Ancient Greek
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-15
Not analysed yet
Τοῦτο καὶ ἐπὶ ἱματίων λογιζώμεθα, καὶ ἐπὶ τραπέζης, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· καὶ τὴν χρείαν ζητῶμεν πανταχοῦ. Τὸ γὰρ περιττὸν καὶ ἀνόνητον. Ὅταν τὴν αὐτάρκειαν μελετήσῃς, τότε σε βουλόμενον τῆς χήρας γενέσθαι ζηλωτὴν, εἰς τὰ μείζω τούτων ἐνάξομεν. Οὐδέπω γὰρ ἔφθασας πρὸς τὴν τῆς γυναικὸς φιλοσοφίαν, ἕως ἂν αὐταρκείας φροντίζῃς. Ἐκείνη γὰρ καὶ ταύτης ἀνωτέρα γέγονεν· ἃ γὰρ ἔμελλεν αὐτὴν διαθρέψειν, ταῦτα κατέβαλε πάντα. Ἔτι οὖν διαπορήσεις περὶ τῶν ἀναγκαίων, καὶ οὐκ αἰσχύνῃ γυναικὸς ἡττώμενος, καὶ οὐ μόνον αὐτὴν οὐ ζηλῶν, ἀλλὰ καὶ σφόδρα αὐτῆς ἀπολιμπανόμενος; Ἐκείνη γὰρ οὐκ εἶπε ταῦτα τὰ παρ' ὑμῶν λεγόμενα, Τί δὲ, ἂν πάντα ἀναλώσασα ἀναγκασθῶ δεηθῆναι ἑτέρου; ἀλλὰ φιλοτίμως ἀπεδύσατο τὰ ὄντα. Τί ἄν τις εἴποι περὶ τῆς ἐν τῇ Παλαιᾷ τῆς ἐπὶ τοῦ προφήτου Ἠλίου; Ἐκείνῃ γὰρ οὐκέτι περὶ πενίας, ἀλλὰ καὶ περὶ θανάτου καὶ τελευτῆς ὁ κίνδυνος ἦν, οὐ τῆς οἰκείας μόνον, ἀλλὰ καὶ τῆς τῶν παίδων. Οὐδὲ γὰρ παρ' ἑτέρων προσεδόκα λήψεσθαι, ἀλλὰ ἀποθανεῖσθαι εὐθέως. Ἀλλὰ τὸν προφήτην εἶδε, φησὶ, καὶ ἐντεῦθεν φιλότιμος γέγονεν. Ὑμεῖς δὲ οὐχ ὁρᾶτε μυρίους ἁγίους; καὶ τί λέγω ἁγίους; τὸν τῶν προφητῶν ὁρᾶτε προσαιτοῦντα Δεσπότην, καὶ οὐδὲ οὕτω φιλάνθρωποι γίνεσθε· ἀλλὰ ταμιεῖα ἔχοντες ἐρευγόμενα ἐκ τούτου εἰς τοῦτο, οὐδὲ ἐκ τοῦ περισσεύματος μεταδίδοτε. Τί λέγεις; προφήτης ἦν ὁ παρὼν, καὶ τοῦτο αὐτὴν ἔπεισε μεγαλοψυχῆσαι τοσοῦτον; Αὐτὸ μὲν οὖν τοῦτο πολλοῦ θαύματος ἄξιον, ὅτι ἐπείσθη μέγαν αὐτὸν εἶναι καὶ θαυμαστόν. Πῶς γὰρ οὐκ εἶπεν, οἷα εἰκὸς ἦν βάρβαρον γυναῖκα καὶ ἀλλόφυλον λογίσασθαι, ὅτι Εἰ προφήτης ἦν, οὐκ ἂν ἐμοῦ ἐδεήθη; εἰ Θεοῦ φίλος ἦν, οὐκ ἂν αὐτὸν περιεῖδεν; ἔστω, Ἰουδαῖοι διὰ ἁμαρτήματα ταύτην τίνουσι τὴν δίκην· οὗτος δὲ πόθεν, καὶ διὰ τί; Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν, ἀλλ' ἀνέῳξεν αὐτῷ τὴν οἰκίαν, καὶ πρὸ τῆς οἰκίας τὴν γνώμην, καὶ πάντα τὰ ὄντα εἰς μέσον τέθεικε, καὶ τὴν φύσιν ἀφεῖσα, καὶ τῶν παίδων καταφρονήσασα, τὸν ξένον προετίμησε πάντων. Ἐννόησον οὖν ὅση κόλασις κείσεται, ὅταν γυναικὸς χήρας, πτωχῆς, ἀλλοφύλου, βαρβάρου, παίδων μητρὸς, τούτων οὐδὲν εἰδυίας ὧν ἡμεῖς ἴσμεν, ἔλαττον φέρωμεν, καὶ ἀσθενέστεροι ὦμεν. Οὐ γὰρ, ἂν τὸ σῶμα ἔχωμεν ἰσχυρὸν, ἀνδρεῖοί τινές ἐσμεν. Καὶ γὰρ ἐκεῖνος μόνος ταύτην ἔχει τὴν ἀρετὴν, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲν αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Καὶ ἵνα μάθῃς, ὅτι οὗτος ἀνδρείας ὅρος, ἀπ' αὐτοῦ τούτου τοῦ παραδείγματος αὐτὸ συνάγαγε. Τί γὰρ αὐτῆς ἀνδρειότερον γένοιτ' ἂν τῆς γυναικὸς, ἣ καὶ πρὸς φύσεως τυραννίδα, καὶ πρὸς λιμοῦ βίαν, καὶ πρὸς τελευτῆς ἀπειλὴν ἔστη γενναίως, καὶ πάντων γέγονεν ἰσχυροτέρα; Ἄκουσον γοῦν πῶς ὁ Χριστὸς αὐτὴν ἀνακηρύττει. Πολλαὶ γὰρ, φησὶν, ἦσαν χῆραι ἐν ταῖς ἡμέραις Ἠλία, καὶ πρὸς οὐδεμίαν ὁ προφήτης ἀπεστέλλετο, ἀλλ' ἢ πρὸς ἐκείνην. Εἴπω τι μέγα καὶ παράδοξον; Αὕτη τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ πλέον εἰς φιλοξενίαν εἰσήνεγκεν. Οὐ γὰρ εἰς ἀγέλην ἔδραμε, καθάπερ ἐκεῖνος, ἀλλ' ἀπὸ τῆς δρακὸς ἐκείνης παρήλαυνεν ἅπαντας τοὺς ἐπὶ φιλοξενίᾳ βεβοημένους. Ἐκεῖνος μὲν γὰρ ἐνίκα, ὅτι εἰς τοῦτο ἑαυτὸν ἔταξεν· αὕτη δὲ, ὅτι οὐδὲ τῶν παίδων ἐφείσατο διὰ τὸν ξένον, καὶ οὐδὲ προσδοκῶσα τὰ μέλλοντα. Ἡμεῖς δὲ, βασιλείας οὔσης, γεέννης ἀπειλουμένης, ὃ πάντων μεῖζον, τοῦ Θεοῦ τοσαῦτα ὑπὲρ ἡμῶν ἐργασαμένου, καὶ τούτοις εὐφραινομένου καὶ χαίροντος, ἀναπεπτώκαμεν. Μὴ, παρακαλῶ· ἀλλὰ σκορπίσωμεν, δῶμεν πένησιν ὡς δοῦναι δεῖ. Τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς ὁρίζει, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τοῦ διδόντος. Πολλάκις γοῦν τοῦ μόνον ἕνα καταθέντος ὀβολὸν ἔλαττον σὺ κατέθηκας, ὁ στατῆρας χρυσοῦ καταβαλὼν ἑκατόν· ἀπὸ γὰρ τοῦ περισσεύματος ἔβαλες. Πλὴν κἂν οὕτω ποίει, καὶ ἥξεις ταχέως καὶ ἐπὶ τὸ δαψιλέστερον. Σκόρπισον χρήματα, ἵνα συναγάγῃς δικαιοσύνην. Οὐδὲ γὰρ θέλει μετὰ τῶν χρημάτων αὐτὴ παραγίνεσθαι, ἀλλὰ δι' αὐτῶν μὲν, οὐ μετ' αὐτῶν δὲ ἡμῖν παρέστη. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ χρημάτων ἐπιθυμίαν, καὶ δικαιοσύνην οἰκεῖν· κεχωρισμένας γὰρ ἔχουσι τὰς σκηνάς. Μὴ δὴ φιλονείκει τὰ ἄμικτα συνάγειν, ἀλλὰ ἀπέλασον τὴν τύραννον φιλαργυρίαν, εἰ βούλει τὴν βασιλίδα λαβεῖν. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα, καὶ ἐλευθέρους ἐκ δούλων ποιοῦσα· οὗ τοὐναντίον ἐκείνη. Διὸ μετὰ πάσης σπουδῆς τὴν μὲν φύγωμεν, τὴν δὲ ἀσπαζώμεθα, ἵνα καὶ τῆς ἐνταῦθα τύχωμεν ἐλευθερίας, καὶ τῆς βασιλείας ἐπιτύχωμεν τῶν οὐρανῶν· ἧς δὴ καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.