Ancient Greek
Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-2
Not analysed yet
Ὥστε καὶ τὸ κοινωνοὺς αὐτοὺς λαβεῖν τῶν κινδύνων, καὶ τῆς παρακλήσεως αὐτῶν αὐτοῖς ἀναθεῖναι τὴν αἰτίαν, καταπραΰνειν τὸν λόγον. Ἄν τε οὖν ἐπιβουλευώμεθα, θαῤῥεῖτε· ἵνα γὰρ ἡ πίστις ὑμῶν δυνατωτέρα γίνηται, τοῦτο ὑπομένομεν· κἂν παρακαλώμεθα, ὑμεῖς ἐναβρύνεσθε καὶ τούτῳ· καὶ γὰρ δι' ὑμᾶς τούτων ἀπολαύομεν, ὥστε κἀντεῦθεν ὑμῖν γενέσθαι τινὰ παραμυθίαν κοινωνοῦσιν ἡμῖν τῆς ἡδονῆς. Καὶ ὅτι τοῦτον λέγει τὸν τρόπον τῆς παρακλήσεως νῦν, ὃν ἐκαρποῦτο, οὐ διὰ τοῦ παρακαλεῖσθαι παρ' αὐτῶν μόνον, ἀλλὰ καὶ διὰ τοῦ μανθάνειν αὐτοὺς ἐν ἀνέσει ὄντας, ἄκουσον τῶν ἑξῆς, δι' ὧν αὐτὸ ἐξεκάλυψεν εἰπών· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὥσπερ γὰρ διωκομένων ἡμῶν ἀλγεῖτε, ὡς αὐτοὶ τοῦτο πάσχοντες· οὕτως ἴσμεν ὅτι καὶ παρακαλουμένων, αὐτοὶ τούτων παραπολαύειν νομίζετε. Τί ταύτης ταπεινοφρονέστερον τῆς ψυχῆς; ὃς ἐν μὲν τοῖς κινδύνοις τοσοῦτον πλεονεκτῶν, κοινωνοὺς καλεῖ τοὺς οὐδὲ τὸ πολλοστὸν αὐτῶν ὑπομένοντας· ἐν δὲ τῇ παρακλήσει τὴν αἰτίαν ἅπασαν ἐκείνοις λογίζεται, οὐ τοῖς οἰκείοις πόνοις. Εἶτα, ἐπειδὴ περὶ θλίψεων ἀδιορίστως ἔλεγε, λέγει λοιπὸν καὶ τὸν τόπον, καθ' ὃν ταῦτα ὑπέμενον· Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Ταῦτα δὲ λέγομεν, φησὶν, ἵνα μὴ ἀγνοῆτε τὰ συμβάντα ἡμῖν. Καὶ γὰρ βουλόμεθα ὑμᾶς εἰδέναι τὰ ἡμέτερα, καὶ σφόδρα τοῦτο ἐσπουδάκαμεν· ὅπερ μέγιστον ἀγάπης σημεῖόν ἐστι. Τοῦτο δὲ καὶ ἐν τῇ προτέρᾳ ἦν Ἐπιστολῇ προμηνύσας, καὶ εἰπὼν, ὅτι Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ οἱ ἀντικείμενοι πολλοὶ ἐν τῇ Ἐφέσῳ. Ἐκείνων οὖν αὐτοὺς ἀναμιμνήσκων, καὶ διηγούμενος ὅσα ἔπαθε, φησίν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Τοῦτο δὲ καὶ Ἐφεσίοις ἐπιστέλλων ἔλεγε· Τυχικὸν γὰρ ἀποστείλας πρὸς αὐτοὺς, ταύτην ἔφη τῆς ἀποδημίας εἶναι τὴν αἰτίαν αὐτῷ· διὸ καὶ ἔλεγεν· Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Καὶ ἐν ἄλλαις δὲ Ἐπιστολαῖς αὐτὸ τοῦτο ποιεῖ. Καὶ οὐκ ἔστι παρέλκον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον· τοῦτο μὲν διὰ τὴν ἀγάπην, ἣν σφόδρα περὶ τοὺς μαθητὰς εἶχε, τοῦτο δὲ διὰ τοὺς συνεχεῖς πειρασμοὺς, ἐν οἷς μεγίστη ἦν παραμυθία τὸ τὰ ἀλλήλων εἰδέναι, ὥστε καὶ λυπηρῶν ὄντων παρασκευάζεσθαι καὶ ἐναγωνίους εἶναι καὶ ἀσφαλεστέρους, καὶ χρηστῶν ὄντων συνήδεσθαι. Ἐνταῦθα μέντοι καὶ ἀπαλλαγὴν καὶ ἐπαγωγὴν μηνύει πειρασμῶν λέγων· Ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· καθάπερ φορτίῳ τινὶ μεγάλῳ βαπτιζόμενον πλοῖον. Καὶ δοκεῖ μὲν ἕν τι εἰρηκέναι, εἰπὼν, Καθ' ὑπερβολὴν, καὶ, Ὑπὲρ δύναμιν· οὐκ ἔστι δὲ ἓν, ἀλλὰ δύο ταῦτα. Ἵνα γὰρ μή τις λέγῃ, Τί γὰρ, εἰ καθ' ὑπερβολὴν μὲν ὁ κίνδυνος ἦν, ὑμῖν δὲ οὐ μέγας ἦν; ἐπήγαγεν, ὅτι Καὶ μέγας ἦν καὶ τὴν δύναμιν ἐνίκα τὴν ἡμετέραν, καὶ οὕτως ἐνίκα, ὡς ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν, τουτέστι, μηδὲ προσδοκῆσαι λοιπὸν ἡμᾶς ζῇν. Ὅπερ ὁ Δαυῒδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας καὶ σκιὰν θανάτου, τοῦτο δὴ καὶ αὐτός φησιν, ὅτι Κίνδυνον ὑπεμείναμεν πάντως θάνατον τί κτοντα. Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Τί ἐστι, Τὸ ἀπόκριμα τοῦ θανάτου; Τὴν ψῆφον, τὴν κρίσιν, τὴν προσδοκίαν. Τοιαύτην γὰρ ἠφίει τὰ πράγματα φωνὴν, τοιαύτην ἀπόκρισιν ἐδίδου τὰ συμβάντα, ὅτι ἀποθανούμεθα πάντως. Οὐ μὴν μέχρι τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ἡμετέρας. Ἡ μὲν γὰρ τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐξελθεῖν, ἀλλ' ἐν τῇ διανοίᾳ μόνῃ τῇ ἡμετέρᾳ καὶ ἐν τῇ προσδοκίᾳ τοῦτο συμβῆναι συνεχώρησε· διό φησιν· Ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, οὐκ ἐν τῇ πείρᾳ. Καὶ τίνος ἕνεκεν συνεχώρησε τοσοῦτον κίνδυνον, ὡς ἀπελπίσαι ἡμᾶς καὶ ἀπογνῶναι; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ.