Ancient Greek
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ, ὡς καὶ προεῖπον, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-14
Not analysed yet
Ἀλλὰ ταῦτα δοκεῖ, φησὶν, ἐναντία εἶναι τοῖς πρώτοις. Ἀλλ' οὐκ ἔστιν, ἀλλὰ καὶ σφόδρα συμβαίνοντα. Ταῦτα γὰρ ἐκεῖνα εὐπαράδεκτα ποιεῖ, καὶ ὁ διὰ τούτων ἔπαινος τὴν ἀπὸ τῶν ἐλέγχων ἐκείνων ὠφέλειαν γνησιωτέραν ἐργάζεται, ὑποκλέπτων αὐτῶν τὸ ὀδυνηρόν. Διὸ καὶ σφόδρα γνησίως κέχρηται τοῖς ῥήμασι τούτοις, καὶ φιλοτίμως. Οὐδὲ γὰρ εἶπε, Πεπλήρωμαι τῇ χαρᾷ, ἀλλὰ, Περισσεύομαι· μᾶλλον δὲ, οὐδὲ περισσεύομαι, ἀλλὰ, Ὑπερπερισσεύομαι, κἀντεῦθεν πάλιν δεικνὺς τὸν πόθον, ὅτι κἂν οὕτω φιλῆται, ὡς χαίρειν καὶ ἀγάλλεσθαι, οὐδέπω ἡγεῖται φιλεῖσθαι, ὡς φιλεῖσθαι χρὴ, οὐδὲ τὸ πᾶν εἰληφέναι· οὕτως ἀκόρεστος τῷ σφόδρα φιλεῖν αὐτοὺς ἦν. Τὸ γὰρ παρὰ τῶν ἐρωμένων ὁπωσοῦν φιλεῖσθαι, πολλὴν φέρει τὴν χαρὰν διὰ τὸ σφόδρα αὐτοὺς φιλεῖν. Ὥστε τοῦτο πάλιν τῆς αὐτοῦ ἀγάπης σημεῖον ἦν. Καὶ ἐπὶ μὲν τῆς παρακλήσεώς φησι, Πεπλήρωμαι· ἀπέλαβον ὅπερ ὠφείλετό μοι· ἐπὶ δὲ τῆς χαρᾶς, Ὑπερπερισσεύομαι· τουτέστιν, Ἠθύμησα πρὸς ὑμᾶς, ἀλλ' ἀπελογήσασθε ἀρκούντως, καὶ παρεμυθήσασθε· οὐδὲ γὰρ μόνον ἀνείλετέ μοι τὴν ὑπόθεσιν τῆς λύπης, ἀλλὰ καὶ χαρὰν ἐποιήσατε πλείονα. Εἶτα δηλῶν αὐτῆς τὸ μέγεθος, οὐ τούτῳ μόνον δείκνυσιν αὐτὸ, τῷ εἰπεῖν, ὅτι Ὑπερπερισσεύομαι τῇ χαρᾷ, ἀλλὰ καὶ τῷ ἐπαγαγεῖν, Ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Τοσαύτη γὰρ ἦν ἡ δι' ὑμᾶς ἡμῖν ἡδονὴ γενομένη, ὡς μηδὲ τοσαύτῃ ἀμαυρωθῆναι θλίψει, ἀλλὰ τῇ περιουσίᾳ τοῦ οἰκείου μεγέθους περιγενέσθαι τῶν καταλαβόντων ἡμᾶς λυπηρῶν, καὶ μὴ ἀφεῖναι αἴσθησιν ἡμᾶς αὐτῶν λαβεῖν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπε, Τῇ θλίψει, λέγει καὶ ποταπῇ θλίψει, καὶ ἐπαίρει ταύτην τῷ λόγῳ, ἵνα δείξῃ μεγάλην οὖσαν τὴν ἐκ τούτων παραμυθίαν καὶ χαρὰν, εἴ γε τοσαύτην ἀπεκρούσατο ὀδύνην. Ἀλλ' ἐν παντὶ θλιβόμενοι. Πῶς ἐν παντί; Ἔξωθεν μάχαι, παρὰ τῶν ἀπίστων· Ἔσωθεν φόβοι, διὰ τοὺς ἀσθενεῖς τῶν πιστῶν, μὴ παρασυρῶσιν. Οὐδὲ γὰρ παρὰ Κορινθίοις μόνον τοιαῦτα συνέβαινεν, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ἐπὶ τῇ παρουσίᾳ Τίτου. Ἐπειδὴ γὰρ μεγάλα αὐτοῖς ἐμαρτύρησεν εἰπὼν, ἵνα μὴ δόξῃ κολακεύειν, μάρτυρα παράγει Τίτον τὸν ἀδελφὸν, ὃς παρ' αὐτῶν ἀφίκετο πρὸς τὸν Παῦλον μετὰ τὴν προτέραν ἐπιστολὴν διηγούμενος αὐτῷ τὰ τῆς αὐτῶν διορθώσεως. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ μέγα τίθεται τὴν παρουσίαν Τίτου. Καὶ γὰρ ἔμπροσθέν φησιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· καὶ ἐνταῦθα πάλιν, Ἐπὶ τῇ παρουσίᾳ Τίτου παρεκλήθημεν, φησί. Καὶ γὰρ βούλεται ἀξιόπιστον αὐτοῖς καταστῆσαι τὸν ἄνδρα, καὶ φίλον σφόδρα ποιῆσαι. Καὶ ὅρα πῶς ἀμφότερα κατασκευάζει. Τῷ μὲν γὰρ εἰπεῖν, Οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τὸ μέγεθος αὐτοῦ δείκνυσι τῆς ἀρετῆς· τῷ δὲ εἰπεῖν, ὅτι Ἐπὶ τῇ θλίψει ἡμῶν ἡ παρουσία αὐτοῦ ἤρκεσεν εἰς παραμυθίαν, οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑμῖν, οἰκειοῖ τοῖς Κορινθίοις τὸν ἄνδρα. Οὐδὲν γὰρ οὕτω φιλίας ποιεῖ καὶ συγκροτεῖ, ὡς τὸ δεξιόν τι καὶ ὑγιὲς περί τινος εἰπεῖν· ὃ καὶ Τίτῳ μαρτυρεῖ λέγων, ὅτι Παραγενόμενος ἐπτέρωσεν ἡμᾶς ὑπὸ τῆς ἡδονῆς· τοιαῦτα περὶ ὑμῶν ἀπήγγειλε. Διὰ τοῦτο ἡ παρουσία αὐτοῦ ηὔφρανεν ἡμᾶς. Οὐ γὰρ μόνον ἐν τῇ παρουσίᾳ αὐτοῦ ἥσθημεν, ἀλλὰ καὶ ἐπὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑμῖν. Καὶ πῶς παρεκλήθη; Διὰ τῆς ἀρετῆς ὑμῶν, διὰ τῶν κατορθωμάτων· διὸ καὶ ἐπάγει, Ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ. Ταῦτα αὐτὸν ηὔφρανε, φησὶ, ταῦτα παρεκάλεσεν. Εἶδες πῶς καὶ αὐτὸν δείκνυσιν αὐτῶν σφοδρὸν ἐραστὴν, εἴ γε τὴν ἐκείνων εὐδοκίμησιν οἰκείαν παράκλησιν εἶναι ἡγεῖται, καὶ ὡς ἐπ' οἰκείοις ἀγαθοῖς ἐλθὼν ἐκαυχᾶτο παρὰ Παύλῳ; Καὶ ὅρα πῶς αὐτὰ θερμῶς ἀπαγγέλλει· Τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον. Εἰκὸς γὰρ αὐτοὺς πενθεῖν καὶ ἀλγεῖν, τί οὕτως ἐδυσχέρανεν ὁ μακάριος Παῦλος, τί τοσοῦτον ἀπέστη χρόνον. Διὸ οὐδὲ ἁπλῶς εἶπε δάκρυα, ἀλλ' Ὀδυρμὸν, οὐδὲ ἐπιθυμίαν, ἀλλ' Ἐπιπόθησιν, οὐδὲ ὀργὴν, ἀλλὰ Ζῆλον, καὶ ζῆλον πάλιν τὸν ὑπὲρ αὐτοῦ, τὸν ἐκ τοῦ πεπορνευκότος, τὸν ἐκ τῶν κατηγορούντων. Ἐπυρώθητε γὰρ, φησὶ, καὶ ἐξεκάητε δεξάμενοί μου τὰ γράμματα. Διὰ ταῦτα περισσεύει τῇ χαρᾷ, διὰ ταῦτα πεπλήρωται τῇ παρακλήσει, ὅτι αὐτῶν καθήψατο. Ἐμοὶ δὲ δοκεῖ ταῦτα οὐ πρὸς παραμυθίαν τῶν ἔμπροσθεν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ εἰς προτροπὴν τῶν κατωρθωκότων αὐτά. Καὶ γὰρ εἰ καὶ τοῖς ἔμπροσθεν ἐγκλήμασιν εἶναί τινας ὑπευθύνους ἡγοῦμαι, καὶ τῶν ἐπαίνων τούτων ἀναξίους· ἀλλ' ὅμως αὐτοὺς οὐ διαιρεῖ, ἀλλὰ κοινὰ τίθησι καὶ τὰ ἐγκώμια καὶ τὰ ἐγκλήματα, διδοὺς τῷ συνειδότι τῶν ἀκουόντων ἐπιλέξασθαι τὰ οἰκεῖα. Οὕτω γὰρ κἀκεῖνα ἀνεπαχθῆ ἐγίνετο, καὶ ταῦτα εἰς ζῆλον ἦγε πολύν.