Ancient Greek
Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-11
Not analysed yet
Εἶδες πῶς ἦρε τὸ πρᾶγμα, τὸν Χριστὸν εἰσαγαγὼν τιθέντα τὴν ἱκετηρίαν ταύτην; μᾶλλον δὲ οὐχὶ τὸν Χριστὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα; Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἔπεμψε τὸν Υἱὸν ὁ Πατὴρ παρακαλέσαι, καὶ πρεσβεύσασθαι πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ὑπὲρ αὑτοῦ. Ἐπεὶ οὖν σφαγεὶς ἐκεῖνος ἀπῆλθεν, ἡμεῖς διεδεξάμεθα τὴν πρεσβείαν, καὶ ἀντ' αὐτοῦ καὶ τοῦ Πατρὸς παρακαλοῦμεν ὑμᾶς. Τοσούτου τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, ὅτι καὶ τὸν Υἱὸν ἐπέδωκε, καὶ ταῦτα εἰδὼς ὅτι σφαγήσεται, καὶ ἀποστόλους ἡμᾶς δι' ὑμᾶς ἐποίησεν· ὥστε εἰκότως ἔλεγε, Πάντα δι' ὑμᾶς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν. Τουτέστιν, ἀντὶ τοῦ Χριστοῦ· ἡμεῖς γὰρ ἀνεδεξάμεθα τὰ ἐκείνου. Εἰ δὲ μέγα σοι δοκεῖ τοῦτο εἶναι, ἄκουσον καὶ τῶν ἑξῆς, δι' ὧν δείκνυσιν, ὅτι οὐκ ἀντ' αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀντὶ τοῦ Πατρὸς τοῦτο ποιοῦσι. Διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Οὐ γὰρ διὰ τοῦ Υἱοῦ αὐτοῦ παρακαλεῖ μόνον, ἀλλὰ καὶ δι' ἡμῶν τῶν τὸ ἐκείνου ἀναδεξαμένων ἔργον. Μὴ τοίνυν νομίσητε, φησὶν, ὑφ' ἡμῶν ἀξιοῦσθαι· αὐτὸς ὁ Χριστὸς ὑμᾶς παρακαλεῖ, αὐτὸς ὁ τοῦ Χριστοῦ Πατὴρ δι' ἡμῶν. Τί ταύτης τῆς ὑπερβολῆς γένοιτ' ἂν ἴσον; Αὐτὸς γὰρ ὁ μυρία εὐεργετήσας ὑβρισθεὶς, οὐ μόνον οὐκ ἀπῄτησε δίκην, ἀλλὰ καὶ ἔδωκε τὸν Υἱὸν αὐτοῦ, ἵνα καταλλαγῶμεν. Οὐ κατηλλάγησαν οἱ δεξάμενοι, ἀλλὰ καὶ ἔσφαξαν. Πάλιν ἔπεμψεν ἑτέρους πρέσβεις παρακαλοῦντας· καὶ τούτων πεμφθέντων, αὐτός ἐστιν ὁ ἀξιῶν. Τί δὲ ἀξιοῖ; Καταλλάγητε τῷ Θεῷ. Καὶ οὐκ εἶπε, Καταλλάξατε ἑαυτοῖς τὸν Θεόν· οὐ γὰρ ἐκεῖνός ἐστιν ὁ ἐχθραίνων, ἀλλ' ὑμεῖς· Θεὸς γὰρ οὐδέποτε ἐχθραίνει. Καὶ δικαιολογούμενος δὲ καθάπερ πρεσβευτὴς ἀποσταλεὶς, Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, φησίν. Οὐ λέγω τὰ πρότερα, ὅτι ὑβρίσατε, ὅτι οὐδὲν ἠδικηκότα, ὅτι εὐεργετήσαντα, ὅτι δίκην οὐκ ἀπῄτησεν, ὅτι παρακαλεῖ πρῶτος, ὑβρισθεὶς πρῶτος· μηδὲν ἐκείνων κείσθω τέως. Διὰ τοῦτο μόνον οὐκ ἂν εἴητε δίκαιοι καταλλαγῆναι, δι' ὅπερ ἐποίησεν εἰς ὑμᾶς νῦν; Καὶ τί ἐποίησε; Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, δι' ὑμᾶς ἁμαρτίαν ἐποίησεν. Εἰ γὰρ μηδὲν ἤνυσε, τοῦτο δὲ μόνον εἰργάσατο, ἐννόησον ἡλίκον ἦν τὸ ὑπὲρ τῶν ὑβρικότων τὸν Υἱὸν δοῦναι. Νυνὶ δὲ καὶ μεγάλα κατώρθωσε, καὶ μετὰ τούτων τὸν οὐδὲν ἠδικηκότα ὑπὲρ τῶν ἠδικηκότων κολασθῆναι εἴασεν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ πολλῷ μεῖζόν ἐστι τούτου τέθεικε. Ποῖον δὴ τοῦτο; Τὸν μὴ γνόντα ἁμαρτίαν, φησὶ, τὸν αὐτοδικαιοσύνην ὄντα, ἁμαρτίαν ἐποίησε· τουτέστιν, ὡς ἁμαρτωλὸν κατακριθῆναι ἀφῆκεν, ὡς ἐπικατάρατον ἀποθανεῖν· Ἐπικατάρατος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου. Τοῦ γὰρ ἀποθανεῖν τὸ οὕτως ἀποθανεῖ πολλῷ μεῖζον ἦν· ὅπερ καὶ ἀλλαχοῦ αἰνιττόμενος, φησὶν, Ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Οὐδὲ γὰρ κόλασιν εἶχε μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ αἰσχύνην. Ἐννόησον τοίνυν ὅσα σοι παρέσχε. Μέγα μὲν γὰρ καὶ τὸ ἁμαρτωλὸν ὄντα ὑπὲρ ὁτουοῦν ἀποθανεῖν· ὅταν δὲ καὶ δίκαιος ὁ τοῦτο πάσχων ᾖ, καὶ ὑπὲρ ἁμαρτωλῶν ἀποθάνῃ, καὶ μὴ ἀποθάνῃ μόνον, ἀλλὰ καὶ ὡς ἐπικατάρατος, καὶ μὴ ὡς ἐπικατάρατος μόνον, ἀλλὰ καὶ τὰ μεγάλα ἡμῖν ἐντεῦθεν χαρίζηται ἀγαθὰ, ἃ μηδέποτε προσεδοκήσαμεν (Ἵνα γὰρ γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, φησὶ), ποῖος ταῦτα λόγος, ποῖος ταῦτα παραστῆσαι δυνήσεται νοῦς; Τὸν γὰρ δίκαιον, φησὶν, ἐποίησεν ἁμαρτωλὸν, ἵνα τοὺς ἁμαρτωλοὺς ποιήσῃ δικαίους. Μᾶλλον δὲ οὐδὲ οὕτως εἶπεν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν· οὐ γὰρ ἕξιν ἔθηκεν, ἀλλ' αὐτὴν τὴν ποιότητα. Οὐ γὰρ εἶπεν, Ἐποίησεν ἁμαρτωλὸν, ἀλλ' ἁμαρτίαν· οὐχὶ, Τὸν μὴ ἁμαρτόντα μόνον, ἀλλὰ, τὸν μηδὲ γνόντα ἁμαρτίαν· ἵνα καὶ ἡμεῖς γενώμεθα, οὐκ εἶπε, δίκαιοι, ἀλλὰ δικαιοσύνη, καὶ Θεοῦ δικαιοσύνη. Θεοῦ γάρ ἐστιν αὕτη, ὅταν μὴ ἐξ ἔργων, ὅταν καὶ κηλῖδα ἀνάγκη τινὰ μὴ εὑρεθῆναι, ἀλλ' ἀπὸ χάριτος δικαιωθῶμεν, ἔνθα πᾶσα ἁμαρτία ἠφάνισται. Τοῦτο δὲ ὁμοῦ οὔτε ἐπαρθῆναι ἀφίησιν, ἅτε τοῦ Θεοῦ τὸ πᾶν χαρισαμένου, καὶ διδάσκει τοῦ δοθέντος τὸ μέγεθος. Ἐκείνη γὰρ ἡ προτέρα νόμου καὶ ἔργων δικαιοσύνη, αὕτη δὲ Θεοῦ δικαιοσύνη. Ταῦτ' οὖν ἐννοήσαντες φοβηθῶμεν τῆς γεέννης μᾶλλον τὰ ῥήματα ταῦτα, αἰδεσθῶμεν μᾶλλον τῆς βασιλείας τὰ πράγματα, καὶ μὴ νομίσωμεν χαλεπὸν εἶναι τὸ κολάζεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν. Καὶ γὰρ αὐτὸς εἰ μὴ ἐκόλαζεν ἡμᾶς, αὐτοὺς ἐχρῆν ἀπαιτῆσαι δίκην ἑαυτοὺς, οὕτως ἀγνώμονας περὶ τὸν εὐεργέτην γενομένους. Νῦν δὲ ἐρωμένην μέν τις ἔχων, πολλάκις καὶ ἑαυτὸν κατέσφαξε, μὴ τυχὼν τοῦ ἔρωτος· καὶ τυχὼν δὲ, πεπλημμεληκὼς εἰς αὐτὴν, οὐδὲ ἄξιον ζῇν ἡγεῖται· εἰς δὲ τὸν οὕτω φιλάνθρωπον καὶ ἥμερον ὑβρίζοντες, οὐχ ἑαυτοὺς ἐμβαλοῦμεν εἰς τὸ πῦρ τῆς γεέννης; Εἴπω τι παράδοξον καὶ θαυμαστὸν, καὶ πολλοῖς ἴσως ἄπιστον· μείζων ἔσται παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ, καὶ φιλῇ τὸν Δεσπότην, ὡς φιλεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ.