Ancient Greek
Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 1.1-23
Not analysed yet
Μέλλων ἐμβαίνειν εἰς τοὺς οἰκείους ἐπαίνους, πολλῇ κέχρηται τῇ προδιορθώσει. Καὶ οὐχ ἅπαξ, οὐδὲ δεύτερον τοῦτο ποιεῖ· καίτοι γε ἱκανὴ ἦν ἡ ἀνάγκη τῆς ὑποθέσεως ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ, καὶ τὰ πολλάκις εἰρημένα αὐτῷ. Ὁ γὰρ ἁμαρτημάτων μεμνημένος, ὧν ὁ Θεὸς οὐκ ἐμέμνητο, καὶ διὰ τοῦτο λέγων ἀνάξιος εἶναι καὶ τῆς προσηγορίας αὐτῆς τῶν ἀποστόλων, καὶ τοῖς σφόδρα ἀναισθήτοις εὔδηλός ἐστιν οὐ διὰ δόξαν ταῦτα λέγων, ἃ μέλλει νῦν ἐρεῖν. Καὶ γὰρ, εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, εἰς δόξαν αὐτὸν μάλιστα τοῦτο παρέβλαπτε, τὸ περὶ ἑαυτοῦ τι λέγειν· καὶ προσίσταται τοῦτο τοῖς πολλοῖς. Ἀλλ' ὅμως οὐδὲν τούτων ὑπείδετο, ἀλλ' εἰς ἓν εἶδε, τὴν τῶν ἀκουόντων σωτηρίαν. Ὥστε οὖν μηδὲ βλάψαι τούτῳ τοὺς ἀνοήτους, τῷ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, ἐκ περιουσίας κέχρηται ταῖς πολλαῖς ταύταις προδιορθώσεσι, καί φησιν, Εἴθε ἠνείχεσθέ μου μικρά τινα ἀνοηταίνοντος· μᾶλλον δὲ καὶ ἀνέχεσθε. Εἶδες σύνεσιν; Τὸ μὲν γὰρ εἰπεῖν, Εἴθε, κυρίους αὐτοὺς ποιοῦντός ἐστι· τὸ δὲ καὶ ἀποφήνασθαι, σφόδρα θαῤῥοῦντος αὐτῶν ἐστι τῇ ἀγάπῃ, καὶ ἐνδεικνυμένου ὅτι καὶ φιλεῖ καὶ φιλεῖται· μᾶλλον δὲ οὐκ ἀπὸ ἀγάπης ψιλῆς ἁπλῶς, ἀλλ' ἀπό τινος ἔρωτος θερμοῦ καὶ μανικοῦ φησι δεῖν αὐτοὺς ἀνασχέσθαι καὶ ἀνοηταίνοντος. Διὸ καὶ ἐπήγαγε, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Οὐκ εἶπεν, Ἀγαπῶ γὰρ ὑμᾶς, ἀλλ' ὃ πολλῷ τούτου σφοδρότερον ἦν τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ αἱ σφόδρα τῶν ἐρωμένων περικαιόμεναι, καὶ οὐκ ἂν ἄλλως τεχθείη ζηλοτυπία, ἀλλ' ἢ ἀπὸ σφοδρᾶς φιλίας. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δυναστείας ἕνεκεν, ἢ τιμῆς, ἢ χρημάτων, ἢ ἄλλου τινὸς τοιούτου, τῆς φιλίας αὐτῶν ἐφίεται, προσέθηκε, Θεοῦ ζήλῳ. Καὶ γὰρ ὁ Θεὸς λέγεται ζηλοῦν, οὐχ ἵνα πάθος ὑποπτεύσῃ τις· καὶ γὰρ ἀπαθὲς τὸ Θεῖον· ἀλλ' ἵνα μάθωσιν ἅπαντες, ὅτι δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ δι' αὐτοὺς τοὺς ζηλοτυπουμένους πάντα ποιεῖ· οὐχ ἵνα αὐτός τι κερδάνῃ, ἀλλ' ἵνα ἐκείνους διασώσῃ. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οὐχ οὕτως ὁ ζῆλος γίνεται, ἀλλὰ διὰ τὴν οἰκείαν ἀνάπαυσιν· οὐ διὰ τὸ καθυβρίζεσθαι τοὺς ἐρωμένους, ἀλλὰ διὰ τὸ μὴ πλήττεσθαι τοὺς φιλοῦντας, καὶ παρευδοκιμεῖσθαι, καὶ ἔλαττον ἔχειν παρὰ τοῖς ἐρωμένοις. Ἐνταῦθα δὲ οὐχ οὕτως. Οὐ γὰρ τούτου μοι μέλει, φησὶ, μὴ ἔλαττον σχῶ παρ' ὑμῖν, ἀλλὰ μὴ ὑμᾶς ἴδω διαφθαρέντας. Τοιοῦτος γὰρ ὁ τοῦ Θεοῦ ζῆλος, τοιοῦτος καὶ ὁ ἐμὸς, σφοδρὸς ὁμοῦ καὶ καθαρός. Εἶτα καὶ ἡ αἰτία ἀναγκαία· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Οὐκοῦν οὐκ ἐμαυτῷ, ἀλλ' ἐκείνῳ ζηλῶ, ᾧ ἡρμοσάμην. Μνηστείας γάρ ἐστι καιρὸς ὁ παρὼν καιρὸς, ὁ δὲ τῶν παστάδων ἕτερος, ὅταν λέγωσιν, Ἀνέστη ὁ νυμφίος. Ὢ καινῶν πραγμάτων. ἐπὶ τοῦ κόσμου παρθένοι μένουσι πρὸ τοῦ γάμου, μετὰ δὲ τὸν γάμον οὐκέτι. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ κἂν μὴ ὦσι παρθένοι πρὸ τοῦ γάμου τούτου, μετὰ τὸν γάμον παρθένοι γίνονται. Οὕτω πᾶσα ἡ Ἐκκλησία παρθένος ἐστί. Καὶ γὰρ πρὸς πάντας διαλεγόμενος ταῦτά φησι, καὶ τοὺς γεγαμηκότας καὶ τὰς γεγαμημένας. Ἀλλ' ἴδωμεν τί φέρων, ἡμᾶς ἡρμόσατο, ποῖα ἕδνα. Οὐ χρυσὸν, οὐκ ἄργυρον, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν· διὸ καὶ ἔλεγεν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν· καὶ παρακαλεῖ, ὅτε τὴν νύμφην ἔμελλε λαμβάνειν. Τούτου τύπος ἦν τὰ ἐπὶ τοῦ Ἀβραάμ. Καὶ γὰρ ἐκεῖνος τὸν παῖδα τὸν πιστὸν ἔπεμψε μνηστευσόμενον κόρην ἐθνικήν· καὶ ἐνταῦθα ἔπεμψεν ὁ Θεὸς τοὺς οἰκέτας τοὺς ἑαυτοῦ μνηστευσομένους τῷ παιδὶ τὴν Ἐκκλησίαν, καὶ προφήτας ἄνωθεν ταῦτα λέγοντας· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εἶδες καὶ τὸν προφήτην ἁρμοζόμενον; εἶδες καὶ τὸν Ἀπόστολον μετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο τὸ ῥῆμα φθεγγόμενον, καὶ λέγοντα, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ; Εἶδες πάλιν σύνεσιν; Εἰπὼν γὰρ, ὅτι Ὀφείλετέ μου ἀνέχεσθαι, οὐκ εἶπε, Διδάσκαλος γὰρ ὑμῶν εἰμι, καὶ οὐ, Δι' ἐμαυτὸν λέγω· ἀλλ' ὃ μάλιστα τούτοις ἔφερεν ἀξίωμα, τοῦτο τίθησιν, ἑαυτὸν μὲν ἐν χώρᾳ τῆς προμνηστρίας, ἐκείνους δὲ ἐν τάξει τῆς νύμφης στήσας· καὶ ἐπάγει λέγων, Φοβοῦμαι δὲ μή πως, ὡς ὄφις Εὔαν ἠπάτησε διὰ τῆς πανουργίας αὑτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Εἰ γὰρ καὶ ἡ ἀπώλεια ὑμετέρα, ἀλλὰ ἡ ἀθυμία κοινή. Καὶ σκόπει τὴν σύνεσιν· οὐ γὰρ αὐτὸ ἀποφαίνεται, καίτοι ἦσαν διεφθαρμένοι· καὶ τοῦτο δηλῶν ἔλεγεν, Ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοὴ, καὶ, Πενθήσω πολλοὺς τῶν προημαρτηκότων· ἀλλ' ὅμως οὐκ ἀφίησιν αὐτοὺς ἀναισχυντῆσαι· διό φησι, Μήποτε. Οὔτε γὰρ καταδικάζει, οὔτε σιγᾷ· οὐδέτερον γὰρ ἀσφαλὲς, οὔτε εἰπεῖν φανερῶς, οὔτε κρύψαι διηνεκῶς. Διὸ τὸ μέσον τίθησι λέγων, Μήποτε. Τοῦτο γὰρ οὐδὲ σφόδρα κατεγνωκότος, οὐδὲ σφόδρα θαῤῥοῦντος, ἀλλ' ἐν τῷ μέσῳ τούτων ἑκατέρων ἑστῶτος. Οὕτω μὲν οὖν παρεμυθήσατο· τῇ δὲ μνήμῃ τῆς ἱστορίας εἰς φόβον ἄφατον ἐνέβαλε, καὶ πάσης ἀποστερεῖ συγγνώμης αὐτούς. Εἰ γὰρ καὶ ὁ ὄφις κακοῦργος, κἀκείνη ἀνόητος, ἀλλ' ὅμως οὐδὲν τούτων ἐξήρπασε τὴν γυναῖκα.