Ancient Greek
Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-10
Not analysed yet
Πάλιν τὴν προθυμίαν αὐτῶν διεγείρει διὰ τὸ πολλοὺς ἐπάγεσθαι πειρασμούς. Καὶ γὰρ εἰκὸς αὐτοὺς διὰ τὴν ἀπουσίαν τὴν αὐτοῦ, πρὸς τοῦτο ἀσθενεστέρους γεγενῆσθαι. Τί οὖν φησιν; Οὐ δεῖ θαυμάζειν, ὅτι κακῶς πάσχομεν, οὐδὲ θορυβεῖσθαι· καὶ γὰρ πολλὰ κέρδη ἐντεῦθεν καρπούμεθα. Καὶ τὰ μὲν ἔμπροσθεν εἶπεν, οἷον, ὅτι καὶ νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν, καὶ τῆς δυνάμεως αὐτοῦ ἀπόδειξιν παρεχόμεθα μεγίστην. Ἵνα γὰρ, φησὶν, ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ· καὶ τῆς ἀναστάσεως τεκμήριον ἐκφέρομεν σαφές· Ἵνα γὰρ, φησὶν, ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ἐπειδὴ δὲ μετὰ τούτων εἶπεν, ὅτι καὶ ὁ ἔσω ἡμῶν ἄνθρωπος βελτίων γίνεται οὕτως. Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, φησὶν, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· δεικνὺς πάλιν, ὅτι τοσούτῳ χρήσιμον τοῦτο τὸ μαστίζεσθαι καὶ ἐλαύνεσθαι, ἐπάγει λέγων, ὅτι ὅταν ὁλοσχερῶς τοῦτο γένηται, τότε τὰ μυρία ἀγαθὰ ἀναβλαστήσει τοῖς ταῦτα ὑπομεμενηκόσιν. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι φθείρεται ὁ ἄνθρωπός σου ὁ ἔξω, ἀλγῇς, λέγει ὅτι, ὅταν παντελῶς τοῦτο γένηται, τότε μάλιστα χαρήσῃ, καὶ ἥξεις ἐπὶ βελτίονα λῆξιν. Ὥστε οὐ μόνον ἀλγεῖν οὐ δεῖ, ἐκ μέρους αὐτοῦ φθειρομένου νῦν, ἀλλὰ καὶ τὸ ὅλον τῆς φθορᾶς ταύτης ἐπιζητεῖν· αὕτη γάρ σε μάλιστα εἰς ἀφθαρσίαν ἄγει· διὸ καὶ ἐπήγαγεν, Οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ τὸν περὶ ἀναστάσεως γυμνάζει λόγον πάλιν, εἰς ἣν μάλιστα ἐνόσουν, προσλαμβάνει καὶ τὴν τῶν ἀκουόντων κρίσιν, καὶ οὕτως αὐτὸν κατασκευάζει· ἀλλ' οὐχ ὁμοίως ὡς ἔμπροσθεν, ἀλλ' ὡς ἐξ ἑτέρας ὑποθέσεως εἰς τοῦτο ἐλθών· καὶ γὰρ ἦσαν διορθωθέντες ἤδη· καί φησιν, Οἴδαμεν ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, ὅτι οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Τινὲς μὲν τὴν οἰκίαν τὴν ἐπίγειον τὸν κόσμον τοῦτόν φασιν· ἐγὼ δὲ τὸ σῶμα μᾶλλον ἂν φαίην αὐτὸν αἰνίττεσθαι. Σὺ δέ μοι σκόπει, πῶς διὰ τῶν ὀνομάτων δείκνυσι τὴν ὑπεροχὴν τῶν μελλόντων πρὸς τὰ παρόντα. Εἰπὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐρανίαν· εἰπὼν οἰκίαν σκήνους, καὶ τὸ εὐδιάλυτον καὶ πρόσκαιρον δείξας ἐντεῦθεν, ἀντέθηκε τὴν αἰωνίαν· τὸ γὰρ τῆς σκηνῆς ὄνομα, τὸ πρόσκαιρον πολλάκις δείκνυσι. Διό φησιν, Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δέ που καὶ σκηνὰς καλοίη τῶν ἁγίων τὰς ἀναπαύσεις, οὐχ ἁπλῶς σκηνὰς, ἀλλὰ μετὰ προσθήκης· οὐ γὰρ εἶπεν, Ἵνα δέξωνται εἰς τὰς σκηνὰς αὐτῶν, ἀλλ', Εἰς τὰς αἰωνίους σκηνάς. Εἰπὼν δὲ καὶ Ἀχειροποίητον, ᾐνίξατο τὴν χειροποίητον. Τί οὖν; τὸ σῶμα χειροποίητον; Οὐδαμῶς· ἀλλ' ἢ τὰς οἰκίας ἐνταῦθα αἰνίττεται τὰς χειροποιήτους· ἢ εἰ μὴ τοῦτο, ἀλλ' οἰκίαν σκήνους τὸ σῶμα ἐκάλεσε τὸ ἀχειροποίητον. Οὐ γὰρ πρὸς ἀντιδιαστολὴν τούτου ἀντέθηκεν, ἀλλ' αὔξων τὰ ἐγκώμια, καὶ προστιθεὶς τοὺς ἐπαίνους. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Ποῖον οἰκητήριον; εἰπέ μοι. Τὸ σῶμα τὸ ἄφθαρτον. Καὶ διὰ τί στενάζομεν νῦν; Ἐπειδὴ πολλῷ βέλτιον ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ αὐτό φησι διὰ τὸ ἄφθαρτον. Οὐ γὰρ δὴ ἄνωθεν ἡμῖν κάτεισι σῶμα, ἀλλὰ τὴν ἐκεῖθεν πεμπομένην χάριν δηλοῖ τῷ ὀνόματι τούτῳ. Τοσοῦτον οὖν οὐ δεῖ ἀλγεῖν ἐπὶ τοῖς κατὰ μέρος πειρασμοῖς, ὅτι καὶ τὸ καθολικὸν δεῖ ζητεῖν· ὡσανεὶ ἔλεγε, Στένεις ὅτι διώκῃ, ὅτι φθείρεταί σου ὁ ἄνθρωπος ὁ ἔξω; στέναξον ὅτι οὐ μεθ' ὑπερβολῆς τοῦτο γίνεται, μηδὲ ὁλοκλήρως φθείρεται. Εἶδες πῶς εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, ἀποδείξας, ὅτι ὑπὲρ τούτων δεῖ στενάζειν μὴ γινομένων ὁλοκλήρως, ὑπὲρ ὧν μερικῶς γινομένων ἐστέναζον; Διὰ τοῦτο οὐδὲ σκῆνος αὐτὸ καλεῖ λοιπὸν, ἀλλ' οἰκητήριον· καὶ μάλα εἰκότως. Ἡ μὲν γὰρ σκηνὴ καταλύεται ῥᾳδίως, ἐκεῖνο δὲ μένει διηνεκῶς. Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος, ἐκεῖ παραστησόμεθα, ἀλλὰ καὶ μετὰ τοῦ αὐτοῦ ἀφθάρτου γενομένου. Τινὲς δέ φασιν, ὃ καὶ μάλιστα ἐγκριτέον· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαῤῥῶσι, φησίν· Εἴ γε καὶ ἐνδυσάμενοι· τουτέστιν, ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες· οὐ γυμνοὶ εὑρεθησόμεθα, δόξης καὶ ἀσφαλείας. Ὃ καὶ ἐν τῇ πρὸ ταύτης πρὸς Κορινθίους ἔλεγεν, ὅτι Πάντες μὲν ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· καὶ, Ἔστι σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ' οἱ μὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτιμίᾳ, καὶ οἱ μὲν εἰς βασιλείαν, οἱ δὲ εἰς κόλασιν ἀναστήσονται. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐδήλωσεν εἰπὼν, Εἴ γε ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι.