Ancient Greek
Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-20
Not analysed yet
Μάλιστα ἄν τις ἐκ τούτου θαυμάσειε τὴν Παύλου σύνεσιν, ὅτι προτρέψας ἀπὸ τῶν πνευματικῶν, ἀπὸ τῶν σαρκικῶν, καὶ ἐν τῇ ἀντιδόσει πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, ἑκατέρας τιθεὶς τὰς ἀμοιβάς. Τὸ μὲν οὖν, Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, πνευματικῆς ἐστιν ἀμοιβῆς· τὸ δὲ, Πληθύναι τὸν σπόρον ὑμῶν, σαρκικῆς ἀντιδόσεως. Ἀλλ' ὅμως οὐχ ἵσταται ἐνταῦθα, ἀλλὰ καὶ πάλιν ἐπὶ τὰ πνευματικὰ μεταβαίνει, συνεχῶς παράλληλα αὐτὰ τιθείς· καὶ γὰρ τὸ, Αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν, πνευματικόν. Ταῦτα δὲ ποιεῖ καὶ ποικίλλει τὸν λόγον, τὸν ἄνανδρον ἐκείνων καὶ βλακώδη λογισμὸν πρόῤῥιζον ἀνασπῶν, καὶ τῆς πενίας τὸν φόβον ἐκλύων πολλαχόθεν, καὶ ἀπὸ τοῦ παραδείγματος τούτου τοῦ νῦν. Εἰ γὰρ καὶ τοῖς τὴν γῆν σπείρουσι δίδωσιν ὁ Θεὸς, εἰ τοῖς τὸ σῶμα τρέφουσι παρέχει τὴν ἀφθονίαν, πολλῷ μᾶλλον τοῖς τὸν οὐρανὸν γεωργοῦσι, τοῖς τῆς ψυχῆς ἐπιμελουμένοις· καὶ γὰρ ταῦτα βούλεται μᾶλλον προνοίας ἀπολαύειν. Ἀλλὰ συλλογιστικῶς μὲν αὐτὸ οὐ τίθησιν, οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς μέρει, ὁμοῦ καὶ τὸν συλλογισμὸν φανερὸν ποιῶν, καὶ μᾶλλον αὐτοὺς εἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινομένων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης· Χορηγήσαι γὰρ, φησὶν, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν. Πάλιν κἀνταῦθα τὴν δαψίλειαν αἰνίττεται ἀνυπόπτως· τὸ γὰρ, Πληθύναι καὶ αὐξήσαι, τοῦτό ἐστιν ἐνδεικνυμένου· ὁμοῦ δὲ καὶ τῶν ἀναγκαίων πλέον οὐδὲν ἀφίησιν ἐπιζητεῖν, Ἄρτον, εἰπὼν, εἰς βρῶσιν. Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ μάλιστα ἔστι θαυμάσαι, ὃ καὶ ἔμπροσθεν κατεσκεύασεν, ὅτι ἐν μὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐν δὲ τοῖς πνευματικοῖς πολλὴν τὴν περιουσίαν συμβουλεύει ποιεῖσθαι. Διὸ καὶ ἀνωτέρω ἔλεγεν, Ἵνα αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καὶ ἐνταῦθα, Ὁ ἐπιχορηγῶν ἄρτον εἰς βρῶσιν, πληθύναι τὸν σπόρον ὑμῶν· τουτέστι, τὸν πνευματικόν. Οὐδὲ γὰρ ἁπλῶς ἐλεημοσύνην αἰτεῖ, ἀλλὰ τὴν μετὰ δαψιλείας. Διὸ καὶ σπόρον αὐτὸ συνεχῶς καλεῖ. Καθάπερ γὰρ ὁ σῖτος καταβαλλόμενος κομῶντα τὰ λήϊα δείκνυσι· οὕτω καὶ ἡ ἐλεημοσύνη πολλὰ τὰ δράγματα τῆς δικαιοσύνης ἐργάζεται, καὶ δείκνυσιν ἄφατα τὰ γεννήματα. Ἐπευξάμενος δὲ αὐτοῖς εὐθηνίαν τοσαύτην, δείκνυσι πάλιν ποῦ ταύτην δαπανᾷν χρὴ, λέγων. Ἵνα ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐχ ἵνα εἰς τὰ μὴ δέοντα ἀναλίσκητε, ἀλλ' εἰς ἐκεῖνα, ἃ πολλὴν φέρει τῷ Θεῷ τὴν εὐχαριστίαν. Καὶ γὰρ μεγάλων ἡμᾶς κυρίους ἐποίησεν ὁ Θεός· καὶ τὰ ἐλάττονα ἑαυτῷ ἀφεὶς, ἡμῖν τῶν μειζόνων παρεχώρησε. Τῆς μὲν γὰρ αἰσθητῆς τροφῆς αὐτὸς κύριος, τὴν δὲ νοητὴν ἡμῖν ἐπέτρεψε· καὶ γὰρ ἡμεῖς κύριοι τὰ λήϊα ἡμῶν δεῖξαι κομῶντα. Οὐδὲ γὰρ ὑετῶν δεῖται καὶ ὡρῶν κράσεως, καὶ προαιρέσεως μόνης, καὶ πρὸς αὐτὸν τρέχει τὸν οὐρανόν. Ἁπλότητα δὲ ἐνταῦθα τὴν δαψίλειαν καλεῖ, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐλεημοσύνη μόνον ἐστὶ τὸ γινόμενον, ἀλλὰ καὶ εὐχαριστίας πολλῆς ὑπόθεσις· μᾶλλον δὲ οὐκ εὐχαριστίας μόνον, ἀλλὰ καὶ ἑτέρων πλειόνων. Καὶ τίθησιν αὐτὰ προϊὼν, ἵνα δείξας πολλὰ ὄντα τὰ κατορθούμενα, ἐντεῦθεν προθυμοτέρους ἐργάσηται. Τίνα οὖν ἐστι τὰ πολλά; Ἄκουσον αὐτοῦ λέγοντος· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς, καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ' ὑμῖν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πρῶτον τὰ ὑστερήματα τῶν ἁγίων οὐ μόνον πληροῦτε, ἀλλὰ καὶ περισσεύετε, τουτέστι, καὶ πλέον τῆς χρείας αὐτοῖς παρέχετε· εἶτα δι' αὐτῶν εὐφημίαν ἀναπέμπετε τῷ Θεῷ· δοξάζουσι γὰρ αὐτὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν. Ἵνα γὰρ μὴ δείξῃ αὐτοὺς διὰ τοῦτο εὐχαριστοῦντας μόνον, διὰ τὸ λαβεῖν λέγω, ὅρα πῶς ὑψηλοὺς αὐτοὺς ποιεῖ· ὅπερ αὐτός φησι πρὸς Φιλιππησίους, ὅτι Οὐκ ἐπιζητῶ τὰ δόματα, καὶ τούτοις μαρτυρῶ τὸ αὐτό. Χαίρουσι μὲν γὰρ, ὅτι τὰ ὑστερήματα αὐτῶν ἀναπληροῦτε, καὶ τὴν πτωχείαν αὐτῶν παραμυθεῖσθε· πολλῷ δὲ πλέον, ὅτι οὕτως ὑποτεταγμένοι ἐστὲ τῷ Εὐαγγελίῳ· οὗ σημεῖον τοῦτό ἐστι, τὸ οὕτω δαψιλῶς εἰσφέρειν. Τοῦτο γὰρ τὸ Εὐαγγέλιον ἐπιτάττει. Καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας. Καὶ διὰ τοῦτο δοξάζουσι, φησὶ, τὸν Θεὸν, ὅτι οὕτως ἐστὲ φιλότιμοι, οὐκ εἰς ἐκείνους μόνον, ἀλλὰ καὶ εἰς πάντας. Τοῦτο δὲ πάλιν ἐγκώμιον ἐκείνων γίνεται, τὸ καὶ ὑπὲρ τῶν ἑτέροις διδομένων εὐχαριστεῖν. Οὐ γὰρ τὰ ἑαυτῶν κοσμοῦσι μόνον, φησὶν, ἀλλὰ καὶ τὰ ἑτέρων, καίτοι γε ἐν ἐσχάτῃ ὄντες πενίᾳ· ὃ πολλῆς αὐτῶν ἀρετῆς ἐστι σημεῖον. Οὐδὲν γὰρ οὕτω ζηλότυπον, ὡς τὸ τῶν πτωχευομένων γένος. Ἀλλ' ἐκεῖνοι καθαροὶ τούτου τοῦ πάθους εἰσὶ, τοσοῦτον ἀπέχοντες ἀλγεῖν ἐφ' οἷς ἑτέροις μεταδίδοτε, ὅτι καὶ χαίρουσιν οὐχ ἧττον, ἢ ἐφ' οἷς αὐτοὶ λαμβάνουσι. Καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν. Ὑπὲρ μὲν γὰρ τούτων εὐχαριστοῦσι, φησὶ, τῷ Θεῷ· ὑπὲρ δὲ τῆς ὑμετέρας ἀγάπης καὶ τῆς συντυχίας παρακαλοῦσιν αὐτὸν, ἵνα καταξιωθῶσιν ὑμᾶς ἰδεῖν. Ἐπιποθοῦσι γὰρ τοῦτο οὐ διὰ τὰ χρήματα, ἀλλ' ὥστε θεαταὶ γενέσθαι τῆς δεδομένης ὑμῖν χάριτος.