Ancient Greek
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-29
Not analysed yet
Οὐ τοίνυν αἰτιολογικῶς αὐτὸ τίθησιν, ἀλλὰ μᾶλλον ἀγανακτῶν, μᾶλλον καθαπτόμενος τῶν καταφρονούντων αὐτοῦ. Ἐγὼ μὲν οὐ βούλομαι, φησὶ, δοῦναι πεῖραν ὑμῖν τοιαύτην· εἰ δὲ αὐτοὶ παρέχετε τὴν αἰτίαν, καὶ βουληθείητέ με ἐκκαλέσασθαι, εἴσεσθε διὰ τῶν ἔργων αὐτῶν. Καὶ ὅρα πῶς φορτικὸν ποιεῖ τὸν λόγον. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ δοκιμὴν ζητεῖτε ἐμοῦ, ἀλλὰ, Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· δεικνὺς ὅτι εἰς ἐκεῖνον ἡμάρτανον. Καὶ οὐχ ἁπλῶς εἶπε, Τοῦ ἐνοικοῦντος, ἀλλὰ, Τοῦ λαλοῦντος, δεικνὺς πνευματικὰ ὄντα τὰ ῥήματα. Εἰ δὲ οὐκ ἐνδείκνυται αὐτοῦ τὴν ἰσχὺν, οὐδὲ κολάζει· λοιπὸν γὰρ ἀφ' ἑαυτοῦ τὸν λόγον ἐκεῖ μετήγαγε, φοβερωτέραν ποιῶν τὴν ἀπειλήν· οὐ δι' ἀσθένειαν· δύναται γάρ· ἀλλὰ διὰ μακροθυμίαν. Μὴ τοίνυν τὴν ἀνοχὴν αὐτοῦ ἀσθένειάν τις λογιζέσθω. Τί γὰρ θαυμάζεις, εἰ οὐκ ἐπεξέρχεται νῦν ἁμαρτάνουσιν, οὐδὲ ἀπαιτεῖ δίκην ἀνεχόμενος καὶ μακροθυμῶν, ὅπου γε καὶ σταυρωθῆναι αὐτὸς ὑπέμεινε, καὶ τοιαῦτα πάσχων οὐκ ἐκόλαζε; Διὸ καὶ ἐπήγαγε, Ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δύναται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Πολλὴν ἀσάφειαν ἔχει τὰ ῥήματα, καὶ τοῖς ἀσθενεστέροις θόρυβον ἐντίθησι. Διόπερ ἀναγκαῖον αὐτὰ ἀναπλῶσαι σαφέστερον, καὶ τῆς λέξεως ταύτης εἰπεῖν τὰ σημαινόμενα, περὶ ἣν ἡ ἀσάφεια, ἵνα μηδεὶς σκανδαλίζηται μηδὲ τῶν ἀφελεστέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον, καὶ τί δηλοῖ τὸ τῆς ἀσθενείας ὄνομα, καὶ κατὰ ποῖον σημαινόμενον εἴρηται, ἀναγκαῖον μαθεῖν. Μία μὲν γὰρ ἡ λέξις, πολλὰ δὲ τὰ ἐξ αὐτῆς δηλούμενα. Καὶ γὰρ ἀσθένεια λέγεται ἡ τοῦ σώματος ἀῤῥωστία· διὸ καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται, Ἴδε ὃν φιλεῖς ἀσθενεῖ, περὶ τοῦ Λαζάρου· καὶ αὐτὸς ἔλεγεν, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον· καὶ περὶ τοῦ Ἐπαφρᾶ ὁ Παῦλος· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ περὶ τοῦ Τιμοθέου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Ταῦτα γὰρ ἅπαντα σωματικὴν ἀῤῥωστίαν δηλοῖ. Λέγεται πάλιν ἀσθένεια τὸ μὴ πεπηγέναι ἐν τῇ πίστει ἁπλῶς, μηδὲ τέλειον εἶναι καὶ ἀπηρτισμένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· καὶ πάλιν, Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· τὸν ἐν τῇ πίστει ἀσθενοῦντα δηλῶν. Ἰδοὺ δύο σημαινόμενα ἐκ τῆς ἀσθενείας ἐστί· καὶ τρίτον ἕτερον, ὃ καλεῖται ἀσθένεια. Ποῖον δὴ τοῦτο; Οἱ διωγμοὶ, αἱ ἐπιβουλαὶ, αἱ ἐπήρειαι, οἱ πειρασμοὶ, αἱ ἐπαγωγαί. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τί ἐστιν, Ἐν ἀσθενείᾳ; Ἐν διωγμοῖς, ἐν κινδύνοις, ἐν πειρασμοῖς, ἐν ἐπιβουλαῖς, ἐν θανάτοις. Καὶ τοῦτο δηλῶν ἔλεγε, Διὸ εὐδοκῶ ἐν ἀσθενείᾳ. Εἶτα δεικνὺς ποίαν λέγει ἀσθένειαν, οὐ πυρετὸν εἶπεν, οὐκ ἀμφιβολίαν τὴν περὶ τὴν πίστιν, ἀλλὰ τί; Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι· τουτέστιν, Ὅταν διώκωμαι, ὅταν ἐλαύνωμαι, ὅταν ἐπιβουλεύωμαι, τότε δυνατός εἰμι, τότε μᾶλλον κρατῶ καὶ περιγίνομαι τῶν ἐπιβουλευόντων, τῆς χάριτος δαψιλέστερον ἐνιζανούσης ἐν ἐμοί. Κατὰ δὴ τοῦτο τὸ τρίτον τὴν ἀσθένειαν τέθεικεν ὁ Παῦλος· καὶ ὃ λέγει τοῦτό ἐστι· πρὸς ἐκεῖνο πάλιν ἀποτεινόμενος, ὃ καὶ ἔμπροσθεν εἶπον, ὅτι εὐτελὴς αὐτοῖς ἐδόκει εἶναι καὶ εὐκαταφρόνητος. Οὐ γὰρ δὴ ἐβούλετο κομπάζειν, οὐδὲ ὅπερ ἦν, εἶναι δοκεῖν αὐτὸν, οὐδὲ τὴν δύναμιν ἐνδείκνυσθαι, ἢν εἶχεν εἰς τὸ κολάζειν καὶ τιμωρεῖσθαι· ὅθεν καὶ ἐνομίζετο εὐτελὴς εἶναι. Ἐπεὶ οὖν τοῦτο νομίζοντες ἐν πολλῇ ῥᾳθυμίᾳ ἦσαν καὶ ἀναισθησίᾳ, καὶ οὐ μετεβάλλοντο ἐκ τῶν ἁμαρτημάτων, καιρὸν ἐπιτήδειον λαβὼν, καὶ περὶ τούτων εὐτόνως σφόδρα διαλέγεται, δεικνὺς ὅτι οὐ δι' ἀσθένειαν οὐδὲν ἐποίει, ἀλλὰ διὰ μακροθυμίαν. Εἶτα, ὅπερ ἔφην, ἀφ' ἑαυτοῦ τὸν λόγον ἐπὶ τὸν Χριστὸν μεταγαγὼν, ἐπιτείνει τὸν φόβον, αὔξει τὴν ἀπειλήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ γὰρ, καὶ ἐὰν ποιήσω τι, καὶ κολάσω καὶ τιμωρήσωμαι τοὺς ἡμαρτηκότας, ἐγώ εἰμι ὁ κολάζων καὶ τιμωρούμενος; ἔστιν ὁ ἐν ἐμοὶ οἰκῶν, αὐτὸς ὁ Χριστός. Εἰ δὲ οὐ πιστεύετε τοῦτο, ἀλλὰ βούλεσθε λαβεῖν δοκιμὴν, διὰ τῶν ἔργων τοῦ ἐνοικοῦντος ἐν ἐμοὶ εἴσεσθε ταχέως· οὐδὲ γὰρ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ καὶ δυνατός ἐστι. Καὶ διὰ τί προσέθηκεν, Εἰς ὑμᾶς, καίτοι πανταχοῦ δυνατός ἐστι; κἂν γὰρ ἀπίστους βουληθῇ κολάσαι, δύναται, κἂν δαίμονας, κἂν ὁτιοῦν. Τί οὖν βούλεται ἡ προσθήκη; Σφόδρα ἐντρέποντος αὐτούς ἐστι τὸ ῥῆμα, ἀφ' ὧν ἤδη πεῖραν εἰλήφασιν· ἢ τοῦτο δηλοῦντος, ὅτι Τέως ἐν ὑμῖν τὴν δύναμιν ἐπιδείκνυται τοῖς ὀφείλουσι διορθωθῆναι. Ὃ καὶ ἀλλαχοῦ ἔλεγε· Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν;