Ancient Greek
Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-2
Not analysed yet
Εἰπὼν μίαν καὶ πρώτην παρακλήσεως καὶ παραμυθίας ἀφορμὴν (αὕτη δὲ ἦν τὸ τῷ Χριστῷ κοινωνεῖν), τίθησι καὶ δευτέραν ταύτην ἥν φησιν. Ἔστι δὲ αὕτη, τὸ αὐτῶν τῶν μαθητευομένων ἐντεῦθεν κατασκευάζεσθαι τὴν σωτηρίαν. Μὴ τοίνυν καταπέσητε, φησὶν, ἐπειδὴ θλιβόμεθα, μηδὲ θορυβηθῆτε καὶ δείσητε· καὶ γὰρ δι' αὐτὸ τοῦτο μᾶλλον ἂν εἴη δίκαιον ὑμᾶς θαῤῥεῖν. Εἰ γὰρ μὴ ἐθλιβόμεθα, πάντας ἂν ὑμᾶς ταῦτα ἀπώλεσε. Πῶς καὶ τίνα τρόπον; Ὅτι εἰ μαλακισθέντες καὶ τὰ δεινὰ δείσαντες, μὴ ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ὥστε μαθεῖν τὴν ἀληθῆ γνῶσιν, ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα. Εἶδες πάλιν Παύλου τὴν βίαν καὶ τὴν φιλονεικίαν; ἀφ' ὧν ἐθορυβοῦντο, ἀπὸ τούτων αὐτοὺς παραμυθεῖται. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται τὰ τῶν διωγμῶν τῶν ἡμετέρων, φησὶ, τοσούτῳ μᾶλλον ἐπιδιδόναι δεῖ τὰ τῆς χρηστῆς ἐλπίδος ὑμῖν· ἐπειδὴ καὶ τοσούτῳ μᾶλλον αὔξεται τὰ τῆς σωτηρίας τῆς ὑμετέρας, καὶ τὰ τῆς παρακλήσεως. Τί γὰρ ἴσον εἰς παρακλήσεως λόγον τοῦ τοσούτων ἐπιτυχεῖν ἀγαθῶν διὰ τοῦ κηρύγματος; Εἶτα ἵνα μὴ δόξῃ εἰς ἑαυτὸν μόνον τὸ ἐγκώμιον περιιστᾷν, ὅρα πῶς καὶ ἐκείνους ποιεῖ τῶν ἐπαίνων τούτων κοινωνούς. Εἰπὼν γὰρ, Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, ἐπήγαγε, Τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. Σαφέστερον μὲν οὖν αὐτὸ τίθησιν ὕστερον λέγων οὕτως· ὅτι Ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως· ἐνταῦθα δὲ τέως αὐτὸ ᾐνίξατο εἰπὼν, Τῶν αὐτῶν παθημάτων, καὶ κοινώσας τὸν λόγον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχ ἡμῶν ἔργον ἡ ὑμετέρα σωτηρία μόνον, ἀλλὰ καὶ ὑμῶν αὐτῶν. Καὶ γὰρ καὶ ἡμεῖς κηρύττοντες θλιβόμεθα, καὶ ὑμεῖς δεχόμενοι τὸν λόγον, τὰ αὐτὰ πάσχετε· ἡμεῖς μὲν, ἵνα μεταδῶμεν ἅπερ ἐλάβομεν· ὑμεῖς δὲ, ἵνα τὸ διδόμενον δέξησθε, καὶ μὴ ἀποβάλητε. Τί τοίνυν ἴσον τῆς ταπεινοφροσύνης ταύτης γένοιτ' ἂν, ὅταν καὶ τοὺς τοσοῦτον αὐτοῦ ἀποδέοντας, εἰς τὸ αὐτὸ ἀξίωμα τῆς ὑπομονῆς ἀνάγῃ; Τῆς ἐνεργουμένης γὰρ, φησὶν, ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων. Οὐ γὰρ διὰ τοῦ πιστεῦσαι μόνον ἡ σωτηρία ὑμῶν γίνεται, ἀλλὰ καὶ διὰ τοῦ πάσχειν τὰ αὐτὰ ἡμῖν καὶ ὑπομένειν. Καθάπερ γὰρ παγκρατιαστὴς θαυμαστὸς μὲν ἔστι, καὶ φαινόμενος καὶ εὐεκτῶν καὶ τὴν τέχνην ἔχων ἐν ἑαυτῷ, ὅταν δὲ ἐνεργῇ καὶ φέρῃ πληγὰς καὶ πλήττῃ τὸν ἀντίπαλον, τότε μάλιστα ἀπολάμπει, ἐπειδὴ καὶ τότε μάλιστα ἐνεργεῖται αὐτοῦ ἡ εὐεξία, καὶ διαδείκνυται τῆς τέχνης ἡ δοκιμή· οὕτω δὴ καὶ ἡ σωτηρία ὑμῶν τότε ἐνεργεῖται μειζόνως, τουτέστι, δείκνυται, αὔξεται, ἐπιτείνεται, ὅταν ὑπομονὴν ἔχῃ, ὅταν πάσχῃ καὶ γενναίως ἅπαντα φέρῃ. Ἄρα ἐνέργεια σωτηρίας, οὐ τὸ ποιεῖν κακῶς, ἀλλὰ τὸ πάσχειν κακῶς. Καὶ οὐκ εἶπε, Τῆς ἐνεργούσης, ἀλλὰ, Τῆς ἐνεργουμένης, δεικνὺς ὅτι μετὰ τῆς αὐτῶν προθυμίας καὶ ἡ χάρις πολλὰ εἰσέφερεν ἐνεργοῦσα ἐν αὐτοῖς. Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν. Τουτέστιν, ὅτι Κἂν μυρία πάσχητε δεινὰ, θαῤῥοῦμεν ὅτι οὐ περιτραπήσεσθε, οὔτε ἐπὶ τοῖς ὑμετέροις διωγμοῖς. Τοσοῦτον γὰρ ἀπέχομεν ὑποπτεύειν ὑμᾶς, ἐφ' οἷς αὐτοὶ πάσχομεν, ὡς θορυβουμένους, ὅτι ἡνίκα ἂν αὐτοὶ κινδυνεύητε, καὶ τότε θαῤῥοῦμεν. Εἶδες ὅση γέγονεν αὐτῶν ἐπίδοσις ἀπὸ τῆς προτέρας Ἐπιστολῆς; Πολὺ γὰρ μείζονα αὐτοῖς ἐμαρτύρησε Μακεδόνων, οὓς ἐπαίρει καὶ ἐγκωμιάζει πανταχοῦ τῆς Ἐπιστολῆς ἐκείνης. Ὑπὲρ μὲν γὰρ ἐκείνων δέδοικε, καί φησιν· Ἐπέμψαμεν ὑμῖν Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως, εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα· καὶ πάλιν, Διὰ τοῦτο μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Περὶ δὲ τούτων οὐδὲν τοιοῦτόν φησιν, ἀλλὰ καὶ τοὐναντίον, ὅτι Ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν. Εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὅτι μὲν γὰρ δι' αὐτοὺς ἐθλίβοντο οἱ ἀπόστολοι, ἀπέδειξεν εἰπὼν, ὅτι Εἴτε θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας. Βούλεται δὲ δεῖξαι, ὅτι καὶ δι' αὐτοὺς παρεκαλοῦντο. Εἶπε μὲν οὖν αὐτὸ καὶ ἀνωτέρω, εἰ καὶ ἀδιορίστως· Εὐλογητὸς γὰρ, φησὶν, ὁ Θεὸς ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει. Λέγει δὲ αὐτὸ καὶ ἐνταῦθα πάλιν ἑτέρως, σαφέστερόν τε καὶ θεραπευτικώτερον. Εἴτε γὰρ παρακαλούμεθα, φησὶν, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ παράκλησις ἡμῶν, ὑμῶν γίνεται παραψυχὴ, καὶ χωρὶς τοῦ διὰ λόγου παρακαλεῖν ὑμᾶς. Ἂν μικρὸν ἀναπνεύσωμεν μόνον ἡμεῖς, ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ὑμῖν· κἂν αὐτοὶ παρακληθῶμεν, ὑμετέρα τοῦτο παράκλησις γίνεται. Ὥσπερ γὰρ τὰ παθήματα τὰ ἡμέτερα ὑμέτερα εἶναι νομίζετε· οὕτω καὶ τὴν παράκλησιν τὴν ἡμετέραν ὑμετέραν ἡγεῖσθε. Οὐ γὰρ δήπου ἐν τοῖς δυσχερέσι κοινωνοῦντες, ἐν τοῖς χρηστοτέροις οὐ κοινωνήσετε. Εἰ τοίνυν ἐν πᾶσι κοινωνεῖτε, καὶ ἐν θλίψει καὶ ἐν παρακλήσει· οὐδὲν ἡμῖν ἐγκαλέσετε ὑπὲρ τῆς μελλήσεως καὶ τῆς βραδύτητος ταύτης· καὶ γὰρ θλιβόμεθα ὑπὲρ ὑμῶν, καὶ παρακαλούμεθα δι' ὑμᾶς. Ἵνα γὰρ μή τις νομίσῃ βαρὺ τὸ εἰπεῖν, ὅτι Δι' ὑμᾶς ταῦτα πάσχομεν, λέγει ὅτι Καὶ δι' ὑμᾶς παρακαλούμεθα· καὶ οὔτε μόνοι κινδυνεύομεν ἡμεῖς· καὶ γὰρ καὶ ὑμεῖς κοινωνοί ἐστε τῶν αὐτῶν παθημάτων, φησίν.