Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή- σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1
Not analysed yet
Ἄξιον ζητῆσαι πρότερον, τίνος ἕνεκεν δευτέραν προστίθησιν Ἐπιστολὴν τῇ προτέρᾳ, καὶ τί δήποτε οὕτως ἄρχεται ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ καὶ τῆς παρακλήσεως. Τίνος οὖν ἕνεκεν δευτέραν προστίθησιν; Εἰπὼν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, ὅτι Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, καὶ πρὸς τῷ τέλει πάλιν προσηνέστερον αὐτὸ τοῦτο ὑποσχόμενος· Ἐλεύσομαι γὰρ, φησὶ, πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω· πολλοῦ μεταξὺ γενομένου χρόνου οὐ παρεγένετο, ἀλλὰ καὶ τῆς προθεσμίας παρελθούσης, ἔμελλεν ἔτι καὶ ἐβράδυνε, τοῦ Πνεύματος αὐτὸν κατέχοντος ἐν ἑτέροις πολλῷ τούτων ἀναγκαιοτέροις. Διὰ τοῦτο ἐπιστολῆς ἐδεήθη δευτέρας, οὐκ ἂν δεηθεὶς εἰ παρὰ μικρὸν ὑστέρησεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι καὶ βελτίους ἦσαν ἀπὸ τῆς προτέρας γεγενημένοι. Καὶ γὰρ τὸν πεπορνευκότα, ὃν πρότερον συνεκρότουν, καὶ ἐφ' ᾧ μέγα ἐφρόνουν, τοῦτον ἐξέκοψαν καὶ ἀφώρισαν παντελῶς. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ προϊὼν πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων· Ἰδοὺ γὰρ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Καὶ τὴν εὐλογίαν δὲ, ἣν ἐκέλευσε, μετὰ πολλῆς συνήγαγον τῆς σπουδῆς· διὸ καὶ ἔλεγεν· Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀποπέρυσι. Καὶ τὸν Τίτον, ὃν ἔπεμψε, μετὰ πάσης ἐδέξαντο τῆς εὐνοίας. Καὶ τοῦτο αὐτὸ δεικνὺς πάλιν ἔλεγεν, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑμᾶς, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοὴν, ὥστε μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Διὰ ταῦτα πάντα γράφει τὴν δευτέραν Ἐπιστολήν. Καὶ γὰρ ἐχρῆν, ὥσπερ ἡνίκα ἡμάρτανον ἐνεκάλει, οὕτω διορθωθέντας ἀποδέξασθαι καὶ ἐπαινέσαι. Διόπερ οὐδὲ καταφορικωτέρα ἐστὶ πᾶσα ἡ Ἐπιστολὴ, ἀλλ' ὀλίγα τοῦ τέλους αὐτῆς μέρη. Καὶ γὰρ ἦσαν καὶ παρ' αὐτοῖς ἐξ Ἰουδαίων μέγα φρονοῦντες, καὶ Παῦλον διαβάλλοντες ὡς ἀλαζόνα καὶ οὐδενὸς ἄξιον λόγου· διὸ καὶ ἔλεγον· Αἱ μὲν ἐπιστολαὶ βαρεῖαι, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Ὃ δὲ ἔλεγον τοῦτο ἦν· Ὅταν μὲν παρῇ, φησὶν, οὐδενὸς ἄξιος φαίνεται· τοῦτο γάρ ἐστιν, Ἡ παρουσία τοῦ σώματος ἀσθενής· ἀπελθὼν δὲ κομπάζει μεγάλα, δι' ὧν ἐπιστέλλει· τὸ γὰρ, Αἱ ἐπιστολαὶ βαρεῖαι, τοῦτο σημαίνει. Καὶ ἵνα δόξωσι τὰ καθ' ἑαυτοὺς σεμνοποιεῖν, ὑπεκρίνοντο μὴ λαμβάνειν. Ὅπερ οὖν καὶ αὐτὸ αἰνιττόμενος ἔλεγεν· Ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Μετὰ δὲ τούτων καὶ τὴν ἀπὸ τοῦ λόγου δύναμιν ἔχοντες αὐτόθι, σφόδρα ἐπῄροντο. Διὸ καὶ ἰδιώτην ἑαυτὸν καλεῖ, δεικνὺς ὅτι οὐκ αἰσχύνεται τούτῳ, οὐδὲ μέγα τι κτῆμα, τοὐναντίον μὲν οὖν ἡγεῖται. Ἐπεὶ οὖν εἰκὸς ἦν τινας ὑπὸ τούτων παραπείθεσθαι, πρότερον αὐτοὺς ἐγκωμιάσας ὑπὲρ ὧν κατώρθωσαν, καὶ τὴν ἀπόνοιαν ἐκείνων τὴν ἐπὶ τοῖς Ἰουδαϊκοῖς καταβαλὼν, ἐπειδὴ παρὰ καιρὸν αὐτὰ τηρεῖν ἐφιλονείκουν, τότε συμμέτρως καὶ τὴν ὑπὲρ τούτων ποιεῖται ἐπίπληξιν. Ἡ μὲν οὖν ὑπόθεσις τῆς Ἐπιστολῆς, ὡς ἄν τις ἐν κεφαλαίῳ καὶ παρατρέχων εἴποι, αὕτη μοι εἶναι δοκεῖ. Δεῖ δὲ αὐτοῦ τοῦ προοιμίου τῆς Ἐπιστολῆς ἅψασθαι λοιπὸν, καὶ μετὰ τὴν εἰωθυῖαν αὐτοῦ πρόσρησιν εἰπεῖν, τίνος ἕνεκεν οὕτως ἤρξατο ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Τέως μέντοι αὐτὴν τὴν ἀρχὴν ἀναγκαῖον εἰπεῖν, καὶ ζητῆσαι πῶς τὸν Τιμόθεον ἐνταῦθα ἑαυτῷ συντάττει. Παῦλος γὰρ, φησὶν, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός. Καὶ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἐπηγγέλλετο αὐτὸν πέμπειν, καὶ παρήγγελλε λέγων· Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· πῶς οὖν ἐνταῦθα αὐτὸν ἑαυτῷ ἐν τῷ προοιμίῳ συντάττει; Παραγενόμενος κατὰ τὴν ὑπόσχεσιν τοῦ διδασκάλου (Ἔπεμψα γὰρ ὑμῖν Τιμόθεον, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ), καὶ διορθώσας ἅπαντα, ἐπανῆλθε. Καὶ γὰρ πέμπων αὐτὸν ἔλεγε· Προπέμψατε αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.