Ancient Greek
Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-15
Not analysed yet
Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι μόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν μετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, τοσαύτη χρεία ἀγάπης, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις. Οὕτως οἱ παλαιοὶ πάντες ἔλαμψαν. Ὅσοι γοῦν τῶν παρ' Ἑβραίοις εὐδοκίμησαν, ἐντεῦθεν ἐφάνησαν. Οὕτω Σαμουὴλ μέγας ἐδείχθη λέγων, Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τῷ Θεῷ τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν· οὕτως ὁ Δαυῒδ, οὕτως ὁ Ἀβραὰμ, οὕτως ὁ Ἠλίας, οὕτως ἕκαστος τῶν δικαίων, τῶν ἐν τῇ Καινῆ, τῶν ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ Μωϋσῆς διὰ τοὺς ἀρχομένους πλοῦτον τοσοῦτον καὶ θησαυροὺς ἀφάτους κατέλιπεν, ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ· καὶ πρὸ τῆς χειροτονίας δημαγωγὸς ἦν διὰ τῶν ἔργων. Διὸ καὶ σφόδρα ἀνοήτως ἔλεγε πρὸς αὐτὸν ὁ Ἑβραῖος ἐκεῖνος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Τί λέγεις; τὰ ἔργα ὁρᾷς, καὶ περὶ τῆς προσηγορίας ἀμφιβάλλεις; Ὥσπερ ἂν εἴ τις ἰδὼν τέμνοντα ἰατρὸν ἄριστα, καὶ τῷ πεπονηκότι μέλει τοῦ σώματος βοηθοῦντα, λέγοι, Τίς σε κατέστησεν ἰατρὸν, καὶ τέμνειν ἐκέλευσεν; Ἡ τέχνη, ὦ βέλτιστε, καὶ ἡ νόσος ἡ σή· οὕτω καὶ τοῦτον ἡ ἐπιστήμη τοιοῦτον ἐποίησε. Καὶ γὰρ τέχνη τὸ ἄρχειν ἐστὶν, οὐκ ἀξίωμα μόνον, καὶ τέχνη τεχνῶν ἁπασῶν ἀνωτέρα. Εἰ γὰρ ἡ τῶν ἔξωθεν ἀρχὴ, τέχνη καὶ ἐπιστήμη πασῶν βελτίων ἐστὶ, πολλῷ μᾶλλον αὕτη. Καὶ γὰρ τοσούτῳ ἀμείνων ἐκείνης αὕτη ἡ ἀρχὴ, ὅσῳ τῶν ἄλλων δὲ ἐκείνη· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Καὶ, εἰ βούλεσθε, τὸν λόγον τοῦτον ἀκριβέστερον ἐξετάσωμεν. Ἔστι τέχνη γεωργικὴ, ἔστιν ὑφαντικὴ, οἰκοδομική· αἳ καὶ ἀναγκαῖαι σφόδρα εἰσὶ, καὶ μάλιστα συνέχουσιν ἡμῶν τὸν βίον. Αἱ γὰρ δὴ ἄλλαι διάκονοι τούτων εἰσὶν, ἡ χαλκευτικὴ, ἡ τεκτονική, ἡ ποιμαντική. Ἀλλὰ καὶ τούτων αὐτῶν τῶν τεχνῶν ἀναγκαιοτέρα πασῶν ἡ γεωργικὴ, ἣν καὶ πρώτην εἰσήγαγεν ὁ Θεὸς, τὸν ἄνθρωπον πλάσας. Ὑποδημάτων μὲν γὰρ ἄνευ καὶ ἱματίων δυνατὸν ζῇν, γεωργικῆς δὲ χωρὶς, ἀμήχανον. Τοιούτους τοὺς ἁμαξοβίους εἶναί φασι, τοὺς παρὰ Σκύθαις νομάδας, τοὺς γυμνοσοφιστὰς τοὺς τῶν Ἰνδῶν. Οὗτοι γὰρ καὶ οἰκοδομικὴν καὶ ὑφαντικὴν καὶ τὴν τῶν ὑποδημάτων εἴασαν τέχνην, μόνης δὲ τῆς γεωργικῆς δέονται. Αἰσχύνθητε οἱ τῶν περιττῶν χρῄζοντες τεχνῶν, καὶ μαγείρων καὶ πλακουντοποιῶν καὶ ποικιλτῶν καὶ μυρίων ἑτέρων τοιούτων, ἵνα ζῆτε· αἰσχύνθητε οἱ τὰς ματαιοτεχνίας εἰσαγαγόντες τῷ βίῳ· αἰσχύνθητε ἐκείνους τοὺς βαρβάρους ὑμεῖς οἱ πιστοὶ, τοὺς μὴ δεομένους τέχνης. Καὶ γὰρ σφόδρα αὐτάρκη τὴν φύσιν ἐξ ὀλίγων ἐποίησεν ὁ Θεός. Πλὴν οὐκ ἀναγκάζω, οὐδὲ νομοθετῶ οὕτω ζῇν· ἀλλ' ὡς ὁ Ἰακὼβ ᾔτησε. Τί δὲ ᾔτησεν ἐκεῖνος; Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· Ἔχοντες δὲ τροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Πρώτη μὲν οὖν ἡ γεωργικὴ, δευτέρα δὲ ἡ ὑφαντικὴ, καὶ τρίτη μετ' ἐκείνην ἡ οἰκοδομική· ἡ δὲ τῶν ὑποδημάτων πασῶν ἐσχάτη. Παρὰ γοῦν ἡμῖν εἰσι πολλοὶ καὶ οἰκέται καὶ γεωργοὶ χωρὶς ὑποδημάτων ζῶντες. Οὐκοῦν αἱ χρήσιμοι καὶ ἀναγκαῖαι αὗται. Φέρε οὖν, παραβάλωμεν αὐτὰς τῇ ἀρχικῇ. Διὰ γὰρ τοῦτο τὰς πασῶν κυριωτέρας παρήγαγον, ἵν' ὅταν φανῇ αὕτη βελτίων ἐκείνων, ἀναμφισβήτητος ἡ κατὰ τῶν ἄλλων αὐτῇ νίκη ᾖ. Πόθεν οὖν αὐτὴν δείξομεν ἀναγκαιοτέραν οὖσαν πασῶν; Ὅτι ταύτης ἄνευ οὐδὲν ἐκείνων ὄφελος. Καὶ, εἰ δοκεῖ, τὰς ἄλλας ἀφέντες, τὴν πασῶν ἀνωτέρω καὶ κυριωτέραν εἰς μέσον ἀγάγωμεν, τὴν γεωργικήν. Τί οὖν ἔσται πλέον τῆς τῶν γεωργῶν πολυχειρίας, ὅταν ἀλλήλοις πολεμῶσι, καὶ τὰ ἀλλήλων ἁρπάζωσι; Νῦν μὲν γὰρ ὁ τοῦ ἄρχοντος φόβος κατέχει, καὶ τὰ ὑπ' ἐκείνων γινόμενα φυλάττει· ἐὰν δὲ ταύτην ἀνέλῃς, περιττὸς ὁ πόνος ἐκεῖνος. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἑτέραν ἀρχὴν εὑρήσει μητέρα ταύτης καὶ σύνδεσμον οὖσαν. Ποίαν δὴ ταύτην; Καθ' ἢν ἕκαστον αὐτόν τινα ἑαυτοῦ κρατεῖν καὶ ἄρχειν δεῖ, τὰ μὲν ἀνελεύθερα κολάζοντα πάθη, πάντα δὲ τὰ τῆς ἀρετῆς βλαστήματα ἐκτρέφοντά τε καὶ αὔξοντα μετὰ ἀκριβείας ἁπάσης. Ἔστι γὰρ ἀρχῆς εἴδη, ἓν μὲν, καθ' ὃ δήμων καὶ πόλεων ἄρχουσιν ἄνθρωποι, τὸν πολιτικὸν τοῦτον διορθοῦντες βίον· ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγε· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ. Εἶτα δεικνὺς αὐτῆς τὸ κέρδος, ἐπήγαγε λέγων, ὅτι Ὁ ἄρχων Θεοῦ διάκονός ἐστιν εἰς τὸ ἀγαθόν· καὶ πάλιν, Θεοῦ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Ἕτερον δὲ, καθ' ὃ ἑαυτοῦ τις ἕκαστος ὁ νοῦν ἔχων ἄρχει· ὃ καὶ αὐτὸ παρεδήλωσεν εἰπὼν, Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει· τὸν ἑαυτοῦ ἄρχοντα λέγων.