Ancient Greek
Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-22
Not analysed yet
Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλ' ἵνα καὶ μανθάνωμεν. Εἰ γὰρ ἐκεῖνος τῶν πρὸ τοῦ λουτροῦ πλημμελημάτων ἐμέμνητο, καίτοι πάντων ἀφανισθέντων, τίνα ἂν σχοίημεν συγγνώμην οἱ τῶν μετὰ τὸ λουτρὸν ἀμνημονοῦντες ἡμεῖς; Τί λέγεις, ἄνθρωπε; προσέκρουσας τῷ Θεῷ, καὶ ἐπιλανθάνῃ; Δευτέρα αὕτη πρόσκρουσις, δευτέρα ἀπέχθεια. Ποίων οὖν ἁμαρτημάτων αἰτεῖς λύσιν; ὧν οὐδὲ οἶδας αὐτός; Πάνυ γε. Οὐ γὰρ μεριμνᾷς καὶ φροντίζεις πῶς λόγον δώσεις, ὁ μηδὲ μεμνῆσθαι αὐτῶν σπουδάζων, ἀλλὰ παίζων ἐν οὐ παικτοῖς. Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐκέτι προχωρήσει τὰ τῆς παιδιᾶς ἡμῖν. Καὶ γὰρ δεῖ ἡμᾶς πάντως ἀποθανεῖν (διὰ γὰρ τὴν πολλὴν ἀναισθησίαν τῶν πολλῶν καὶ ὑπὲρ τῶν φανερῶν διαλέγεσθαι δεῖ), καὶ ἀναστῆναι πάντως, καὶ κριθῆναι πάντως, καὶ κολασθῆναι· μᾶλλον δὲ τοῦτο οὐ πάντως, ἐὰν θέλωμεν. Ἐκείνων μὲν γὰρ οὐχ ἡμεῖς κύριοι, οὔτε τῆς τελευτῆς ἡμῶν, οὔτε τῆς ἀναστάσεως, οὔτε τῆς κρίσεως, ἀλλ' ὁ Δεσπότης ὁ ἡμέτερος· τοῦ μέντοι διδόναι δίκην, ἢ μὴ, ἡμεῖς κύριοι· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν. Ἀλλ' ἐὰν θέλωμεν, τῶν ἀδυνάτων αὐτὸ ποιήσομεν, ὡσπεροῦν Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες· καὶ γὰρ ἐκείνους κολασθῆναι ἀδύνατον. Ἂν τοίνυν ἐθέλωμεν, καὶ ἡμᾶς ὁμοίως ἀδύνατόν τι παθεῖν. Κἂν γὰρ μυρία πεπλημμεληκότες ὦμεν, δυνατὸν ἀνακτήσασθαι, ἕως ἂν ἐνταῦθα ὦμεν. Ἀνακτησώμεθα τοίνυν ἑαυτούς· καὶ ὁ μὲν γέρων ἐννοείτω, ὅτι μικρὸν ὕστερον ἀπελεύσεται, ὅτε ἱκανῶς ἐνετρύφησε τῇ ἡλικίᾳ (καίτοι γε ποία τοῦτο τρυφὴ τὸ ἐν κακίᾳ διάγειν; ἀλλὰ τέως πρὸς τὴν ἐκείνου δόξαν τοῦτό φημι)· ἐννοείτω μετὰ τοῦτο, ὅτι ἔξεστιν αὐτῷ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀπονίψασθαι. Ὁ νέος πάλιν καὶ αὐτὸς τὸ ἄδηλον λογιζέσθω τῆς τελευτῆς, καὶ ὅτι πολλῶν πολλάκις πρεσβυτέρων μενόντων ἐνταῦθα, οἱ νέοι πρὸ αὐτῶν ἀπηνέχθησαν. Ἵνα γὰρ μὴ πραγματευώμεθα τὴν τελευτὴν ἡμῶν, διὰ τοῦτο ἐν ἀδήλῳ κεῖται. Διὸ καὶ σοφός τις παραινεῖ λέγων, Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἐκ μὲν γὰρ τοῦ ἀναβάλλεσθαι κίνδυνος καὶ φόβος, ἐκ δὲ τοῦ μὴ ἀναβάλλεσθαι σωτηρία δήλη καὶ ἀσφαλής. Ἔχου τοίνυν τῆς ἀρετῆς. Οὕτω γὰρ, κἂν νέος ἀπέλθῃς, ἀσφαλῶς ἀπῆλθες· κἂν εἰς γῆρας ἔλθῃς, μετὰ πολλῆς ἀπῆλθες τῆς εὐπορίας· καὶ διπλῇ ἑορτὴν διὰ παντὸς ἕξεις τοῦ βίου, κακίας τε ἀπεχόμενος, καὶ ἀρετῆς ἐπειλημμένος. Μὴ λέγε, Ἔσται καιρὸς ὅταν ἐπιστρέψαι δέῃ· ταῦτα γὰρ τὰ ῥήματα σφόδρα παροργίζει τὸν Θεόν. Τί δήποτε; Ὅτι αὐτός σοι ἀπείρους αἰῶνας ἐπηγγείλατο, σὺ δὲ οὐδὲ τὴν παροῦσαν ζωὴν ἐθέλεις πονεῖν, τὴν βραχεῖαν ταύτην καὶ πρόσκαιρον, ἀλλ' οὕτως εἶ χαῦνος καὶ ἄνανδρος, ὡς καὶ αὐτῆς ταύτης βραχυτέραν ἐπιζητεῖν. Οὐχ οἱ αὐτοὶ κῶμοι καθ' ἡμέραν; οὐχ αἱ αὐταὶ τράπεζαι; οὐχ αἱ αὐταὶ πόρναι, οὐχὶ τὰ αὐτὰ θέατρα; οὐχὶ τὰ αὐτὰ χρήματα; Μέχρι τίνος ὡς ἐκείνων ὄντων ἐρᾷς; μέχρι τίνος τὴν ἀκόρεστον ἔχεις τῆς κακίας ἐπιθυμίαν; Ἐννόησον ὅτι ὁσάκις ἐπόρνευσας, τοσαυτάκις κατέγνως σαυτοῦ. Καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· ἅμα γέγονε, καὶ τὴν ψῆφον ἤνεγκεν ὁ δικαστής. Ἐμεθύσθης, ἐγαστρίσθης, ἥρπασας; Στῆθι λοιπὸν, ὑπόστρεψον τὴν ἐναντίαν, ὁμολόγησον τῷ Θεῷ χάριν, ὅτι σε οὐκ ἐν μέσοις ἀνήρπασε τοῖς ἁμαρτήμασι· μὴ καὶ ἑτέραν ζήτει προθεσμίαν εἰς τὸ κακῶς ἐργάζεσθαι. Πολλοὶ μεταξὺ πλεονεκτοῦντες ἀνηρπάγησαν, καὶ ἀπῆλθον ἐπὶ φανερὰν δίκην. Φοβήθητι μὴ καὶ σὺ τοῦτο πάθῃς ἀναπολόγητος. Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν ὁ Θεὸς, καὶ ἐν ἐσχάτῳ γήρᾳ ἐξομολογήσασθαι. Τί οὖν; καὶ σοὶ δώσει; Ἴσως δώσει, φησί. Τί λέγεις ἴσως, καὶ ἐνίοτε, καὶ πολλάκις; ἐννόησον ὅτι περὶ ψυχῆς βουλεύῃ, καὶ τίθει καὶ τὸ ἐναντίον, καὶ λογίζου καὶ λέγε, Τί δὲ, ἐὰν μὴ δῷ; Τί δὲ, ἐὰν δῷ, φησίν; Ἔδωκε μὲν αὐτὸς, πλὴν τοῦτο ἐκείνου ἀσφαλέστερον καὶ κερδαλεώτερον. Ἐὰν μὲν γὰρ ἤδη ἄρξῃ, τὸ πᾶν ἐκέρδανας, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς προθεσμίαν· ἐὰν δὲ ἀεὶ μέλλῃς, δι' αὐτὸ τοῦτο πολλάκις οὐ λήψῃ. Σὺ δὲ εἰς μὲν πόλεμον ἐξιὼν, οὐ λέγεις, Οὐκ ἀνάγκη διαθέσθαι, ἴσως ἐπανήξω· οὐδὲ περὶ γάμου βουλευόμενος λέγεις, Λάβω γυναῖκα πενιχρὰν, πολλοὶ παρὰ δόξαν καὶ οὕτως ἐπλούτησαν· οὐδὲ οἰκίαν οἰκοδομούμενος, Καταβάλω θεμελίους σαθροὺς, πολλαὶ καὶ οὕτως ἔστησαν οἰκίαι· ὑπὲρ δὲ ψυχῆς βουλευόμενος, τοῖς σαθροτέροις ἐγχειρεῖς, τὸ ἴσως καὶ πολλάκις καὶ ἐνίοτε τιθεὶς, καὶ τοῖς ἀδήλοις ἐπιτρέπεις σαυτόν; Οὐ τῷ ἀδήλῳ, φησὶν, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φιλάνθρωπος γὰρ ὁ Θεός. Οἶδα κἀγώ· ἀλλ' ὁ φιλάνθρωπος οὗτος κἀκείνους οὓς εἶπον ἀνήρπασε. Τί δὲ, ἂν καὶ χρόνον λαβὼν ὅμοιος μένῃς; ὁ γὰρ τοιοῦτος καὶ ἐν γήρᾳ ῥᾴθυμος ἔσται. Οὒ, φησίν· Ὁ γὰρ λογισμὸς οὗτος καὶ μετὰ τὰ ὀγδοήκοντα ἔτη, ἐννενήκοντα ἐπιζητεῖ, καὶ μετὰ τὰ ἐννενήκοντα, ἑκατὸν, καὶ μετὰ τὰ ἑκατὸν, ἀργότερος ἔσται. Καὶ οὕτως ὁ βίος ἅπας ἀναλωθήσεται μάτην, καὶ συμβήσεται τὰ περὶ τῶν Ἰουδαίων εἰρημένα καὶ ἐπὶ σοί· ὅτι Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. Καὶ εἴθε ἐν ματαιότητι μόνον, ἀλλὰ μὴ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ ἀπέλθωμεν ἐκεῖ τὸ βαρὺ τῶν ἁμαρτημάτων φορτίον φέροντες (τοῦτο γάρ ἐστιν, ἐπὶ κακῷ), τροφὴν ἀποίσομεν τῷ πυρὶ, καὶ πολλὴν τῷ σκώληκι τράπεζαν. Διὸ δέομαι καὶ ἀντιβολῶ στῆναί ποτε γενναίως, καὶ ἀποστῆναι κακίας, ἵνα καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.