Ancient Greek
Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Timotheum (homiliae 1-18) 5
Not analysed yet
Οὐκ ἔστιν ἐκεῖ ὀλολυγῆς ἀκοῦσαί ποτε οὐδὲ κωκυτοῦ· καθαρὸς τούτων τῶν ἀηδιῶν ὁ ὄροφος, καθαρὸς τῆς κραυγῆς ταύτης. Ἀποθνήσκουσι μὲν γὰρ καὶ ἐν αὐτοῖς· οὐ γάρ εἰσιν ἀθάνατοι τὸ σῶμα· ἀλλ' οὐκ ἴσασι θάνατον τὸν θάνατον. Μεθ' ὕμνων προπέμπουσι τοὺς ἀπελθόντας· προπομπὴν τὸ τοιοῦτον καλοῦσιν, οὐκ ἐκφοράν. Κἂν ἀπαγγελθῇ, ὅτι ὁ δεῖνα τετελεύτηκε, πολλὴ ἡ εὐφροσύνη, πολλὴ ἡ ἡδονή· μᾶλλον δὲ οὐδὲ τολμᾷ τις εἰπεῖν, ὅτι ὁ δεῖνα τετελεύτηκεν, ἀλλ' ὁ δεῖνα τετελείωται. Εἶτα εὐχαριστία, δόξα πολλὴ, εὐφροσύνη, ἑκάστου εὐχομένου τέλος τοιοῦτον λαβεῖν, οὕτω τὸν ἀγῶνα τοῦτον ἐξελθεῖν, ἀναπαύσασθαι τῶν πόνων καὶ τῶν ἀγώνων, ἰδεῖν τὸν Χριστόν. Κἂν ἀῤῥωστήσῃ, οὐ δάκρυα, οὐ θρῆνος, ἀλλ' εὐχαὶ πάλιν· οὐκ ἰατρῶν χεῖρες, ἀλλὰ πίστις μόνη πολλάκις ἀπήλλαξε τὸν ἄῤῥωστον. Εἰ δὲ καὶ ἰατρῶν δεηθείη, πολλὴ καὶ ἐνταῦθα ἡ φιλοσοφία, πολλὴ ἡ καρτερία· οὐ παρέστηκε γυνὴ λύουσα τὰς τρίχας, οὐδὲ παιδία τὴν οὐδέπω γενομένην ὀρφανίαν ἀποδυρόμενα, οὐδὲ οἰκέται παρακαλοῦντες τὸν ἀποπνέοντα μετὰ ἀσφαλείας αὐτοὺς τινὶ παρακαταθέσθαι· ἀλλὰ πάντων τούτων ἀπηλλαγμένη ἡ ψυχὴ, ἓν σκοπεῖ μόνον εἰς τὴν ἐσχάτην ἀναπνοὴν, ὅπως ἀπέλθῃ τῷ Θεῷ φίλη. Κἂν γένηται δὲ νόσος, οὐ γίνεται ἀπὸ γαστριμαργίας, οὐδὲ ἀπὸ καρηβαρίας, ἀλλὰ καὶ αὐταὶ αἱ τῶν νόσων ὑποθέσεις ἐγκωμίων γέμουσιν, οὐχὶ κατηγορίας, ὡς αὗται· ἢ γὰρ ἀγρυπνίας, ἢ νηστείας ἐπίτασις, ἤ τι τῶν τοιούτων τὰς νόσους ἐργάζεται· ὅθεν καὶ εὐαπάλλακτοι γίνονται· ἀρκεῖ γὰρ μηκέτι καμόντας ὁμοίως πάντων ἀπηλλάχθαι τῶν δεινῶν.