Ancient Greek
Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-25
Not analysed yet
Πλείονα τὰ παραλειφθέντα τῶν ἀπαριθμηθέντων· μᾶλλον δὲ οὐδὲ αὐτὰ τὰ ἀπαριθμηθέντα ὅσα, ἔστιν εἰπεῖν· οὐδὲ γὰρ κατ' εἶδος αὐτὰ τέθεικεν, ἀλλ' ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς καὶ βραχὺς, ἐμνήσθη τούτων, τρὶς καὶ τρὶς, λέγων, καὶ ἅπαξ· τῶν δὲ ἄλλων οὐκέτι οὕτω, διὰ τὸ πολλάκις ὑπομεμενηκέναι. Καὶ οὐ λέγει τὰ ἐξ αὐτῶν κατορθώματα, οἷον τοσούσδε καὶ τοσούσδε ἐπέστρεψεν, ἀλλ' ἃ ἔπαθε μόνον ὑπὲρ τοῦ κηρύγματος· ὁμοῦ μὲν μετριάζων, ὁμοῦ δὲ δεικνὺς, ὅτι κἂν μηδὲν γένηται, ἔστι τι πλέον πονουμένῳ· οὕτω γὰρ τὰ τῶν μισθῶν ἐστι πεπληρωμένα. Ἡ ἐπισύστασίς μου καθ' ἡμέραν. Οἱ θόρυβοι, αἱ ταραχαὶ, αἱ πολιορκίαι τῶν δήμων, καὶ τῶν πόλεων ἔφοδοι. Τούτῳ γὰρ μάλιστα πάντων ἐπολέμουν οἱ Ἰουδαῖοι, ἐπειδὴ μάλιστα πάντων αὐτοὺς συνέχεε, καὶ μέγιστος τῆς μανίας ἔλεγχος ἦν, μεταταξάμενος ἀθρόον. Καὶ πολὺς ὁ πόλεμος ἔπνει κατ' αὐτοῦ, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν ὑποκρινομένων· καὶ πανταχοῦ κύματα καὶ κρημνοὶ, ἐν τῇ οἰκουμένῃ, ἐν τῇ ἀοικήτῳ, ἐν τῇ γῇ, ἐν τῇ θαλάσσῃ, ἔξωθεν, ἔσωθεν. Καὶ οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλῆς περιβολῆς, ἀλλ' ὁ τῆς οἰκουμένης ἀγωνιστὴς γυμνὸς ἠγωνίζετο, καὶ λιμώττων ἐπύκτευε· τοσοῦτον ἀπεῖχε τοῦ χρηματίζεσθαι. Καὶ οὐκ ἐδυσχέραινεν, ἀλλὰ χάριτας ᾔδει τούτων τῷ ἀγωνοθέτῃ. Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τοῦτο τὸ κεφάλαιον ἁπάντων, ὅτι καὶ ἡ ψυχὴ διεσπᾶτο, καὶ ἡ διάνοια διετέμνετο. Εἰ γὰρ καὶ μηδὲν ἔξωθεν προσέβαλεν, ἱκανὸς ὁ ἔνδον πόλεμος, τὰ κύματα τὰ ἐπάλληλα, αἱ νιφάδες τῶν φροντίδων, ὁ πόλεμος τῶν λογισμῶν. Εἰ γὰρ οἰκίας τις μιᾶς προνοῶν, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος· οὗτος ὁ οὐκ οἰκίας μιᾶς, ἀλλὰ καὶ πόλεων καὶ δήμων καὶ ἐθνῶν καὶ ὁλοκλήρου τῆς οἰκουμένης τὴν φροντίδα ἔχων, καὶ ὑπὲρ τηλικούτων πραγμάτων, καὶ τοσούτων ὄντων τῶν ἐπηρεαζόντων, καὶ μόνος ὢν, καὶ τοσαῦτα πάσχων, καὶ οὕτω κηδόμενος ὡς οὐδὲ πατὴρ παίδων, ἐννόησον τί ὑπέμενεν. Ἵνα γὰρ μὴ λέγῃς, Τί γὰρ εἰ ἐμερίμνα μὲν, ἐμερίμνα δὲ ἁπλῶς; ἐπήγαγε καὶ τὴν ἐπίτασιν τῆς φροντίδος, λέγων, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Οὐκ εἶπεν, Οὐ κοινωνῶ τῇ ἀθυμία· ἀλλ' ὡς ἐν αὐτῷ ὢν τῷ πάθει, ὡς ἐν αὐτῇ ὢν τῇ ἀῤῥωστίᾳ, οὕτω θορυβοῦμαι καὶ ταράσσομαι. Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅρα πάλιν τὴν ὑπερβολὴν τῆς ὀδύνης, πῶς πάρεστιν ἐν τῇ τῆς πυρώσεως προσηγορίᾳ. Ἐμπίπραμαι, καίομαι, φησίν· ὃ δὴ πάντων μεῖζον ἦν. Ἐκεῖνα μὲν γὰρ εἰ καὶ σφοδρὰ, ἀλλὰ καὶ παροδεύεται ταχέως, καὶ τὴν ἡδονὴν εἶχεν ἀμάραντον· τοῦτο δὲ ἦν τὸ θλῖβον αὐτὸν καὶ στενοχωροῦν, καὶ διατιτρῶσκον αὐτοῦ τὴν διάνοιαν, τὸ καθ' ἕκαστον τῶν ἀσθενούντων τοιαῦτα πάσχειν, εἰ καὶ ὁστισοῦν ἦν. Οὐδὲ γὰρ ὑπὲρ τῶν μειζόνων μὲν ἤλγει, τῶν δὲ ἐλαττόνων κατεφρόνει, ἀλλὰ καὶ τὸν ἀπεῤῥιμμένον ἐν τοῖς ἀναγκαίοις ἐτίθετο. Διὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ; δηλῶν ὅτι ὅστις ἐὰν ᾖ· καὶ καθάπερ αὐτὸς ὢν ἡ Ἐκκλησία ἡ κατὰ τὴν οἰκουμένην, οὕτω καθ' ἕκαστον ὠδυνᾶτο μέλος. Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁρᾷς ὅτι οὐδαμοῦ ἀπὸ σημείων, ἀλλ' ἀπὸ τῶν διωγμῶν καυχᾶται, καὶ τῶν πειρασμῶν; Τοῦτο γὰρ, φησὶν, ἀσθενείας. Καὶ ποικίλον τὸν πόλεμον δείκνυσι. Καὶ γὰρ οἱ Ἰουδαῖοι αὐτὸν ἐπολέμουν, καὶ τὰ ἔθνη πρὸς αὐτὸν ἵστατο, καὶ οἱ ψευδάδελφοι αὐτῷ ἐπύκτευον, καὶ οἱ ἀδελφοὶ αὐτὸν ἐλύπουν ἀσθενοῦντες καὶ σκανδαλιζόμενοι· πάντοθεν αὐτῷ θόρυβος καὶ ταραχὴ, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων. Οὗτος ἀποστολικὸς χαρακτήρ· διὰ τούτων ὑφαίνεται Εὐαγγέλιον. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦ οἶδεν, ὅτι οὐ ψεύδομαι. Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων. Τί δήποτε ἐνταῦθα διαβεβαιοῦται καὶ πιστοῦται, ἐπ' οὐδενὸς τῶν προτέρων τοῦτο ποιήσας; Ὅτι ἴσως τοῦτο ἀρχαιότερον ἦν καὶ ἀδηλότερον· ἐκεῖνα δὲ καὶ αὐτοῖς γνώριμα, ἡ μέριμνα τῶν Ἐκκλησιῶν, καὶ τὰ ἄλλα πάντα. Θέα τοίνυν τὸν πόλεμον ὅσος, εἴ γε δι' αὐτὸν τὴν πόλιν ἐφρούρει. Ὅταν δὲ τὸν πόλεμον εἴπω, τὸν ζῆλον λέγω τοῦ Παύλου· εἰ γὰρ μὴ σφοδρὸς ἔπνει, οὐκ ἂν εἰς τοσαύτην ἀνῆψε τὸν ἐθνάρχην μανίαν. Ταῦτα ψυχῆς ἀποστολικῆς, τὸ πάσχειν τοσαῦτα, καὶ μηδαμοῦ περιτρέπεσθαι, ἀλλὰ φέρειν γενναίως τὰ ἐμπίπτοντα, καὶ μὴ ὁμόσε χωρεῖν τοῖς κινδύνοις μηδὲ ἐπιπηδᾷν. Ὅρα γοῦν ἐνταῦθα πῶς ἠνέσχετο διαφυγεῖν τὴν πολιορκίαν, διὰ θυρίδος χαλασθεὶς ἐν σαργάνῃ. Εἰ γὰρ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ' ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἤρα σωτηρίας. Διὸ πολλάκις καὶ τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐ παρῃτεῖτο οὐδὲ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός· οὕτως ἦν νήφων καὶ ἐγρηγορώς. Ἔνθα μὲν γὰρ ἄφυκτα ἦν κακὰ, τῆς χάριτος ἔδει μόνης· ἔνθα δὲ σύμμετρος ὁ πειρασμὸς, πολλὰ καὶ οἴκοθεν ἐπινοεῖ· καὶ ἐνταῦθα πάλιν τῷ Θεῷ τὸ πᾶν λογιζόμενος. Καὶ καθάπερ τις σπινθὴρ πυρὸς ἀσβέστου εἰς πέλαγος ἐμπεσὼν, κυμάτων πολλῶν ἐπιόντων βαπτίζοιτο, καὶ πάλιν ἀνέρχοιτο λαμπρός· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος, νῦν μὲν ἐχώννυτο κινδυνεύων, νῦν δὲ αὐτοὺς διαδὺς, φαιδρότερος ἀνῄει, τῷ πάσχειν κακῶς περιγινόμενος.