Ancient Greek
Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-30
Not analysed yet
ᾜσθετο αὑτοῦ σφοδρότερον διαλεχθέντος, καὶ μάλιστα πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς. Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ· ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς κατὰ σάρκα περιπατοῦντας· καὶ, Ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή· καὶ, Φοβοῦμαι μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε· καὶ πάλιν, Μή πως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· καὶ μετὰ ταῦτα, Προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἐπεὶ οὖν ταῦτά τε καὶ ἕτερα πλείονα εἴρηκε, φοβῶν, ἐντρέπων, ὀνειδίζων, καθαπτόμενος, ἀπολογούμενος ὑπὲρ ἁπάντων, φησί· Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα μὴ παρὼν ἀποτόμως χρήσωμαι. Βούλομαι γὰρ ἐν τοῖς γράμμασι κεῖσθαι τὴν ἀποτομίαν, ἀλλὰ μὴ ἐν τοῖς πράγμασι· βούλομαι σφοδρὰς εἶναι τὰς Ἐπιστολὰς, ἵνα μείνωσιν ἀπειλαὶ, καὶ μὴ εἰς ἔργον ἐξέλθωσιν. Πάλιν καὶ ἐν ταύτῃ τῇ ἀπολογίᾳ φοβερώτερον ποιεῖ τὸν λόγον, καὶ δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ μέλλων κολάζειν, ἀλλ' ὁ Θεός· ἐπήγαγε γὰρ, Κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος· καὶ πάλιν δεικνὺς ὅτι οὐκ ἐπιθυμεῖ τῇ ἐξουσίᾳ εἰς τὴν ἐκείνων ἀποχρήσασθαι τιμωρίαν. Προσέθηκε γὰρ, Οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν. Καὶ ᾐνίξατο μὲν τοῦτο νῦν, ὅπερ ἔφην· ἀλλὰ κατέλιπεν αὐτοῖς ἀναλογίσασθαι, ὅτι ἐὰν ἀδιόρθωτοι μείνωσι, καὶ τοῦτο πάλιν οἰκοδομή ἐστι, τὸ τοὺς οὕτω διακειμένους κολάζειν. Καὶ γὰρ οὕτως ἔχει, καὶ αὐτὸς τοῦτο οἶδε, καὶ διὰ τῶν ἔργων ἔδειξε. Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ' ὑμῶν. Τί ἐστι, Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε; ἐλύπησας, ἐφόβησας, εἰς ἀγωνίαν ἐνέβαλες, τρέμειν ἐποίησας καὶ δεδοικέναι, καὶ πῶς κελεύεις χαίρειν; Δι' αὐτὸ μὲν οὖν τοῦτο κελεύω χαίρειν. Εἰ γὰρ τὰ παρ' ὑμῶν, φησὶν, ἀκολουθήσειε τοῖς παρ' ἐμοῦ, οὐδὲν ἔσται τὸ κωλύον τὴν χαράν. Τὰ μὲν γὰρ ἐμὰ ἅπαντα γέγονεν· ἐμακροθύμησα, ἀνεβαλόμην, οὐκ ἐξέκοψα, παρεκάλεσα, συνεβούλευσα, ἐφόβησα, ἠπείλησα, ὥστε πανταχόθεν ὑμᾶς συναγαγεῖν εἰς τὸν τῆς μετανοίας καρπόν. Δεῖ δὲ λοιπὸν γενέσθαι τὰ παρ' ὑμῶν. καὶ οὕτως ἀμάραντος ὑμῖν ἡ χαρά. Καταρτίζεσθε. Τί ἐστι, Καταρτίζεσθε; Τέλειοι γίνεσθε, ἀναπληροῦτε τὰ λείποντα. Παρακαλεῖσθε. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, καὶ μεγάλοι οἱ κίνδυνοι, φησί· Παρακαλεῖσθε καὶ ὑπ' ἀλλήλων, καὶ ὑφ' ἡμῶν, καὶ ὑπὸ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Εἰ γὰρ ἀπὸ τοῦ συνειδότος γένοιτο χαρὰ καὶ τέλειοι κατασταίητε, οὐδὲν λείπει εἰς εὐθυμίαν ὑμῖν καὶ παράκλησιν· οὐδὲν γὰρ οὕτω ποιεῖ παράκλησιν, ὡς καθαρὸν συνειδὸς, κἂν μυρίοι περικέωνται πειρασμοί. Τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· ὃ καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἐκ προοιμίων ᾔτησεν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ μὴ εἰρηνεύειν, ὅταν ἐν τοῖς δόγμασι συμβαίνωσί τινες, ἐν δὲ τοῖς πρὸς ἀλλήλους διαστασιάζωσιν. Ἀλλὰ ἀμφότερα ὁ Παῦλος ἀπαιτεῖ. Καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. Οὐ γὰρ δὴ μόνον παραινεῖ καὶ συμβουλεύει, ἀλλὰ καὶ ἐπεύχεται. Ἢ γὰρ ἐπεύχεται τοῦτο, ἢ προλέγει τὸ ἐσόμενον· μᾶλλον δὲ ἀμφότερα. Ἐὰν γὰρ ταῦτα ποιῆτε, φησὶν, οἷον, ἐὰν τὸ αὐτὸ φρονῆτε καὶ εἰρηνεύητε, ἔσται καὶ ὁ Θεὸς μεθ' ὑμῶν· ἀγάπης γάρ ἐστιν ὁ Θεὸς καὶ εἰρήνης, καὶ τούτοις χαίρει, τούτοις εὐφραίνεται. Ἐντεῦθεν ὑμῖν καὶ εἰρήνη ἀπὸ τῆς ἀγάπης αὐτοῦ· ἐντεῦθεν τῶν κακῶν ἡ ἀναίρεσις ἁπάντων. Αὕτη τὴν οἰκουμένην ἔσωσεν, αὕτη τὸν χρόνιον πόλεμον κατέλυσεν, αὕτη τῷ οὐρανῷ τὴν γῆν ἀνέμιξεν, αὕτη τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. Ταύτην τοίνυν καὶ ἡμεῖς ἀγαπήσωμεν· μυρίων γὰρ ἀγαθῶν μήτηρ ἡ ἀγάπη. Διὰ ταύτης ἐσώθημεν, διὰ ταύτης ἡμῖν τὰ ἀπόῤῥητα ἀγαθὰ ἅπαντα. Εἶτα ἐνάγων αὐτοὺς εἰς ταύτην, φησίν· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Τί ἐστιν, Ἁγίῳ; Μὴ ὑπούλῳ, μὴ δολερῷ, καθάπερ ὁ Ἰούδας τὸν Χριστὸν ἐφίλησε. Διὰ γὰρ τοῦτο τὸ φίλημα δέδοται, ἵνα ἐμπύρευμα τῆς ἀγάπης γένηται, ἵνα ἀνακαίῃ τὴν διάθεσιν, ἵνα οὕτως ἀλλήλους φιλῶμεν, ὡς ἀδελφοὺς ἀδελφοὶ, ὡς παῖδες πατέρας, ὡς πατέρες παῖδας· μᾶλλον δὲ καὶ πολλῷ πλεῖον· ἐκεῖνα μὲν γὰρ φύσεως, ταῦτα δὲ χάριτος. Οὕτως αἱ ψυχαὶ ἀλλήλαις συνδέονται. Διὰ τοῦτο καὶ ἐξ ἀποδημίας ἐπανιόντες ἀλλήλους φιλοῦμεν, τῶν ψυχῶν ἐπιγινομένων εἰς τὴν πρὸς ἀλλήλους συνουσίαν. Τοῦτο γὰρ μάλιστά ἐστι τὸ μέλος τὸ τῆς ψυχῆς κηρύττον ἡμῖν τὸ φίλτρον.