Ancient Greek
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 5.1-10
Not analysed yet
Τοῦτο σπλάγχνου πατρικοῦ, τῆς οἰκείας εὐδοκιμήσεως τὴν σωτηρίαν προτιμᾷν τῶν μαθητῶν· τοῦτο ψυχῆς ἀκενοδόξου· τοῦτο μάλιστα ἀπαλλάττει τῶν συνδέσμων τοῦ σώματος, καὶ μετεωρίζεσθαι ποιεῖ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, τὸ τῆς δόξης εἶναι τῆς κενῆς καθαρόν· ὡσπεροῦν τὸ ἐναντίον εἰς πολλὰ ἄγει τὰ ἁμαρτήματα. Οὐ γὰρ ἔστι μὴ καθαρεύοντα δόξης κενῆς, ὑψηλὸν γενέσθαι καὶ μέγαν καὶ γενναῖον, ἀλλὰ ἀνάγκη χαμαὶ σύρεσθαι, καὶ πολλὰ διαφθείρειν, δουλεύοντα μιαρᾷ δεσποίνῃ καὶ βαρβάρου παντὸς ἀπηνεστέρα. Τί γὰρ αὐτῆς ἀγριώτερον γένοιτ' ἂν, ἢ ὅταν μάλιστα θεραπεύηται, τότε μάλιστα ἀγριοῦται; Καίτοι γε τοῦτο οὐδὲ τὰ θηρία ἔχει, ἀλλὰ τῇ πολλῇ τιθασσεύεται θεραπείᾳ. Ἡ δὲ κενοδοξία τοὐναντίον ἅπαν· καταφρονουμένη μὲν ἡμεροῦται, τιμωμένη δὲ ἀγριοῦται καὶ ὁπλίζεται κατὰ τοῦ τιμῶντος. Ταύτην τιμήσαντες οἱ Ἰουδαῖοι, μετὰ πολλῆς τῆς σφοδρότητος ἐκολάσθησαν· ταύτην ἀτιμάσαντες οἱ μαθηταὶ ἐστεφανώθησαν. Καὶ τί λέγω κόλασιν καὶ στεφάνους; εἰς γὰρ αὐτὸ τὸ φανῆναι λαμπροὺς μάλιστα τὸ διαπτύειν αὐτὴν συντελεῖ. Καὶ ὄψει κἀνταῦθα τοὺς μὲν τιμῶντας αὐτὴν, παραβλαπτομένους, τοὺς δὲ ἀτιμάζοντας, ὠφελουμένους. Οἱ μὲν γὰρ ἀτιμάσαντες αὐτὴν μαθηταὶ (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ πάλιν χρήσασθαι ὑποδείγματι) καὶ τὰ τοῦ Θεοῦ προτιμήσαντες, ὑπὲρ τὸν ἥλιον λάμπουσιν, ἀθάνατον κτησάμενοι μνήμην καὶ μετὰ τελευτήν· οἱ δὲ ὑποκατακλιθέντες αὐτῇ Ἰουδαῖοι, ἀπόλιδες, ἀνέστιοι, ἄτιμοι, φυγάδες, ἀνάστατοι γεγόνασιν, εὐτελεῖς, εὐκαταφρόνητοι. Καὶ σὺ τοίνυν, εἰ βούλει δόξαν λαβεῖν, διάκρουσαι δόξαν· εἰ δὲ διώκεις δόξαν, ἐκπέσῃ δόξης. Καὶ, εἰ βούλεσθε, τοῦτον καὶ ἐν τοῖς βιωτικοῖς τὸν λόγον γυμνάσωμεν. Τίνας γὰρ σκώπτομεν ἐν τοῖς σκώμμασιν; οὐχὶ τοὺς ἐφιεμένους αὐτῆς; Οὐκοῦν μάλιστα οὗτοί εἰσιν οἱ ταύτης ἀπεστερημένοι, μυρίους ἔχοντες κατηγόρους, καὶ παρὰ πάντων ἀτιμαζόμενοι. Τίνας δὲ θαυμάζομεν, εἰπέ μοι; οὐ τοὺς καταφρονοῦντας αὐτῆς; Οὐκοῦν οὗτοί εἰσιν οἱ δοξαζόμενοι. Ὥσπερ γὰρ πλούσιος οὐχ ὁ πολλῶν δεόμενος, ἀλλ' ὁ μηδενός· οὕτως ἔνδοξος οὐχ ὁ δόξης ἐρῶν, ἀλλ' ὁ ταύτης ὑπερορῶν· σκιὰ γὰρ δόξης ἐστὶν αὕτη ἡ δόξα. Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφημένον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφῆς ἅψεται. Μὴ τοίνυν μηδὲ σὺ δίωκε τὰς σκιάς· σκιὰ γὰρ δόξης τοῦτο, οὐ δόξα. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐκεῖνο λογίζου· ὅταν διαβάλληται παρὰ ἀνθρώποις τὸ πρᾶγμα, ὅταν φευκτὸν εἶναι δοκῇ τοῖς πᾶσι, καὶ αὐτοῖς τοῖς ἐπιθυμοῦσιν αὐτοῦ, ὅταν αἰσχύνηται καλούμενος ἐντεῦθεν ὁ ἔχων, ἢ ὁ ἐφιέμενος αὐτῆς. Πόθεν οὖν ἡ ἐπιθυμία, φησὶν, αὕτη, καὶ πῶς γίνεται τὸ πάθος; Ἀπὸ μικροψυχίας (οὐ γὰρ δεῖ κατηγορεῖν μόνον, ἀλλὰ καὶ διορθοῦσθαι), ἀπὸ ἀτελοῦς διανοίας, ἀπὸ παιδικῆς γνώμης. Παυσώμεθα τοίνυν παῖδες ὄντες, καὶ γενώμεθα ἄνδρες, καὶ πανταχοῦ τὴν ἀλήθειαν, μὴ τὰς σκιὰς διώκωμεν, καὶ ἐν πλούτῳ καὶ ἐν ἡδονῇ καὶ ἐν τρυφῇ καὶ ἐν δόξῃ καὶ ἐν δυνάμει· καὶ παύσεται τὸ νόσημα τοῦτο καὶ ἕτερα πλείονα. Τὸ γὰρ σκιὰς διώκειν, μαινομένου. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν, Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε. Ἔστι γὰρ καὶ ἑτέρα μανία, χαλεπωτέρα ἐκείνης τῆς ἀπὸ τῶν δαιμόνων, τῆς ἀπὸ τῆς φρενίτιδος. Ἡ μὲν γὰρ ἔχει συγγνώμην, αὕτη δὲ ἀπολογίας ἐστέρηται, ὅταν αὐτὴ ἡ ψυχὴ διεφθαρμένη ᾖ, καὶ μὴ ὀρθὴ ἡ κρίσις αὐτῆς, ἀλλ' ἀπολωλυῖα· καὶ τὸ μὲν τῆς φρενίτιδος ὄργανόν ἐστι σωματικὸν πάθος, αὕτη δὲ ἡ μανία τοῦ τεχνίτου νοῦ. Ὥσπερ οὖν τῶν πυρετῶν ἐκεῖνοι χαλεπώτεροι καὶ ἀνίατοι οἱ τῶν στερεῶν ἁπτόμενοι σωμάτων, καὶ τοῖς νεύροις ἐνδομυχοῦντες, καὶ ταῖς φλεψὶν ἐναποκεκρυμμένοι· οὕτω δὴ καὶ αὕτη ἡ μανία, ἐπειδὴ αὐτῇ τῇ διανοίᾳ ἐνδομυχεῖ, διαστρέφουσα αὐτὴν καὶ λυμαινομένη. Πῶς γὰρ οὐ μανία λαμπρὰ καὶ σαφὴς, καὶ μανίας ἁπάσης χαλεπώτερον πάθος, τῶν μὲν μενόντων διηνεκῶς καταφρονεῖν, τῶν δὲ ἀπολλυμένων ἔχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς; Εἰπὲ γάρ μοι, εἴ τις ἄνεμον ἐδίωκεν ἢ κρατεῖν ἐπεχείρει, οὐκ ἂν ἔφαμεν αὐτὸν μαίνεσθαι; εἴ τις σκιὰς κατεῖχε, τῶν ἀληθῶν ἀμελῶν, καὶ τὴν μὲν γυναῖκα ἐμίσει τὴν ἑαυτοῦ, περιεπλέκετο δὲ αὐτῆς τῇ σκιᾷ, ἢ τὸν μὲν υἱὸν ἀπεστρέφετο, τὴν δὲ τούτου σκιὰν πάλιν ἐφίλει, ἆρα ἂν ἕτερον ἐζήτησας σημεῖον τούτου σαφέστερον εἰς ἀπόδειξιν μανίας; Τοιοῦτοί τινές εἰσι καὶ οὗτοι οἱ πρὸς τὰ παρόντα κεχηνότες. Καὶ γὰρ πάντα σκιὰ, κἂν δόξαν εἴπῃς, κἂν δυναστείαν, κἂν εὐδοκίμησιν, κἂν πλοῦτον, κἂν τρυφὴν, κἂν ὁτιοῦν ἕτερον βιωτικόν. Διὰ δὴ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος· πλὴν μάτην ταράσσεται· καὶ πάλιν, Αἱ ἡμέραι ἡμῶν, ὡς σκιὰ ἐκλίθησαν. Καὶ ἀλλαχοῦ καπνὸν καὶ ἄνθος χόρτου καλεῖ τὰ ἀνθρώπινα. Οὐ τὰ χρηστὰ δὲ σκιὰ μόνον, ἀλλὰ καὶ τὰ λυπηρὰ, κἂν θάνατον εἴπῃς, κἂν πενίαν. κἂν ἀῤῥωστίαν, κἂν ὁτιοῦν ἕτερον. Ποῖα οὖν τὰ μένοντα, καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρά; Ἡ βασιλεία ἡ αἰώνιος, καὶ ἡ γέεννα ἡ διηνεκής. Οὔτε γὰρ ὁ σκώληξ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ ἀναστήσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν αἰώνιον. Ἵν' οὖν τὴν μὲν φύγωμεν, τῆς δὲ ἀπολαύσωμεν, ἀφέμενοι τῆς σκιᾶς, ἐχώμεθα τῶν ἀληθινῶν πραγμάτων μετὰ σπουδῆς ἁπάσης· οὕτω γὰρ ἐπιτευξόμεθα τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.