Ancient Greek
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ, ὡς καὶ προεῖπον, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-14
Not analysed yet
Οὕτω καὶ νῦν χρὴ τοὺς ἐγκαλουμένους διακεῖσθαι, θρηνεῖν καὶ ὀδύρεσθαι, οὕτω τοὺς διδασκάλους ποθεῖν, οὕτω μᾶλλον πατέρων ἐπιζητεῖν. Δι' ἐκείνων μὲν γὰρ τὸ ζῇν, διὰ δὲ τούτων τὸ καλῶς ζῇν γίνεται. Οὕτω χρὴ φέρειν ἐπιτιμήσεις πατέρων, οὕτω τοῖς προηγουμένοις χρεὼν συναλγεῖν ἐπὶ τοὺς ἁμαρτάνοντας. Οὐ γὰρ ἐν αὐτοῖς κεῖται τὸ πᾶν, ἀλλὰ καὶ ἐν ὑμῖν. Κἂν γὰρ ἴδῃ ὁ ἡμαρτηκὼς, ὅτι ἐπετιμήθη μὲν παρὰ τοῦ πατρὸς, ἐκολακεύθη δὲ παρὰ τῶν ἀδελφῶν, ῥᾳθυμότερος γίνεται. Ἀλλ' ὅταν ὁ πατὴρ ἐπιτιμήσῃ, συνοργίσθητι καὶ σὺ, εἴτε ὡς ἀδελφοῦ κηδόμενος, εἴτε ὡς πατρὶ συναγανακτῶν· μόνον ἐπίδειξαι πολλὴν τὴν σπουδὴν, καὶ πένθησον, μὴ ὅτι ἐπετιμήθη, ἀλλ' ὅτι ἥμαρτεν. Ἂν δὲ οἰκοδομήσω μὲν ἐγὼ, καταλύσῃς δὲ σὺ, τί ὠφελήσαμεν πλέον ἢ κόπους; Μᾶλλον δὲ οὐ μέχρι τούτου σοι τὰ τῆς ζημίας, ἀλλὰ καὶ κόλασιν ἄγεις ἐπὶ σαυτόν. Ὁ γὰρ κωλύων τὸ τραῦμα θεραπευθῆναι, τοῦ πεποιηκότος αὐτὸ οὐκ ἐλάττονα ἔχει κόλασιν, ἀλλὰ καὶ μείζονα. Οὐ γάρ ἐστιν ἴσον πλῆξαι, καὶ τὸ πληγὲν κωλῦσαι θεραπευθῆναι· τοῦτο μὲν γὰρ θάνατον τίκτει πάντως, ἐκεῖνο δὲ οὐ πάντως. Ταῦτα δέ μοι εἴρηται πρὸς ὑμᾶς, ἵνα συνοργίζησθε τοῖς ἄρχουσιν, ἐφ' οἷς δικαίως ἀγανακτοῦσιν, ἵν', ὅταν ἴδητέ τινα ἐπιτιμώμενον, πάντες ἀποστρέφησθε μειζόνως ἢ ὁ διδάσκαλος. Ὑμᾶς φοβείσθω μᾶλλον, ἢ τοὺς ἄρχοντας ὁ πεπλημμεληκώς. Ἂν μὲν γὰρ τὸν διδάσκαλον φοβηθῇ μόνον, ταχέως ἁμαρτήσεται· ἂν δὲ τοσούτους ὀφθαλμοὺς περιστέλληται, τοσαῦτα στόματα, ἐν πλείονι ἔσται ἀσφαλείᾳ. Ὥσπερ γὰρ, εἰ μὴ ταῦτα ποιοῦμεν, τὴν ἐσχάτην δώσομεν δίκην· οὕτως, εἰ ταῦτα ἐργαζόμεθα, τοῦ κέρδους τοῦ ἐπὶ τῇ διορθώσει κοινωνήσομεν. Οὕτω τοίνυν ποιῶμεν· κἂν εἴποι τις, ὅτι Φιλανθρώπευσαι τὸν ἀδελφὸν, τοῦτο πρέπει Χριστιανοῖς· μανθανέτω, ὅτι ὁ ὀργιζόμενος φιλανθρωπεύεται, οὐκ ἐκεῖνος ὁ πρὸ τοῦ καιροῦ καλῶν αὐτὸν, καὶ μηδὲ ἀφιεὶς αἴσθησιν λαβεῖν τοῦ πλημμελήματος. Τίς γὰρ, εἰπέ μοι, τὸν πυρεταίνοντα καὶ φρενίτιδι κατεχόμενον ἐλεεῖ, ὁ κατακλίνων ἐπὶ τῆς εὐνῆς, καὶ δεσμῶν, καὶ σίτων καὶ ποτῶν τῶν οὐ προσηκόντων ἀπάγων, ἢ ὁ διδοὺς ἀκράτου ἐμφορηθῆναι, καὶ ἐν ἐξουσίᾳ κελεύων εἶναι, καὶ πάντα ποιεῖν ἅπερ τὸν ὑγιαίνοντα δεῖ; οὐχὶ οὗτος μὲν καὶ ἐπιτρίβει τὸ νόσημα, ὁ δοκῶν φιλανθρωπεύεσθαι, ἐκεῖνος δὲ διορθοῦται; Οὕτω δὴ καὶ ἐνταῦθα ψηφιζόμεθα. Καὶ γὰρ φιλανθρωπίας ἐστὶ τὸ μὴ πανταχοῦ χαρίζεσθαι τοῖς κάμνουσι, μηδὲ κολακεύειν τὰς ἀτόπους αὐτῶν ἐπιθυμίας. Οὐδεὶς οὕτως ἐφίλει τὸν πορνεύσαντα παρὰ Κορινθίοις, ὡς Παῦλος, ὁ κελεύων αὐτὸν παραδοῦναι τῷ Σατανᾷ· οὐδεὶς οὕτως αὐτὸν ἐμίσει, ὡς οἱ συγκροτοῦντες καὶ θεραπεύοντες· καὶ τὸ πέρας ἔδειξεν. Ἐκεῖνοι μὲν γὰρ αὐτὸν καὶ ἐφύσησαν, καὶ τὴν φλεγμονὴν μείζονα εἰργάσαντο· οὗτος δὲ καὶ κατέστελλε, καὶ οὐκ ἀπέστη, ἕως πρὸς καθαρὰν ὑγίειαν ἤγαγε· καὶ οἱ μὲν τῷ ὄντι κακῷ προσετίθεσαν, οὗτος δὲ καὶ τὸ ἐξ ἀρχῆς γενόμενον ἀνέσπασε. Τούτους καὶ ἡμεῖς μάθωμεν τῆς φιλανθρωπίας τοὺς νόμους. Καὶ γὰρ ἵππον ἂν ἴδῃς κατὰ κρημνῶν φερόμενον, χαλινὸν ἐμβάλλεις, καὶ ἀναχαιτίζεις μετὰ σφοδρότητος, καὶ μαστίζεις πολλάκις· καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ' ἡ κόλασις αὕτη σωτηρίας μήτηρ ἐστίν. Οὕτω καὶ ἐπὶ τῶν ἁμαρτανόντων ποίησον· δῆσον τὸν πλημμελήσαντα, ἕως ἂν ἐξιλεώσῃ τὸν Θεόν· μὴ ἀφῇς λελυμένον, ἵνα μὴ πλέον δεθῇ τῇ τοῦ Θεοῦ ὀργῇ. Ἂν ἐγὼ δήσω, ὁ Θεὸς οὐκέτι δεσμεῖ· ἂν δὲ ἐγὼ μὴ δήσω, τὰ ἄῤῥηκτα αὐτὸν μένει δεσμά. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Μὴ δὴ ὠμότητος εἶναι νόμιζε τὸ τοιοῦτον καὶ ἀπανθρωπίας, ἀλλὰ τῆς ἄκρας ἡμερότητος, καὶ τῆς ἀρίστης ἰατρείας, καὶ πολλῆς τῆς κηδεμονίας. Ἀλλ' ἱκανὸν ἔδοσαν χρόνον τιμωρίαν, φησί. Πόσον; εἰπέ μοι· ἐνιαυτὸν, καὶ ἔτη δύο καὶ τρία; Ἀλλ' οὐ τοῦτο ζητῶ χρόνου πλῆθος, ἀλλὰ ψυχῆς διόρθωσιν. Τοῦτο τοίνυν ἐπίδειξον, εἰ κατενύγησαν, εἰ μετεβάλοντο, καὶ τὸ πᾶν γέγονεν· ὡς, ἂν μὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος τοῦ χρόνου. Οὐδὲ γὰρ εἰ πολλάκις ἐπεδέθη τὸ τραῦμα ζητοῦμεν, ἀλλ' εἰ ὤνησέ τι ὁ δεσμός. Εἰ μὲν οὖν ὠφέλησε καὶ ἐν χρόνῳ βραχεῖ, μηκέτι προσκείσθω· εἰ δὲ μηδὲν ὤνησε, καὶ μετὰ δέκα ἐνιαυτοὺς ἔτι προσκείσθω· καὶ ὅρος οὗτος ἔστω λύσεως, τοῦ δεδεμένου τὸ κέρδος. Ἂν οὕτω καὶ ἡμῶν αὐτῶν καὶ τῶν λοιπῶν ἐπιμελώμεθα, καὶ μὴ πρὸς ἀνθρώπων βλέπωμεν δόξαν καὶ αἰσχύνην, ἀλλὰ τὴν ἐκεῖ κόλασιν καὶ τὸ ὄνειδος ἐννοοῦντες, καὶ πρὸ πάντων τὸ τὸν Θεὸν παροξύνεσθαι, σφόδρα τῆς μετανοίας ἐπιτιθῶμεν τὰ φάρμακα· καὶ ἐπὶ τὴν καθαρὰν ἥξομεν ὑγίειαν ταχέως, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.