Ancient Greek
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-29
Not analysed yet
Πολλαχόθεν μὲν καὶ ἄλλοθεν, μάλιστα δὲ καὶ ἐκ τούτου, τοῦ Παύλου τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν, καὶ τὴν πολλὴν φιλοστοργίαν· πῶς πολὺς μὲν ἐν ταῖς παραγγελίαις καὶ σφοδρὸς, ὀκνηρὸς δὲ καὶ μελλητὴς ἐν ταῖς τιμωρίαις. Οὐ γὰρ εὐθέως ἁμαρτάνοντας ἐκόλασεν, ἀλλὰ παρήγγειλεν ἅπαξ καὶ δεύτερον· καὶ οὐδὲ οὕτω παρακούσαντας τιμωρεῖται, ἀλλὰ πάλιν παραγγέλλει λέγων, Τρίτον ἔρχομαι τοῦτο πρὸς ὑμᾶς, καὶ πρὶν ἢ παραγένωμαι, γράφω πάλιν. Εἶτα ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα πῶς καὶ τὸ ἐντεῦθεν διορθοῦται, συνεχῶς ἀπειλῶν, καὶ ἐπανατεινόμενος τὴν πληγὴν, καὶ λέγων, Ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· καὶ, Μή πως ἐλθὼν πενθήσω πολλούς. Ταῦτα δὲ ποιεῖ καὶ λέγει, καὶ ταύτῃ τὸν Δεσπότην τῶν ἁπάντων μιμούμενος· ἐπεὶ καὶ ὁ Θεὸς συνεχῶς μὲν ἀπειλεῖ καὶ πολλάκις παραγγέλλει, οὐ πολλάκις δὲ κολάζει καὶ τιμωρεῖται. Τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ· καὶ διὰ τοῦτο καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον. Τί ἐστι, Φειδόμενος ὑμῶν; Ἵνα μὴ εὑρὼν ἡμαρτηκότας καὶ ἀδιορθώτους μείναντας, ἐπάγω κόλασιν καὶ τιμωρίαν. Καὶ ἐνταῦθα, Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Ἄγραφον ἐγγράφῳ συνάπτει· ὃ καὶ ἀλλαχοῦ πεποίηκεν εἰπὼν, ὅτι Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν· ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Καίτοι γε ἐπὶ νομίμου τοῦτο εἴρηται γάμου. ἀλλὰ ἀπεχρήσατο αὐτῷ εἰς τοῦτο συμφερόντως, ὥστε φοβῆσαι μειζόνως. Οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, ἀντὶ μαρτυριῶν τὰς παρουσίας αὐτοῦ τιθεὶς καὶ τὰς παραγγελίας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἅπαξ εἶπον καὶ δεύτερον, ὅτε παρεγενόμην· λέγω καὶ νῦν διὰ γραμμάτων. Καὶ μὴν ἐὰν ἀκούσητέ μου, ὅπερ ἐπεθύμουν γέγονεν· ἐὰν δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρημένα, καὶ ἐπαγαγεῖν τὴν τιμωρίαν. Διό φησι, Προείρηκα, καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Εἰ γὰρ ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα, παρεγενόμην δεύτερον καὶ εἶπον, λέγω δὲ καὶ νῦν διὰ τῆς Ἐπιστολῆς· ἀνάγκη με λοιπὸν ἀληθεῦσαι. Μὴ γὰρ δὴ νομίσητε ἔλαττον ἔχειν τὰ γράμματα τῆς παρουσίας· ὥσπερ γὰρ παρὼν ἔλεγον, οὕτω καὶ ἀπὼν νῦν γράφω. Εἶδες κηδεμονίαν πατρικήν; εἶδες διδασκαλίαν καὶ πρέπουσαν πρόνοιαν; Οὔτε ἐσίγησεν, οὔτε ἐκόλασεν, ἀλλὰ καὶ προλέγει πολλάκις, καὶ μένει διηνεκῶς ἀπειλῶν, καὶ ἀναβάλλεται τὴν τιμωρίαν· καὶ εἰ μένοιεν ἀδιόρθωτοι, τότε ἀπειλεῖ τὴν πεῖραν ἐπαγαγεῖν. Τί δὲ προείρηκας παρὼν, καὶ ἀπὼν νῦν γράφεις; Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Δείξας πρότερον ὅτι οὐ δύναται, ἂν μὴ ἀναγκασθῇ, τοῦτο ποιῆσαι, καὶ πένθος τὸ πρᾶγμα καλέσας καὶ ταπείνωσιν· Μή πως γὰρ, φησὶν, ἐλθόντα με ὁ Θεός μου ταπεινώσῃ πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων· καὶ ἀπολογησάμενος αὐτοῖς, ὅτι καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον προεῖπε, καὶ ὅτι πάντα ποιεῖ καὶ μηχανᾶται, ὥστε ἀνακρούσασθαι τὴν τιμωρίαν, καὶ τῷ φόβῳ τῶν ῥημάτων βελτίους ποιῆσαι, τότε τὸ φορτικὸν τοῦτο καὶ φοβερὸν ἔθηκε λέγων, Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Οὐκ εἶπε, Τιμωρήσομαι καὶ κολάσω καὶ ἀπαιτήσω δίκην, ἀλλὰ πάλιν πατρικοῖς ῥήμασι καὶ αὐτὴν τὴν τιμωρίαν τίθησι, δεικνὺς αὐτοῦ τὰ σπλάγχνα καὶ τὴν συναλγοῦσαν αὐτοῖς διάνοιαν, διότι ἀεὶ φειδόμενος ἀνεβάλλετο. Εἶτα, ἵνα μὴ καὶ νῦν νομίσωσιν, ὅτι πάλιν ἀναβολὴ καὶ ἁπλῶς ἀπειλὴ ῥημάτων, διὰ τοῦτο καὶ ἔμπροσθεν εἴρηκεν· Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα· καὶ, Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκέτι ἀναβαλοῦμαι, εἰ ἀδιορθώτους εὕροιμι, ὃ μὴ γένοιτο, ἀλλὰ ἐπάξω πάντως, καὶ στήσω ὅπερ εἴρηκα. Εἶτα μετὰ πολλοῦ τοῦ θυμοῦ καὶ σφοδρᾶς τῆς ἀγανακτήσεως πρὸς τοὺς κωμῳδοῦντας αὐτὸν ὡς ἀσθενῆ, καὶ τὴν παρουσίαν αὐτοῦ χλευάζοντας, καὶ λέγοντας, Ἡ παρουσία ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος, ὡς πρὸς τούτους γοῦν ἀποτεινόμενος, φησίν· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Τοῦτο γὰρ ὁμοῦ μὲν πλήττων, ὁμοῦ δὲ κἀκείνων καθαπτόμενος εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ἐπειδὴ βούλεσθε δοκιμάζειν εἰ ἐν ἐμοὶ ὁ Χριστὸς οἰκεῖ, καὶ εὐθύνας ἀπαιτεῖτε, καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως ἐκείνης· εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν, ὃ μὴ γένοιτο. Τί οὖν; εἰπέ μοι· διὰ τοῦτο κολάζεις, ἐπειδὴ δοκιμὴν ζητοῦσιν; Οὐχὶ, φησίν· εἰ γὰρ τοῦτο ἐζήτουν, ἐκ πρώτης ἂν ἐκόλασα ἁμαρτόντας, καὶ οὐκ ἀνεβαλόμην. Ὅτι δὲ οὐ τοῦτο ζητεῖ, προϊὼν τοῦτο σαφέστερον ἔδειξεν εἰπὼν, Εὔχομαι δὲ μηδὲν ποιῆσαι ὑμᾶς κακὸν, οὐχ ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλὰ ὑμεῖς δόκιμοι ἦτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.