Ancient Greek
Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-10
Not analysed yet
Ἐνταῦθα πάλιν ὁλοσχερῶς καὶ σαφῶς ἀπέφραξε τὰ στόματα τῶν αἱρετικῶν, δείξας ὅτι οὐ περὶ σώματος ἁπλῶς διαλέγεται ἄλλου καὶ ἄλλου, ἀλλὰ περὶ φθορᾶς καὶ ἀφθαρσίας. Οὐ γὰρ διὰ τοῦτο στενάζομεν, φησὶν, ἵνα τοῦ σώματος ἀπαλλαγῶμεν (τοῦτο γὰρ οὐδὲ ἐκδύσασθαι βουλόμεθα), ἀλλὰ τῆς φθορᾶς τῆς ἐν αὐτῷ σπεύδομεν ἐλευθερωθῆναι. Διό φησιν, Οὐ θέλομεν ἐκδύσασθαι τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀφθαρσίαν. Εἶτα καὶ ἑρμηνεύει αὐτό· Ἵνα καταποθῇ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς. Ἐπειδὴ γὰρ πολλοῖς φορτικὸν εἶναι ἐδόκει τὸ ἀποθέσθαι τὸ σῶμα, καὶ ταῖς ψήφοις ταῖς ἁπάντων ἠναντιοῦτο λέγων, ὅτι Στενάζομεν, οὐ βουλόμενοι αὐτοῦ ἀπαλλαγῆναι; (εἰ γὰρ τοιαῦτα πάσχει, καὶ ὀδύρεται αὐτοῦ ἡ ψυχὴ χωριζομένη, πῶς σὺ λέγεις, φησὶν, ὅτι στενάζομεν, ἐπειδὴ οὐ χωριζόμεθα αὐτοῦ;) ἵν' οὖν μὴ ταῦτα αὐτῷ ἀνθυποφέρηται, οὐδὲ ἐγὼ τοῦτο λέγω, φησὶν, ὅτι διὰ τοῦτο στενάζομεν, ἵνα αὐτὸ ἀποθώμεθα (οὐδεὶς γὰρ ἀλύπως αὐτὸ ἀποτίθεται· ὅπου γε καὶ περὶ Πέτρου φησὶν ὁ Χριστὸς, ὅτι Οἴσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις), ἀλλ' ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρσίαν. Καὶ γὰρ τοῦτό ἐστιν, ᾧ τὸ σῶμα βαρυνόμεθα· οὐχ ὅτι σῶμα, ἀλλ' ὅτι φθαρτὸν περικείμεθα σῶμα καὶ παθητόν· τοῦτο γὰρ ἡμῖν καὶ τὴν λύπην παρέχει· ἀλλὰ ἀναλίσκει καὶ δαπανᾷ τὴν φθορὰν ἡ ζωὴ παραγινομένη, τὴν φθορὰν, οὐ τὸ σῶμα. Καὶ πῶς γίνεται τοῦτο; φησί. Μὴ ζήτει, ὁ Θεὸς ποιεῖ· μὴ περιεργάζου. Διὸ καὶ ἐπήγαγεν, Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο, Θεός. Ἐντεῦθεν δείκνυσι ταῦτα ἄνωθεν προτυπωθέντα. Οὐ γὰρ νῦν τοῦτο ἔδοξεν, ἀλλ' ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡμᾶς ἀπὸ γῆς, καὶ τὸν Ἀδὰμ ἐδημιούργει· οὐκ εἰς τοῦτο δὲ ἐδημιούργει, ἵνα ἀποθάνῃ, ἀλλ' ἵνα καὶ ἀθάνατον ἐργάσηται. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς, καὶ τὴν ἀπόδειξιν παρέχων, ἐπήγαγεν, Ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Καὶ γὰρ καὶ τότε ἐπὶ τούτῳ διέπλασε, καὶ νῦν εἰς τοῦτο κατειργάσατο διὰ τοῦ βαπτίσματος, καὶ τούτου παρέσχεν ἡμῖν ἐνέχυρον οὐ μικρὸν, τὸ Πνεῦμα τὸ ἅγιον. Συνεχῶς δὲ ἀῤῥαβῶνα καλεῖ, ὀφειλέτην αὐτὸν ἀποδεῖξαι βουλόμενος τοῦ παντὸς, καὶ ἀξιοπιστότερον καὶ ἐντεῦθεν τοῖς παχυτέροις καταστῆσαι τὸν λόγον. Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες. Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται· ὡς ἂν εἰ ἔλεγεν, Ἐλαύνει σέ τις καὶ διώκει καὶ ἀναιρεῖ; μὴ καταπέσῃς· ὑπὲρ σοῦ τὸ πᾶν γίνεται· μὴ φοβηθῇς, ἀλλὰ θάῤῥει. Καὶ γὰρ δι' ὃ στενάζεις καὶ ἀλγεῖς, ὅτι φθορᾷ δουλεύεις, τοῦτο ἀναιρεῖ λοιπὸν ἐκ τοῦ μέσου, καὶ ταχύτερόν σε ταύτης ἀπαλλάττει τῆς δουλείας. Διὸ καὶ λέγει, Θαῤῥοῦντες οὖν πάντοτε, οὐχὶ ἐν ταῖς ἀνέσεσιν, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἀποδημοῦμεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἀποδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Τὸ μεῖζον πάντων ὕστερον τέθεικε· τοῦ γὰρ ἄφθαρτον λαβεῖν τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν· μὴ φοβηθῇς· θάῤῥει κατακοπτόμενος. Οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. Διὸ οὐδὲ εἶπεν, Ὄντες ἐν τῷ σώματι, ὡς ἐν ἀλλοτρίᾳ ὄντων καὶ ξένῃ. Εἰδότες οὖν ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἐκδημῆσαι ἀπὸ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Εἶδες πῶς τὰ λυπηρὰ ἀποκρυψάμενος, τὰ ὀνόματα τοῦ θανάτου καὶ τῆς τελευτῆς, τὰ σφόδρα ποθεινὰ ἀντ' αὐτῶν τέθεικεν, ἐνδημίαν αὐτὰ καλῶν πρὸς τὸν Θεόν· καὶ τὰ δοκοῦντα εἶναι γλυκέα ἀφεὶς, τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκδημίαν ἀπὸ Κυρίου τὴν ἐνταῦθα καλέσας ζωήν; Τοῦτο δὲ ἐποίησεν, ἵνα μηδεὶς μήτε τοῖς παροῦσιν ἐμφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλλων τελευτᾷν ἀλύῃ, ἀλλὰ καὶ χαίρῃ, ὡς ἐπὶ μείζονα ἀπιὼν ἀγαθά. Εἶτα ἵνα μηδεὶς εἴπῃ, ἀκούων, ὅτι Ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις, ἀλλοτριούμεθα οὖν αὐτοῦ ἐνταῦθα ὄντες; προδιώρθωσε τοῦτο εἰπὼν, Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐνταῦθα μὲν αὐτὸν ἴσμεν, ἀλλ' οὐχ οὕτω σαφῶς. Ὃ καὶ ἀλλαχοῦ λέγει, Ἐν ἐσόπτρῳ, καὶ, Ἐν αἰνίγματι. Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν. Βαβαὶ, ποῦ τὸν λόγον περιήγαγεν; εἰς ἐπιθυμίαν ἄκραν τελευτῆς, τὸ φορτικὸν ἡδὺ δείξας, καὶ τὸ ἡδὺ φορτικόν· τὸ γὰρ, Εὐδοκοῦμεν, ἐπιθυμοῦμεν, φησί. Τί ἐπιθυμοῦμεν; Ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς Κύριον. Τοῦτο δὲ ἀεὶ ποιεῖ, ὃ καὶ ἔμπροσθεν ἔδειξα, εἰς τἀναντία περιτρέπων τὸν λόγον τῶν ἀντιλεγόντων αὐτῷ. Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι, φησὶν, ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν· τοῦτο γάρ ἐστι τὸ προηγούμενον. Ὥστε ἐντεῦθεν ἤδη τὴν βασιλείαν ἔχεις ἄνευ δοκιμῆς. Ἵνα γὰρ μὴ πάλιν εἰς τοσαύτην ἐλθόντες ἐπιθυμίαν ἀλύωσι πρὸς τὴν μέλλησιν τῆς ἐπιδημίας, ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Τὸ εὐαρέστους εἶναι. Οὐδὲ γὰρ τὸ ἀπελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ τὸ εὐδοκιμοῦντα, δι' ὃ γίνεται καλὸν κἀκεῖνο· οὐδὲ τὸ ἁπλῶς ἐνταῦθα εἶναι βαρὺ, ἀλλὰ τὸ προσκρούοντα.