Ancient Greek
Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-15
Not analysed yet
Καὶ μὴν ὁ Κάϊν, φησὶ, διὰ τὸ μὴ παρὰ τῷ Θεῷ εὐδοκιμεῖν, ἐλυπεῖτο. Οὐ διὰ τοῦτο, ἀλλ' ἐπειδὴ τὸν ἀδελφὸν εἶδε λάμποντα· ἐπεὶ, εἰ διὰ τοῦτο ἤλγει, ζηλοῦν ἔδει, καὶ συγχαίρειν ἐκείνῳ· νυνὶ δὲ ἀλγῶν, ἐδείκνυ κατὰ κόσμον λυπούμενος. Ἀλλ' οὐχ ὁ Δαυῒδ οὕτως, οὐδὲ ὁ Πέτρος, οὐδὲ τῶν δικαίων ἕκαστος. Διὸ ηὐδοκίμουν, ἢ ὑπὲρ οἰκείων, ἢ ὑπὲρ ἀλλοτρίων ἀλγοῦντες ἁμαρτημάτων. Καίτοι τί λύπης φορτικώτερον; Ἀλλ' ὅταν κατὰ Θεὸν γίνηται, τῆς ἐν τῷ κόσμῳ χαρᾶς βελτίων ἐστίν. Αὕτη μὲν γὰρ εἰς οὐδὲν τελευτᾷ, ἐκείνη δὲ μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται. Καὶ γὰρ τὸ θαυμαστὸν αὐτῆς τοῦτό ἐστιν, ὅτι οὐδ' ἂν μετανοήσειέ τις ἀλγήσας οὕτως· ὃ μάλιστα τῆς κοσμικῆς λύπης ἴδιόν ἐστι. Τί γὰρ παιδὸς ποθεινότερον γνησίου; τί δὲ ἀλγεινότερον τῆς τοιαύτης τελευτῆς; Ἀλλ' ὅμως οἱ ἐν ἀκμῇ τοῦ πένθους μηδενὸς ἀνεχόμενοι πατέρες, καὶ κατακόπτοντες ἑαυτοὺς, οὗτοι μετὰ χρόνον μετανοοῦσιν, ἐπειδὴ ἀμέτρως ἤλγησαν, ὡς οὐδὲν ὀνήσαντες ἐντεῦθεν, ἀλλὰ καὶ μειζόνως ἑαυτοὺς ἐπιτρίψαντες. Ἀλλὰ οὐχ ἡ κατὰ Θεὸν λύπη τοιαύτη· ἀλλ' ἔχει δύο πλεονεκτήματα, τὸ μὴ καταγινώσκεσθαι ἐφ' οἷς ἀλγεῖ τις, καὶ τὸ τὴν λύπην ταύτην εἰς σωτηρίαν τελευτᾷν· ὧν ἑκατέρων ἐκείνη ἐστέρηται. Καὶ γὰρ εἰς βλάβην ἀλγοῦσι, καὶ μετὰ τὸ ἀλγῆσαι σφόδρα, καταγινώσκουσιν ἑαυτῶν, μέγιστον τοῦτο σημεῖον ἐκφέροντες τοῦ ἐπὶ βλάβῃ τοῦτο ποιῆσαι. Ἡ δὲ κατὰ Θεὸν τοὐναντίον· διὸ καὶ ἔλεγε, Μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Οὐδεὶς γὰρ ἑαυτοῦ καταγνώσεται, ἐὰν λυπηθῇ ἐφ' ἁμαρτίᾳ, ἐὰν πενθήσῃ, καὶ ἑαυτὸν συντρίψῃ. Ὅπερ καὶ ὁ μακάριος Παῦλος εἰπὼν, οὐ δεῖται ἑτέρωθεν τὸ ὑπόδειγμα παραγαγεῖν ὧν εἶπεν, οὐδὲ τοὺς ἐν ταῖς παλαιαῖς ἱστορίαις λυπηθέντας παρενεγκεῖν εἰς μέσον, ἀλλ' αὐτοὺς Κορινθίους παράγει, καὶ ἀφ' ὧν ἐποίησαν, ἀπὸ τούτων τὴν ἀπόδειξιν παρέχεται, ἵνα καὶ μετ' ἐγκωμίων αὐτοὺς παιδεύσῃ, καὶ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Ἰδοὺ γὰρ, φησὶν, αὐτὸ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν; Οὐ μόνον γὰρ, φησὶν, οὐκ ἐνέβαλεν ὑμᾶς εἰς τὸ καταγνῶναι ἑαυτῶν ἡ ἀθυμία, ὡς εἰκῆ τοῦτο πεποιηκότων, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησεν. Εἶτα λέγει τῆς σπουδῆς τὰ τεκμήρια. Ἀλλὰ ἀπολογίαν· πρὸς ἐμέ. Ἀλλὰ ἀγανάκτησιν· πρὸς ἐκεῖνον τὸν ἡμαρτηκότα. Ἀλλὰ φόβον· καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ καὶ ἡ ταχίστη διόρθωσις. Καὶ ἵνα μὴ δόξῃ ἐπαίρειν ἑαυτὸν, ὅρα πῶς ταχέως αὐτὸ παρεμυθήσατο εἰπὼν, Ἀλλ' ἐπιπόθησιν· τὴν εἰς ἐμέ· ἀλλὰ ζῆλον· τὸν ὑπὲρ τοῦ Θεοῦ· ἀλλ' ἐκδίκησιν· καὶ γὰρ ἐξηδικήσατε τοὺς τοῦ Θεοῦ νόμους ὑβρισθέντας. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Οὐχὶ τῷ μὴ τολμῆσαι μόνον· τοῦτο γὰρ πρόδηλον ἦν· ἀλλὰ καὶ τῷ μὴ συνήδεσθαι. Ἐπειδὴ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγε, Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, ἐνταῦθά φησι, Καὶ ταύτης ἑαυτοὺς ἀπηλλάξατε τῆς ὑποψίας, οὐχὶ τῷ μὴ ἐπαινέσαι μόνον, ἀλλὰ καὶ τῷ ἐπιτιμῆσαι καὶ ἀγανακτῆσαι. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν ἡμῖν ἐπιτιμᾷς, εἰ ἁγνοὶ ἦμεν ἐπὶ τῷ πράγματι; πρὸς τοῦτο ἱστάμενος καὶ ἀνωτέρω, καὶ προδιοικούμενος αὐτὸ, ἔλεγεν ἅπερ ἔλεγεν, οἷον, Οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην. Τοσοῦτον γὰρ ἀπέχω τοῦ μετανοεῖν νῦν ἐφ' οἷς ἔγραψα τότε, φησὶν, ὅτι τότε μᾶλλον μετενόησα ἢ νῦν, ὅτε ἑαυτοὺς συνεστήσατε. Εἶδες πάλιν αὐτοῦ τὸ βίαιον καὶ φιλόνεικον, πῶς εἰς τοὐναντίον τὸν λόγον περιέτρεψεν; Ἐξ ὧν γὰρ ἐνόμιζον αὐτὸν διατετράφθαι, ὡς εἰκῆ ἐπιτιμήσαντα, διὰ τὴν προκοπὴν αὐτῶν, ἀπὸ τούτων δείκνυσιν ὅτι παῤῥησιάζεσθαι αὐτὸν δίκαιον. Οὐδὲ γὰρ παραιτεῖται λοιπὸν χαρίζεσθαι ἀδεῶς, ὅταν ἐξῇ τοῦτο ποιεῖν. Ὁ γὰρ τοιαῦτα λέγων ἀνωτέρω, ὅτι Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστι· καὶ, Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· καὶ, Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστι· καὶ ὅσα τοιαῦτα, πῶς ἐνταῦθά φησιν, Οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος; Οὐκ ἐναντιούμενος ἑαυτῷ, ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Πῶς ἑαυτῷ ἀκολουθῶν; Ὅτι περισπούδαστον ἦν αὐτῷ, δεῖξαι τὸ φίλτρον ὃ περὶ αὐτοὺς εἶχεν. Οὐ τοίνυν ἀναιρεῖ τὸ κήδεσθαι ἐκείνου, ἀλλ' ἐνδείκνυται καὶ τὴν ἀγάπην τὴν περὶ αὐτοὺς, ὅπερ ἔφην, καὶ ὅτι μείζων αὐτὸν κατέσεισε φόβος περὶ πάσης τῆς Ἐκκλησίας. Ἐδεδοίκει γὰρ μὴ ἐπὶ πλέον νεμηθῇ τὸ κακὸν, καὶ ὁδῷ βαδίζον, ὅλην καταλάβῃ τὴν Ἐκκλησίαν. Διὸ καὶ ἔλεγε, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Ἀλλὰ τοῦτο μὲν τότε· νῦν δὲ, ἐπειδὴ κατώρθωσαν, οὐκέτι αὐτὸ οὕτω τίθησιν, ἀλλ' ἑτέρως· καὶ τὸ αὐτὸ μὲν αἰνίττεται, γλυκύτερον δὲ μεταχειρίζει τὸν λόγον, λέγων, Ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡμῶν τὴν ὑπὲρ ὑμῶν πρὸς ὑμᾶς, τουτέστιν, Ἵνα εἰδῆτε πῶς ὑμᾶς φιλῶ. Τοῦτο δὲ τὸ αὐτὸ μὲν ἔστι τῷ προτέρῳ, ἑτέρως δὲ ἑρμηνευθὲν, ἑτέραν ἔδοξεν ἔμφασιν παρέχειν. Ἐπεὶ ὅτι τὸ αὐτό ἐστιν, ἀνάπτυξον αὐτοῦ τὴν ἔννοιαν, καὶ οὐδὲν ὄψει τὸ μέσον. Ἐπειδὴ γὰρ σφόδρα φιλῶ ὑμᾶς, φησὶν, ἐδεδοίκειν μή τι πάθητε ἐκεῖθεν ἀηδὲς, μὴ αὐτοὶ δέξησθε τὴν λύπην. Ὥσπερ οὖν ὅταν λέγῃ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; οὐ τοῦτο λέγει, ὅτι οὐ μέλει· οὐδὲ γὰρ ἔνι τι συστῆναι τῶν ὄντων τῆς προνοίας ἀποστερηθὲν τοῦ Θεοῦ· ἀλλ' ὅτι οὐ προηγουμένως διὰ τοὺς βόας ἐνομοθέτει· οὕτω καὶ ἐνταῦθα, Πρῶτον μὲν δι' ὑμᾶς ἔγραφον, δεύτερον δὲ καὶ δι' ἐκεῖνον, Καὶ εἶχον μὲν τὴν ἀγάπην ἐν ἑαυτῷ, καὶ χωρὶς τῆς ἐπιστολῆς, φησίν. Ἐβουλόμην δὲ αὐτὴν καὶ ὑμῖν δεῖξαι καὶ πᾶσιν ἁπλῶς διὰ τῶν γραμμάτων ἐκείνων. Διὰ τοῦτο παρακεκλήμεθα· ἐπειδὴ καὶ τὴν σπουδὴν ἐδείξαμεν τὴν περὶ ὑμᾶς, καὶ τὸ πᾶν ἡμῖν κατώρθωται. Καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε, Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; Τοῦτο γὰρ ζωὴ, τοῦτο παράκλησις, τοῦτο παραμυθία διδασκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν μαθητευομένων.