Ancient Greek
Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-24
Not analysed yet
Αὕτη γὰρ ἡ λαμπρὰ νίκη, τοῦτο τῆς Ἐκκλησίας τὸ τρόπαιον, οὕτως ὁ διάβολος βάλλεται, πασχόντων ἡμῶν κακῶς. Ἡμῶν γὰρ πασχόντων ἁλίσκεται, καὶ πάσχει κακῶς, ὅταν ἡμᾶς ποιεῖν βούλεται. Ὅπερ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ ὅσῳ μεῖζον ἐπῆγε τοὺς κινδύνους, τοσούτῳ μᾶλλον ἡττᾶτο. Οὐδὲ γὰρ ἓν εἶδος κατεσκεύαζε πειρασμῶν, ἀλλὰ ποικίλον καὶ διάφορον. Τὰ μὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυμίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁμοῦ· ἀλλ' ὅμως ἐν πᾶσιν ἐκράτει. Καὶ καθάπερ στρατιώτης εἷς τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέσοις στρέφοιτο τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δεινόν· οὕτω καὶ ὁ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάσσης φαινόμενος, ἀχείρωτος ἔμενε. Καὶ ὥσπερ τις σπινθὴρ εἰς καλάμην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ φύσιν μετατίθησι τὰ καιόμενα· οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας μεθίστα πρὸς τὴν ἀλήθειαν, χειμάῤῥου δίκην πάντα ἐπιὼν, καὶ ἀνατρέπων τὰ κωλύματα. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν· ἐνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, μιᾷ γλώττῃ πάντας τρεπόμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς τῶν Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ τούτου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ καὶ ῥίπτει χαμαὶ, καὶ τοὺς ἐναντίους πρὸς αὐτὸν μεθίστησι. Καὶ ἡνίκα συνέλεξεν αἰχμαλώτων πλῆθος, αὐτοὺς τούτους ὁπλίσας, οἰκεῖον στρατόπεδον πάλιν ἐποίει, καὶ δι' αὐτῶν ἐκράτει θαυμαστῶς. Δαυῒδ τὸν Γολιὰθ καταφέρει ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματα ἐξετάσεις, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον ὄψει τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων κατέφερε τὸν Γολιὰθ, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν τοῦ διαβόλου κατέλυε τὴν φάλαγγα· καὶ καθάπερ λέων βρυχόμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος, καὶ πανταχοῦ μετεπήδα συνεχῶς, ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ' ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους, ἀνέμου ταχύτερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν, τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων; ἱστὸν ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά. Σκόπει δέ· Ὑπέστη ναυάγιον, ἵνα τὸ ναυάγιον παύσῃ τῆς οἰκουμένης· νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἵνα τοῦ βυθοῦ τῆς πλάνης ἀνιμήσηται· ἐν κόπῳ γέγονεν, ἵνα τοὺς κοπιῶντας ἀναπαύσῃ· πληγὰς ὑπέμεινεν, ἵνα τοὺς ὑπὸ τοῦ διαβόλου πληγέντας ἰάσηται· ἐν φυλακαῖς διέτριψεν, ἵνα τοὺς ἐν φυλακῇ καὶ σκότῳ καθημένους εἰς φῶς ἐξαγάγῃ· ἐν θανάτοις πολλάκις, ἵνα θανάτων ἀπαλλάξῃ χαλεπῶν· πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν, ἵνα αὐτοὺς τοὺς ταῦτα ποιοῦντας ἐλευθερώσῃ τῆς τοῦ διαβόλου μάστιγος· ἐῤῥαβδίσθη, ἵνα ὑπὸ τὴν ῥάβδον καὶ τὴν βακτηρίαν ἀγάγῃ τοῦ Χριστοῦ· ἐλιθάσθη, ἵνα ἀπαλλάξῃ τῶν ἀναισθήτων λίθων· ἐν ἐρημίᾳ γέγονεν, ἵνα τῆς ἐρημίας ἐξέληται· ἐν ὁδοιπορίαις, ἵνα στήσῃ πλανωμένους, καὶ τὴν εἰς τὸν οὐρανὸν φέρουσαν ὁδὸν ἀνοίξῃ· ἐν πόλεσιν ἐκινδύνευσεν, ἵνα τὴν ἄνω πόλιν ὑποδείξῃ· ἐν λιμῷ καὶ δίψει, ἵνα ἀφέληται τοῦ χαλεπωτέρου λιμοῦ· ἐν γυμνότητι, ἵνα ἀσχημονοῦντας ἐνδύσῃ τὴν στολὴν τοῦ Χριστοῦ· ἐν ἐπιστασίᾳ ὄχλου, ἵνα τῆς περιστάσεως τῶν δαιμόνων ἀπαγάγῃ· ἐπυρώθη, ἵνα σβέσῃ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· διὰ θυρίδος ἀπὸ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Ἔτι οὖν φθεγξόμεθα, οὐδὲ εἰδότες ἅπερ ἔπαθε Παῦλος; ἔτι χρημάτων μνησθησόμεθα; ἔτι γυναικὸς καὶ πόλεως καὶ ἐλευθερίας, ἐκεῖνον αὐτῆς τῆς ζωῆς μυριάκις καταφρονοῦντα ἰδόντες; Ὁ μάρτυς ἅπαξ ἀποθνήσκει· ὁ δὲ μακάριος ἐκεῖνος ἑνὶ σώματι καὶ μιᾷ ψυχῇ τοσούτους κινδύνους ὑπέμεινεν, ὅσοι καὶ ἀδαμάντινον ἱκανοὶ θορυβῆσαι ψυχήν· καὶ ἅπερ ἅπαντες ἐν τοσούτοις σώμασιν οἱ ἅγιοι ἔπαθον, ταῦτα αὐτὸς ἐν ἑνὶ πάντα ἤνεγκε· καὶ καθάπερ εἰς στάδιον τὴν οἰκουμένην εἰσελθὼν, καὶ πρὸς πάντας ἀποδυσάμενος, οὕτως ἵστατο γενναίως. Καὶ γὰρ ᾔδει τοὺς πυκτεύοντας αὐτῷ δαίμονας. Διὸ καὶ λαμπρὸς εὐθέως ἐκ προοιμίων ἐφάνη· ἐξ αὐτῆς τῆς βαλβῖδος καὶ μέχρι τέλους ὅμοιος διέμεινε· μᾶλλον δὲ καὶ ἐπέτεινε τὸν διωγμὸν, ἐγγὺς τοῦ βραβείου γενόμενος. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι τοσαῦτα πάσχων καὶ ποιῶν, σφόδρα μετριάζειν ᾔδει. Καὶ γὰρ εἰς ἀνάγκην ἐμπεσὼν τῆς διηγήσεως τῶν οἰκείων κατορθωμάτων, ταχέως ἅπαντα παρέδραμε· καίτοι γε μυρίας βίβλους ἐνέπλησεν ἂν, εἰ τῶν εἰρημένων ἕκαστον ἐξαπλῶσαι ἠβούλετο, καὶ τὰς Ἐκκλησίας εἶπεν ἃς ἐμερίμνα, εἰ τὰς φυλακὰς καὶ τὰ ἐν αὐταῖς κατορθώματα, εἰ τῶν ἄλλων καθ' ἑκάστην τὰς περιστάσεις, τὰς ἐφόδους. Ἀλλ' οὐκ ἠθέλησε. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, καὶ μετριάζειν μάθωμεν, καὶ μηδέποτε ἐν πλούτῳ καυχᾶσθαι, μηδὲ ἐν τοῖς ἄλλοις βιωτικοῖς, ἀλλ' ἐπὶ ταῖς ὕβρεσι ταῖς διὰ τὸν Χριστὸν, καὶ ἐπὶ ταύταις, ὅταν ἀνάγκη γένηται· ὡς εἰ μηδὲν εἴη τὸ κατεπεῖγον, μηδὲ τούτων μνημονεύωμεν, ἵνα μὴ ἐπαιρώμεθα, ἀλλὰ ἁμαρτημάτων μόνων. Οὕτω γὰρ ἀπαλλαγησόμεθα αὐτῶν ῥᾳδίως, καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, καὶ τῆς μελλούσης ἐπιτευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.