Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή- σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1
Not analysed yet
Ἐπεὶ οὖν ἀπέλαβε τὸν διδάσκαλον, καὶ τὰ ἐν Ἀσίᾳ διορθώσας μετ' αὐτοῦ (Ἐπιμενῶ γὰρ, φησὶν, ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς), πάλιν εἰς Μακεδονίαν διέβη, εἰκότως αὐτὸν ἅτε παρόντα ἑαυτῷ συντάττει λοιπόν. Καὶ γὰρ τότε μὲν ἐξ Ἀσίας, νῦν δὲ ἀπὸ Μακεδονίας ἐπιστέλλει. Συνέταξε δὲ αὐτὸν, ἐκεῖνόν τε σεμνότερον ταύτῃ ποιῶν, καὶ τὴν πολλὴν ἑαυτοῦ ταπεινοφροσύνην ἐνδεικνύμενος· καὶ γὰρ καταδεέστερος αὐτοῦ ἦν, ἀλλ' ἡ ἀγάπη πάντα συνάγει. Διὸ καὶ πανταχοῦ αὐτὸν ἑαυτῷ ἐξισάζει, νῦν μὲν λέγων· Ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσε· νῦν δὲ, Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ· ἐνταῦθα δὲ καὶ ἀδελφὸν καλεῖ, διὰ πάντων αἰδέσιμον αὐτὸν Κορινθίοις καθιστάς. Καὶ γὰρ ἦν παραγεγονὼς, ὥσπερ ἔφην, αὐτόθι, καὶ πεῖραν τῆς αὐτοῦ δεδωκὼς ἀρετῆς. Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Πάλιν αὐτοὺς Ἐκκλησίαν καλεῖ, συνάγων πάντας εἰς ἓν καὶ συνδέων. Οὐ γὰρ ἂν γένοιτο Ἐκκλησία μία, διεσπασμένων τῶν ἐν αὐτῇ, καὶ κατ' ἀλλήλων ἑστώτων. Σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλη τῇ Ἀχαΐᾳ. Ἅμα καὶ τιμᾷ Κορινθίους, διὰ τῆς τούτων Ἐπιστολῆς πάντας προσαγορεύων, καὶ ὁλόκληρον συνάγει τὸ ἔθνος. Ἁγίους δὲ καλεῖ, δεικνὺς ὅτι εἴ τις ἀκάθαρτος, ἐκτός ἐστι τῆς προσηγορίας ταύτης. Διὰ τί δὲ τῇ μητροπόλει γράφων, πᾶσι δι' αὐτῆς ἐπιστέλλει, οὐ πανταχοῦ τοῦτο ποιῶν; Θεσσαλονικεῦσι γοῦν ἐπιστέλλων οὐ δήπου καὶ Μακεδόσιν ἐπέστελλε· καὶ Ἐφεσίοις γράφων, ὁμοίως οὐ περιέλαβε τὴν Ἀσίαν ἅπασαν· καὶ ἡ πρὸς Ῥωμαίους δὲ Ἐπιστολὴ, οὐχὶ καὶ τοῖς τὴν Ἰταλίαν οἰκοῦσίν ἐστιν ἐπεσταλμένη. Ἀλλ' ἐνταῦθα αὐτὸ ποιεῖ, καὶ ἐν τῇ πρὸς Γαλάτας. Οὐδὲ γὰρ ἐκεῖ μιᾷ πόλει, καὶ δύο καὶ τρισὶν, ἀλλὰ τοῖς πανταχοῦ διεσπαρμένοις ἐπιστέλλει, λέγων· Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, χάρις ὑμῖν καὶ εἰρήνη. Καὶ Ἑβραίοις δὲ μίαν ἅπασιν ἔγραψεν Ἐπιστολὴν, οὐδὲ τούτους διελὼν κατὰ πόλεις. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Ἐμοὶ δοκεῖ τὸ κοινὰ τὰ νοσήματα εἶναι ἐνταῦθα· διὸ καὶ κοινὴν ποιεῖται τὴν Ἐπιστολὴν, ἐπειδὴ καὶ κοινῆς ἐδέοντο τῆς διορθώσεως. Καὶ γὰρ Γαλάται πάντες ἐνόσουν, καὶ Ἑβραῖοι· οἶμαι δὲ καὶ οὗτοι. Συναγαγὼν τοίνυν ἅπαν τὸ ἔθνος, καὶ προσειπὼν αὐτοὺς, ὡς πάντας αὐτῷ προσαγορεύειν νόμος ἦν· Χάρις γὰρ ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· ἄκουσον πῶς καταλλήλως ἄρχεται τῇ προκειμένῃ ὑποθέσει· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως. Καὶ ποῦ τοῦτο κατάλληλον τῇ προκειμένῃ ὑποθέσει, φησί; Καὶ σφόδρα μὲν οὖν. Σκόπει δέ· Ἐλύπει λίαν αὐτοὺς καὶ ἐθορύβει τὸ μὴ παραγενέσθαι ἐκεῖ τὸν Ἀπόστολον, καὶ ταῦτα ἐπαγγειλάμενον, ἀλλὰ τὸν ἅπαντα ἐν Μακεδονίᾳ ἀναλῶσαι χρόνον, καὶ δοκεῖν αὐτῶν ἑτέρους προτετιμηκέναι. Διὰ τοῦτο πρὸς τοῦτο ἱστάμενος τὸ θορυβοῦν, λέγει τὴν αἰτίαν δι' ἣν οὐ παρεγένετο· οὐ μὴν ἐξ εὐθείας αὐτὴν τίθησιν, οὐδὲ λέγει, ὅτι Οἶδα μὲν ὑποσχόμενος ἥξειν, ἐπειδὴ δὲ διὰ τὰς θλίψεις ἐνεποδίσθην, σύγγνωτε, καὶ μὴ καταγνῶτέ τινα ὑπεροψίαν ἢ ῥᾳθυμίαν ἡμῶν· ἀλλ' ἑτέρως αὐτὸ καὶ μεγαλοπρεπέστερον καὶ ἀξιοπιστότερον κατασκευάζει, ἐπαίρων τῇ παραμυθίᾳ τὸ πρᾶγμα, ἵνα μηδὲ ἐρωτῶσι λοιπὸν τὴν αἰτίαν, δι' ἣν ὑστέρησε. Καὶ ταυτὸν ποιεῖ, οἷον εἴ τις ἐπαγγειλάμενος ἐλθεῖν πρός τινα ποθούμενον, εἶτα μετὰ μυρίους κινδύνους ἐλθὼν λέγοι· Δόξα σοι, ὁ Θεὸς, ὅτι μοι τὸ ποθούμενον ἔδειξας πρόσωπον· εὐλογητὸς ὁ Θεὸς, οἵων με κινδύνων ἀπήλλαξας. Ἡ γὰρ δοξολογία αὕτη ἀπολογία γίνεται τῷ μέλλοντι ἐγκαλεῖν, καὶ οὐδὲ ἀφίησι μέμψασθαι τῇ μελλήσει. Ἐρυθριᾷ γὰρ τὸν ἐπὶ τῇ τῶν τοσούτων ἀπαλλαγῇ κακῶν εὐχαριστοῦντα τῷ Θεῷ εἰς δικαστήριον ἕλκειν, καὶ εὐθύνας ἀπαιτεῖν τῆς βραδύτητος. Διὰ τοῦτο καὶ οὕτως ἄρχεται· Εὐλογητὸς ὁ Θεὸς τῶν οἰκτιρμῶν· μεγάλων κινδύνων ἐντεῦθεν ἐπαγωγήν τε καὶ ἀπαλλαγὴν αἰνιττόμενος. Ἐπειδὴ καὶ ὁ Δαυῒδ οὐχ ὁμοίως αὐτὸν πανταχοῦ καλεῖ, οὐδὲ ἀπὸ τῶν αὐτῶν· ἀλλ' ὅταν μὲν περὶ πολέμου διαλέγηται καὶ νίκης, Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, φησὶ, Κύριος ὑπερασπιστής μου· ὅταν δὲ περὶ θλίψεως ἀπαλλαγῆς καὶ τοῦ ζόφου τοῦ κατεσχηκότος αὐτὸν, Κύριος φωτισμός μου καὶ Σωτήρ μου· καὶ νῦν μὲν ἀπὸ φιλανθρωπίας, νῦν δὲ ἀπὸ δικαιοσύνης, νῦν δὲ ἀπὸ κρίσεως ἀδεκάστου αὐτὸν ὀνομάζει καταλλήλως τοῖς ὑποκειμένοις καιροῖς. Οὕτω δὴ καὶ ὁ Παῦλος ἐνταῦθα ἀρχόμενος, ἀπὸ φιλανθρωπίας αὐτὸν καλεῖ, Ὁ Θεὸς τῶν οἰκτιρμῶν, λέγων· τουτέστιν, ὁ οἰκτιρμοὺς τοσούτους ἐπιδειξάμενος, ὡς ἐξ αὐτῶν ἡμᾶς ἀναγαγεῖν τῶν τοῦ θανάτου πυλῶν.