Ancient Greek
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ, ὡς καὶ προεῖπον, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-14
Not analysed yet
Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον, συστέλλων τὸ τραχὺ τῆς ἐπιτιμήσεως. Ἐπειδὴ γὰρ ἤλεγξε καὶ ἐπέπληξεν, ὡς φιλουμένοις μὲν, οὐχ ὁμοίως δὲ φιλοῦσιν, ἀλλ' ἀποῤῥηγνυμένοις τῆς ἀγάπης τῆς αὐτοῦ καὶ ἑτέροις φθόροις ἀναμιγνυμένοις, πάλιν λεαίνει τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως λέγων, Χωρήσατε ἡμᾶς, τουτέστι, Φιλήσατε ἡμᾶς, καὶ χάριν αἰτεῖ λαβεῖν ἀνεπαχθῆ, καὶ τοῖς παρέχουσι πρὸς τῶν λαμβανόντων λυσιτελῆ. Καὶ οὐκ εἶπε, Φιλήσατε, ἀλλ' ἐλεεινότερον, Χωρήσατε. Τίς ἡμᾶς ἀπήλασε, φησί; τίς ἐξέβαλε τῆς διανοίας τῆς ὑμετέρας; πόθεν στενοχωρούμεθα ἐν ὑμῖν; Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν· ἐνταῦθα αὐτὸ σαφέστερον δηλῶν ἔλεγε, Χωρήσατε ἡμᾶς, καὶ ταύτῃ πάλιν αὐτοὺς ἐφελκόμενος. Οὐδὲν γὰρ οὕτω ποιεῖ φιλίαν, ὡς τὸ μαθεῖν τὸν φιλούμενον ὅτι σφόδρα αὐτοῦ ἐφίεται τῆς ἀγάπης ὁ φιλῶν. Οὐδένα ἠδικήσαμεν. Ὅρα πῶς πάλιν οὐ τίθησι τὰς εὐεργεσίας, ἀλλὰ καὶ ἀνεπαχθέστερον καὶ πληκτικώτερον ἑτέρως τὸν λόγον ποιεῖ. Ἅμα δὲ καὶ αἰνίττεται τοὺς ψευδαποστόλους, Οὐδένα ἠδικήσαμεν, λέγων, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Τί ἐστιν, Ἐφθείραμεν; Τουτέστιν, οὐδένα ἠπατήσαμεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μήποτε, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Οὐδένα ἐπλεονεκτήσαμεν· οὐχ ἡρπάσαμεν, οὐκ ἐπενοήσαμεν. Καὶ οὐ λέγει τέως, Τὰ καὶ τὰ ὠφελήσαμεν, ἀλλ' ἐντρεπτικώτερον ποιῶν τὸν λόγον, Οὐκ ἠδικήσαμεν, φησί· μονονουχὶ λέγων, ὅτι Εἰ καὶ μηδὲν ἦμεν εὐεργετηκότες, οὐδὲ οὕτως ἡμᾶς ἀποστρέφεσθαι ἔδει· οὐδὲ γὰρ οὐ μικρὸν, οὐ μέγα ἔχετε ἡμῖν ἐγκαλεῖν. Εἶτα ἐπειδὴ ᾔσθετο τῆς βαρύτητος, ἐπιδιορθοῦται πάλιν. Καὶ οὔτε ἐσίγησε καθάπαξ· οὐ γὰρ ἂν διανέστησεν· οὔτε ἀδιόρθωτον εἴασε τὸ τραχὺ τοῦ λόγου· ἢ γὰρ ἂν πλέον ἔπληξε. Καὶ τί φησιν; Οὐ πρὸς κατάκρισιν λέγω. Πόθεν δῆλον; Προείρηκα γὰρ, φησὶν, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Μεγίστη φιλία αὕτη, ὅταν καὶ καταφρονούμενος, καὶ συναποθανεῖν αὐτοῖς καὶ συζῇν αἱρῆται. Οὐδὲ γὰρ ἁπλῶς ἐστε ἐν ταῖς καρδίαις ἡμῶν, ἀλλ' οὕτω, φησὶν, ὡς εἶπον. Ἔνι γὰρ καὶ φιλεῖν, καὶ κινδύνους φεύγειν· ἀλλ' οὐχ ἡμεῖς οὕτω. Καὶ ὅρα κἀνταῦθα σύνεσιν ἄφατον. Οὐ γὰρ τὰ γεγενημένα ὑπὲρ αὐτῶν εἶπεν, ἵνα μὴ δόξῃ πάλιν ὀνειδίζειν, ἀλλ' ὑπὲρ τῶν μελλόντων ἐπαγγέλλεται. Ἂν γὰρ συμβῇ, φησὶν, ἐπενεχθῆναι κίνδυνον, πάντα ἕτοιμος ὑπὲρ ὑμῶν παθεῖν, καὶ οὔτε θάνατος, οὔτε ζωή μοί τι καθ' ἑαυτὸ φαίνεται· ἀλλ' ἔνθα ἂν ἦτε ὑμεῖς, τοῦτο ἐμοὶ προτιμότερον, καὶ θάνατος ζωῆς, καὶ ζωὴ θανάτου. Ἀλλὰ τὸ μὲν ἀποθανεῖν δῆλον ὅτι φιλίας, τὸ δὲ ζῇν τίς οὐκ ἂν ἕλοιτο καὶ τῶν μὴ φίλων; Τίνος οὖν ἕνεκεν ὡς μέγα αὐτὸ τίθησι; Ὅτι καὶ σφόδρα μέγα ἐστί. Πολλοὶ μὲν γὰρ κακῶς πράττουσι συναλγοῦσι τοῖς φίλοις, εὐδοκιμοῦσι δὲ οὐκέτι συνήδονται, ἀλλὰ καὶ φθονοῦσιν· ἀλλ' οὐχ ἡμεῖς, ἀλλ' ἄν τε ἐν συμφοραῖς ἦτε, οὐ φοβούμεθα κοινωνῆσαι τῆς δυσημερίας ὑμῖν· ἄν τε καλῶς πράττητε, οὐ βαλλόμεθα τῷ φθόνῳ. Εἶτα ἐπειδὴ συνεχῶς ταῦτα ἔστρεφε λέγων, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, καὶ, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν, καὶ, Χωρήσατε ἡμᾶς, καὶ, Πλατύνθητε καὶ ὑμεῖς, καὶ, Οὐδένα ἠδικήσαμεν, καὶ ἐδόκει πάντα ταῦτα αὐτῶν εἶναι κατάγνωσις· ὅρα πῶς καὶ ἑτέρως τὸ βαρὺ τοῦτο παραμυθεῖται λέγων, Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς. Διὰ τοῦτο τοιαῦτα τολμῶ, φησὶν, οὐ πρὸς κατάκρισιν λέγων, ἀλλὰ διὰ τὴν πολλὴν παῤῥησίαν· ὃ καὶ ἀνωτέρω δηλῶν ἔλεγε, Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπειδὴ ταῦτα λέγω, ὡς κατεγνωκὼς ὑμῶν καθάπαξ λέγω· σφόδρα γὰρ ἐφ' ὑμῖν καλλωπίζομαι καὶ καυχῶμαι· ἀλλὰ καὶ κηδόμενος, καὶ βουλόμενος ἐπιδοῦναι μειζόνως ὑμᾶς πρὸς ἀρετήν· ὃ καὶ τοῖς Ἑβραίοις μετὰ πολλὴν ἐπιτίμησιν ἔλεγε· Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν, εἰς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους. Οὕτω δὴ καὶ ἐνταῦθα, Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. Πρὸς ἑτέρους καυχώμεθα, φησὶν, ὑπὲρ ὑμῶν. Εἶδες πῶς παρεμυθήσατο γνησίως; Καὶ οὐχ ἁπλῶς καυχῶμαι, φησὶν, ἀλλὰ καὶ σφόδρα. Ἐπήγαγε γοῦν λέγων, ὅτι Πεπλήρωμαι τῇ παρακλήσει. Ποίᾳ παρακλήσει; Τῇ παρ' ὑμῶν, ὅτι διορθωθέντες, διὰ τῶν ἔργων παρεκαλέσατέ με. Τοῦτο φιλοῦντός ἐστι, καὶ ἐγκαλεῖν ὑπὲρ τοῦ μὴ φιλεῖσθαι καὶ δεδοικέναι μὴ, πέρα τοῦ μέτρου ἐγκαλέσας, λυπήσῃ. Διὰ τοῦτό φησι, Πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ.