Ancient Greek
Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-11
Not analysed yet
Τί οὖν, εἰπέ μοι; τὴν σάρκα ἀπέθετο, καὶ νῦν οὐκ ἔστι μετὰ τοῦ σώματος; Ἄπαγε· καὶ γὰρ καὶ νῦν ἐν σαρκί ἐστιν. Οὗτος γὰρ ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται. Οὕτω· πῶς; Ἐν σαρκὶ, μετὰ τοῦ σώματος. Πῶς οὖν φησιν, Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι; Ἡμῶν μὲν γὰρ τὸ Κατὰ σάρκα, τὸ ἐν ἁμαρτίαις εἶναι, τὸ δὲ Μὴ κατὰ σάρκα, τὸ μὴ ἐν ἁμαρτίαις εἶναι. Χριστοῦ δὲ τὸ κατὰ σάρκα, τὸ ἐν τοῖς παθήμασιν εἶναι τῆς φύσεως, οἷον, ἐν τῷ διψῇν, ἐν τῷ πεινῇν, ἐν τῷ κοπιᾷν, ἐν τῷ καθεύδειν (Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Διὸ καὶ ἔλεγε, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ πάλιν, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν)· τὸ δὲ μὴ κατὰ σάρκα, τὸ καὶ τούτων ἀπηλλάχθαι λοιπὸν, οὐ τὸ ἐκτὸς σαρκὸς εἶναι. Καὶ γὰρ μετὰ ταύτης ἔρχεται κρίνων τὴν οἰκουμένην, ἀπαθῆ αὐτὴν ἔχων καὶ ἀκήρατον· εἰς ὃ καὶ ἡμεῖς βαδιούμεθα, συμμόρφου τοῦ σώματος ἡμῖν γενομένου τῷ σώματι τῆς δόξης αὐτοῦ. Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀγάπης προέτρεψεν εἰς τὴν ἀρετὴν, λοιπὸν καὶ ἐξ αὐτῶν τῶν πραγμάτων εἰς τοῦτο ἐνάγει· διὸ καὶ ἐπήγαγεν, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Εἴ τις ἐπίστευσεν αὐτῷ, φησὶν, εἰς ἑτέραν ἦλθε δημιουργίαν· καὶ γὰρ ἄνωθεν ἐγεννήθη διὰ Πνεύματος. Ὥστε καὶ διὰ τοῦτο, φησὶν, ὀφείλομεν αὐτῷ ζῇν, οὐχ ὅτι οὐκ ἐσμὲν ἑαυτῶν μόνον, οὐδ' ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν μόνον, οὐδ' ὅτι ἀνέστησεν ἡμῶν τὴν ἀπαρχὴν μόνον, ἀλλ' ὅτι καὶ εἰς ἄλλην ἤλθομεν ζωήν. Ὅρα πόσα δικαιώματα τοῦ καλῶς ζῇν τίθησι. Διὰ γὰρ τοῦτο καὶ παχυτέρῳ ὀνόματι καλεῖ τὴν διόρθωσιν, ἵνα πολλὴν δείξῃ τὴν μετάστασιν καὶ τὴν μεταβολήν. Εἶτα περαιτέρω ἐπεξιὼν τῷ εἰρημένῳ, καὶ δεικνὺς πῶς καινὴ κτίσις, Τὰ ἀρχαῖα παρῆλθε, φησὶν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα. Ποῖα ἀρχαῖα; Ἤτοι τὰ ἁμαρτήματά φησι, καὶ τὰς ἀσεβείας, ἢ τὰ Ἰουδαϊκὰ πάντα· μᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνά φησιν. Ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Οὐδὲν ἐξ ἡμῶν. Καὶ γὰρ ἄφεσις ἁμαρτημάτων καὶ υἱοθεσία καὶ ἡ δόξα ἄφθαρτος ἐξ αὐτοῦ ἡμῖν δεδώρηται. Οὐκέτι γὰρ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων αὐτοὺς προτρέπει. Σκόπει δέ· εἶπεν, ὅτι μέλλομεν ἀνίστασθαι, καὶ εἰς ἀφθαρσίαν χωρεῖν, καὶ οἰκίαν ἔχειν αἰώνιον· ἀλλ' ἐπειδὴ μείζονα ἰσχὺν εἰς τὸ προτρέψαι ἔχει τὰ παρόντα τῶν μελλόντων πρὸς τοὺς μὴ πιστεύοντας τούτοις, ὡς δεῖ πιστεύειν, δείκνυσιν ὅσα καὶ ἤδη ἔλαβον, καὶ τίνες ὄντες. Τίνες οὖν ὄντες ἔλαβον; Νεκροὶ πάντες (Πάντες γὰρ, φησὶν, ἀπέθανον, καὶ ὑπὲρ πάντων ἀπέθανεν· οὕτω πάντας ὁμοίως ἠγάπα), πεπαλαιωμένοι, γεγηρακότες ἅπαντες τοῖς κακοῖς. Ἀλλ' ἰδοὺ καὶ ψυχὴ καινὴ (ἐκαθάρθη γὰρ), καὶ σῶμα καινὸν, καὶ λατρεία καινὴ, καὶ ἐπαγγελίαι καιναὶ, καὶ διαθήκη, καὶ ζωὴ, καὶ τράπεζα, καὶ στολὴ, καὶ πάντα καινὰ ἁπλῶς. Καὶ γὰρ ἀντὶ τῆς κάτω Ἱερουσαλὴμ ἐλάβομεν τὴν ἄνω μητρόπολιν, καὶ ἀντὶ ναοῦ αἰσθητοῦ ναὸν εἴδομεν πνευματικὸν, ἀντὶ πλακῶν λιθίνων σαρκίνας, ἀντὶ περιτομῆς βάπτισμα, ἀντὶ τοῦ μάννα σῶμα Δεσποτικὸν, ἀντὶ ὕδατος ἀπὸ πέτρας αἷμα ἀπὸ πλευρᾶς, ἀντὶ ῥάβδου Μωϋσέως ἢ Ἀαρὼν τὸν σταυρὸν, ἀντὶ γῆς τῆς ἐπαγγελίας τὴν βασιλείαν τῶν οὐρανῶν, ἀντὶ μυρίων ἱερέων ἕνα ἀρχιερέα, ἀντὶ ἀμνοῦ ἀλόγου ἀμνὸν πνευματικόν. Ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος ἔλεγε, Καινὰ τὰ πάντα. Ταῦτα δὲ πάντα ἐκ τοῦ Θεοῦ διὰ Χριστοῦ καὶ τῆς αὐτοῦ δωρεᾶς. Διὸ καὶ ἐπήγαγε· Τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ τοῦ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Ἀπὸ γὰρ τούτου πάντα τὰ ἀγαθά. Ὁ γὰρ φίλους ἡμᾶς ποιήσας, αὐτὸς καὶ τῶν ἄλλων αἴτιος, ἃ τοῖς φίλοις ἔδωκεν ὁ Θεός. Οὐ γὰρ ἀφεὶς μένειν ἐχθροὺς, οὕτως ἡμᾶς ἠμείψατο, ἀλλὰ φίλους ποιήσας ἑαυτῷ. Ὅταν δὲ εἴπω, ὅτι Χριστὸς αἴτιος τῆς καταλλαγῆς, καὶ τὸν Πατέρα λέγω· ὅταν εἴπω τὸν Πατέρα δεδωκέναι, καὶ τὸν Υἱὸν λέγω. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· καὶ τούτου δὲ αὐτὸς αἴτιος. Οὐ γὰρ ἡμεῖς αὐτῷ προσεδράμομεν, ἀλλ' αὐτὸς ἡμᾶς ἐκάλεσε. Πῶς ἐκάλεσε; Διὰ τῆς τοῦ Χριστοῦ σφαγῆς. Καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς. Πάλιν ἐνταῦθα δείκνυσι τὸ τῶν ἀποστόλων ἀξίωμα, δεικνὺς ἡλίκον πρᾶγμα ἐνεχειρίσθησαν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολήν. Οὐδὲ γὰρ, ἐπειδὴ παρήκουσαν τοῦ ἐλθόντος πρεσβευτοῦ, παρωξύνθη καὶ ἀφῆκεν αὐτοὺς, ἀλλ' ἐπιμένει παρακαλῶν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων. Τίς ἂν ταύτην ἀξίως ἐκπλαγείη τὴν κηδεμονίαν; Ἐσφάγη ὁ Υἱὸς ἐπὶ καταλλαγὰς ἐλθὼν, ὁ γνήσιος καὶ μονογενὴς, καὶ οὐδὲ οὕτως ἀπεστράφη τοὺς ἀνῃρηκότας ὁ Πατὴρ, οὐδὲ εἶπεν, Ἔπεμψα τὸν Υἱόν μου πρεσβευσόμενον, οἱ δὲ οὐ μόνον οὐκ ἠθέλησαν ἀκοῦσαι, ἀλλὰ καὶ ἀνεῖλον καὶ ἐσταύρωσαν· ἄξιον αὐτοὺς ἀφεῖναι λοιπόν· ἀλλὰ τοὐναντίον ἅπαν, ἐπειδὴ ἐκεῖνος ἀπῆλθεν, ἡμῖν τὸ πρᾶγμα ἐπίστευσε. Δόντος γὰρ ἡμῖν, φησὶ, τὴν διακονίαν τῆς καταλλαγῆς. Ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Εἶδες ἀγάπην πάντα λόγον, πάντα ὑπερβαίνουσαν νοῦν; Τίς ὁ ὑβρισμένος; Αὐτός. Τίς ὁ πρῶτος ἐλθὼν εἰς καταλλαγάς; Αὐτός. Καὶ μὴν τὸν Υἱὸν ἔπεμψε, φησὶν, οὐκ αὐτὸς ἦλθε. Τὸν Υἱὸν μὲν ἔπεμψεν, οὐκ αὐτὸς δὲ παρεκάλει μόνον, ἀλλὰ καὶ μετ' αὐτοῦ καὶ δι' αὐτοῦ ὁ Πατήρ· διὸ ἔλεγεν, ὅτι Ὁ Θεὸς ἦν ὁ καταλλάσσων ἑαυτῷ τὸν κόσμον ἐν Χριστῷ. Τουτέστι, διὰ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ εἶπε, Τοῦ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, ἐπιδιορθώσει κέχρηται, λέγων· Μὴ νομίσητε, ὅτι ἡμεῖς ἐσμεν οἱ τοῦ πράγματος αὐθένται· διάκονοί ἐσμεν· ὁ δὲ τὸ πᾶν ἐργαζόμενος Θεός ἐστιν, ὁ διὰ τοῦ Μονογενοῦς τὴν οἰκουμένην καταλλάξας. Καὶ πῶς κατήλλαξεν ἑαυτῷ; τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, οὐχ ὅτι φίλος ἐγένετο μόνον, ἀλλ' ὅτι καὶ οὕτω φίλος. Οὕτω· πῶς; Ἀφεὶς αὐτοῖς τὰ ἁμαρτήματα· ἄλλως γὰρ οὐκ ἦν· διὸ καὶ ἐπήγαγε, Μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Καὶ γὰρ εἰ ἠθέλησεν ἀπαιτῆσαι λόγον τῶν πεπλημμελημένων, πάντες ἂν ἀπωλόμεθα· οἱ γὰρ πάντες ἀπέθανον. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν ἁμαρτημάτων, οὐ μόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ κατηλλάγη· οὐ μόνον ἀφῆκεν, ἀλλ' οὐδὲ ἐλογίσατο. Οὕτω καὶ ἡμᾶς ἀφιέναι χρὴ τοῖς ἐχθροῖς, ἵνα τῆς αὐτῆς καὶ αὐτοὶ τύχωμεν ἀφέσεως. Καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Οὐδὲ γὰρ ἡμεῖς ἐπί τι φορτικὸν ἤλθομεν νῦν, ἀλλ' ἵνα φίλους πάντας ποιήσωμεν τῷ Θεῷ. Ἐπειδὴ γὰρ ἐμοὶ, φησὶν, οὐκ ἐπείσθησαν, παραμείνατε παρακαλοῦντες ὑμεῖς, ἕως ἂν πείσητε. Διὸ καὶ ἐπήγαγεν· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.