γὰρ γυμνοὺς ἐκεῖ καθεύδειν θέμις. Εἶτα διαναστάντες, εὐθέως ἑστήκασιν, ὕμνους ᾄδοντες προφητικοὺς μετὰ πολλῆς τῆς συμφωνίας, μετ' εὐρύθμων μελῶν. Οὔτε κιθάρα, οὔτε σύριγγες, οὔτε οὐδὲν ἄλλο ὄργανον μουσικὸν τοιαύτην ἀφίησι φωνὴν, οἵαν ἔστιν ἀκοῦσαι ἐν ἡσυχίᾳ βαθείᾳ, καὶ ἐν ἐρημίᾳ τῶν ἁγίων ᾀδόντων ἐκείνων. Καὶ αὐτὰ δὲ τὰ ᾄσματα πρόσφορα, καὶ φιλίας γέμοντα τῆς πρὸς τὸν Θεόν. Ἐν ταῖς νυξὶ, φησὶν, ἐπάρατε τὰς χεῖρας ὑμῶν πρὸς τὸν Θεόν· καὶ πάλιν, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Καὶ τὰ ᾄσματα τὰ Δαυϊδικὰ πολλὰς πηγὰς κινοῦντα δακρύων. Ὅταν γὰρ ᾄδῃ λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ πάλιν, ὅτι Σποδὸν ὡσεὶ ἄρτον ἔφαγον· καὶ πάλιν, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ αἱ ἡμέραι ἡμῶν ὡσεὶ σκιὰ παράγουσι· καὶ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· καὶ πάλιν, Ὁ κατοικίζων μονοτρόπους ἐν οἴκῳ· καὶ, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ πάλιν, Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ, Ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου· καὶ, Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ· καὶ πάλιν, Οὐ φοβηθήσομαι ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ· καὶ πάλιν, Ἐλογίσθημεν, ὡς πρόβατα σφαγῆς· τὴν εἰς Θεὸν αὐτῶν διάπυρον ἀγάπην ἐνδείκνυται. Ὅταν δὲ πάλιν μετὰ τῶν ἀγγέλων ᾄδωσι (καὶ γὰρ καὶ ἄγγελοι τότε ᾄδουσιν), Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, λέγοντες, ἡμῶν χασμωμένων, κνωμένων, ῥεγχόντων, ἢ καὶ ὑπτίων ἁπλῶς κειμένων, καὶ μυρίας λογιζομένων ἀπάτας· οἷόν ἐστιν ἐκείνους ἐν τούτῳ τὸ πᾶν τῆς νυκτὸς ἀναλίσκειν; Ἐπειδὰν δὲ ἡμέρα μέλλῃ γίνεσθαι, διαναπαύονται λοιπόν· καὶ ὅταν ἡμεῖς ἀρξώμεθα τῶν ἔργων, ἐκεῖνοι καιρὸν ἔχουσι τῆς ἀναπαύσεως. Ἡμέρας δὲ γενομένης, ἡμῶν μὲν ἕκαστος καλεῖ τὸν ἕτερον, τὸν λόγον ποιεῖ τῶν ἐξοδιαζομένων· εἰ εἰς ἀγορὰν ἐμβάλλει, ἄρχοντι παρίσταται, τρέμει, δέδοικε τὰς εὐθύνας· ἕτερος ἐπὶ τῆς σκηνῆς, ἄλλος πρὸς τὸ ἐπιτήδευμα τὸ ἑαυτοῦ. Ἐκεῖνοι δὲ πάλιν εὐχὰς ἑωθινὰς ἐπιτελέσαντες καὶ ὕμνους, πρὸς τὴν τῶν Γραφῶν ἀνάγνωσιν τρέπονται· εἰσὶ δὲ οἱ καὶ βιβλία γράφειν μεμαθηκότες. Ἕκαστος οἴκημα ἀποτεταγμένον ἓν λαβὼν, ἡσυχίαν διαπαντὸς ἀσκεῖ, οὐδενὸς φλυαροῦντος, οὐδενὸς οὐδὲν λέγοντος. Εἶτα τρίτην, ἕκτην, ἐννάτην, καὶ τὰς ἑσπερινὰς εὐχὰς ἐπιτελοῦσι, καὶ εἰς τέσσαρα μέρη τὴν ἡμέραν διανείμαντες, καθ' ἕκαστον μέρος πληρούμενον, ψαλμῳδίαις, ὕμνοις γεραίρουσι τὸν Θεόν. Πάντων δὲ ἀριστώντων τῶν ἄλλων, γελώντων, παιζόντων, διαῤῥηγνυμένων ὑπὸ τῆς γαστριμαργίας, οὗτοι τοῖς ὕμνοις προσανέχουσιν. Οὐδαμοῦ τραπέζης καιρὸς, οὐδὲ τῶν αἰσθητῶν τούτων. Πάλιν μετὰ τὸ ἄριστον τῶν αὐτῶν ἔχονται, ὕπνῳ πρότερον ἑαυτοὺς ἐκδεδωκότες. Οἱ μὲν οὖν κοσμικοὶ καὶ τὴν ἡμέραν καθεύδουσιν· ἐκεῖνοι δὲ καὶ τὴν νύκτα ἐγρηγόρασιν. Ὄντως υἱοὶ φωτός εἰσιν. Εἶτα ἐκεῖνοι τὸ πλέον ἀναλώσαντες ἐν τῷ ὕπνῳ τῆς ἡμέρας προΐασι βεβαρημένοι· οὗτοι δὲ ἔτι νήφουσιν, ἄσιτοι μένοντες ἕως ὀψὲ, καὶ τοῖς ὕμνοις προσανέχοντες. Ἑσπέρας δὲ πάλιν καταλαβούσης, οἱ μὲν εἰς λουτρὰ καὶ ἀνέσεις σπεύδουσιν· ἐκεῖνοι δὲ τῶν πόνων ἀπολύσαντες ἑαυτοὺς, τότε τῇ τραπέζῃ προσανέχουσιν, οὐκ οἰκετῶν πλῆθος ἐγείροντες, οὐδὲ περιτρέχοντες τὴν οἰκίαν, οὐδὲ θορυβοῦντες, οὐδὲ ὄψα πολλὰ παρατιθέμενοι, οὐδὲ κνίσσης γέμοντα, ἀλλ' οἱ μὲν ἄρτον μόνον καὶ ἅλας, οἱ δὲ ἔλαιον προστιθέντες, ἕτεροι δὲ, ὅσοι ἀσθενέστεροί εἰσι, καὶ λαχάνων ἔχονται καὶ ὀσπρίων. Εἶτα μικρὸν καθίσαντες, μᾶλλον δὲ ὕμνοις τὸ πᾶν κατακλείσαντες, διαναπαύονται ἐπὶ στιβάδος ἕκαστος πρὸς ἀνάπαυσιν μόνον πεποιημένης, οὐ τρυφήν. Οὐκ ἔστι φόβος ἀρχόντων ἐκεῖ, οὐκ ἔστι δεσποτῶν ἀπόνοια, οὐκ ἔστι δούλων φόβος, οὐκ ἔστι γυναικῶν θόρυβος, οὐκ ἔστι παίδων ταραχὴ, οὐκ ἔστι κιβωτίων πλῆθος, οὐδὲ ἱματίων ἀπόθεσις περιττὴ, οὐ χρυσίον, οὐκ ἀργύριον· οὐκ εἰσὶν ἐκεῖ φυλακαὶ καὶ προφυλακαί· οὐκ ἔστι ταμεῖον, οὐκ ἄλλο τοιοῦτον οὐδέν· ἀλλὰ πάντα εὐχῆς γέμει, πάντα ὕμνων, πάντα εὐωδίας πνευματικῆς, οὐδὲν ἐκεῖ σαρκικόν. Λῃστῶν ἐφόδους οὐ δεδοίκασιν· οὐ γὰρ ἔχουσιν ὅτου ζημιωθῶσι· χρήματα οὐκ ἔστι, σῶμά ἐστι καὶ ψυχή· ἂν ταύτην ἀφέλωνται, οὐκ ἐζημίωσαν, ἀλλ' ὤνησαν. Ἐμοὶ γὰρ τὸ ζῇν, φησὶ, Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀπέλυσαν τῶν δεσμῶν ἑαυτοὺς πάντων. Ὄντως Φωνὴ ἀγαλλιάσεως ἐν σκηναῖς δικαίων.