Ancient Greek
Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-23
Not analysed yet
Καίτοι εἰ τὰ αὐτὰ λέγουσι, φησὶ, τίνος ἕνεκεν αὐτοὺς κωλύεις; Ὅτι ὑποκρίσει κεχρημένοι, ἕτερα εἰσάγουσι δόγματα. Ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει, ἀλλ' ὕστερον αὐτὸ τίθησιν, ὅταν λέγῃ, Μετασχηματίζονται εἰς ἀποστόλους Χριστοῦ· τέως δὲ ἐκ τῶν ἀνεπαχθεστέρων ἀπάγει τῆς αὐθεντίας αὐτῶν τοὺς μαθητάς· καὶ οὐκ ἐκείνοις βασκαίνων, ἀλλὰ τούτους ἀσφαλιζόμενος. Ἐπεὶ τὸν Ἀπολλὼ διὰ τί οὐ κωλύει, καίτοι ἄνδρα λόγιον ὄντα, καὶ δυνατὸν ἐν ταῖς Γραφαῖς, ἀλλὰ καὶ παρακαλεῖ, καὶ ἐπαγγέλλεται πέμψειν αὐτόν; Ὅτι μετὰ τῆς παιδεύσεως ἐκεῖνος καὶ τὴν τῶν δογμάτων ὀρθότητα διετήρει· οὗτοι δὲ τοὐναντίον. Διόπερ αὐτοῖς πολεμεῖ, καὶ τοῖς μαθηταῖς ἐγκαλεῖ πρὸς αὐτοὺς κεχηνόσι, λέγων, ὅτι Εἰ μέν τι τῶν ὀφειλόντων λεχθῆναι παρελίπομεν ἡμεῖς, ἐπλήρωσαν δὲ ἐκεῖνοι, οὐ κωλύομεν προσέχειν· εἰ δὲ πάντα ἀπήρτισται παρ' ἡμῶν, καὶ οὐδὲν λέλειπται, πόθεν ὑμᾶς εἷλον ἐκεῖνοι; Διὸ καὶ ἐπάγει λέγων, Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων· οὐκέτι πρὸς ἐκείνους, ἀλλὰ πρὸς τοὺς περὶ Πέτρον ποιούμενος τὴν σύγκρισιν. Ὥστε εἰ ἐμοῦ τι πλέον ἴσασι, κἀκείνων. Καὶ ὅρα πῶς κἀνταῦθα μετριάζει. Οὐ γὰρ εἶπεν, ὅτι Οὐδέν μου πλέον εἶπαν οἱ ἀπόστολοι· ἀλλὰ πῶς; Λογίζομαι· οὕτω νομίζω, ὅτι οὐδὲν ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ἐπειδὴ γὰρ καὶ τοῦτο ἐλάττωμα αὐτοῦ ἐδόκει εἶναι τὸ προλαβόντας ἐκείνους ὄνομα ἔχειν πλέον, καὶ μείζων περὶ ἐκείνους ἦν ἡ δόξα, καὶ ἔμελλον οὗτοι παρεισάγειν ἑαυτοὺς, διὰ τοῦτο πρὸς αὐτοὺς ποιεῖται τὴν σύγκρισιν μετὰ τοῦ προσήκοντος αὐτῷ σχήματος. Διὸ καὶ μετ' ἐγκωμίων αὐτῶν μέμνηται, οὐχ ἁπλῶς τῶν ἀποστόλων εἰπὼν, ἀλλὰ, Τῶν ὑπερλίαν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην δηλῶν. Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἐπειδὴ γὰρ τούτῳ ἐκεῖνοι ἐπλεονέκτουν οἱ διαφθείροντες Κορινθίους, τῷ μὴ εἶναι ἰδιῶται, καὶ τοῦτο τίθησι, δεικνὺς ὅτι οὐκ ἐπαισχύνεται τούτῳ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Καὶ οὐκ εἶπεν, Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλὰ κἀκεῖνοι· τοῦτο γὰρ ἐδόκει διαβάλλοντος εἶναι κἀκείνους, καὶ τούτους ἐπαίροντος· ἀλλ' αὐτὸ καθαιρεῖ τὸ πρᾶγμα τὸ τῆς ἔξω σοφίας. Καὶ ἐν μὲν τῇ προτέρᾳ Ἐπιστολῇ καὶ σφόδρα ἀγωνίζεται περὶ τούτου λέγων, ὅτι οὐ μόνον οὐδὲν συντελεῖ πρὸς τὸ κήρυγμα τοῦτο, ἀλλὰ καὶ ἐπισκιάζει τῇ δόξῃ τοῦ σταυροῦ· Ἦλθον γὰρ, φησὶν, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας πρὸς ὑμᾶς, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ ἕτερα πολλὰ τοιαῦτα· ὅτι τῇ γνώσει ἰδιῶται ἦσαν, ἥπερ καὶ ἐσχάτη ἐστὶν ἰδιωτεία. Ὅτε μὲν οὖν ἐν τοῖς μεγάλοις ἔδει συγκρίνειν, τοῖς ἀποστόλοις ἑαυτὸν συγκρίνει· ὅτε δὲ δεῖξαι τὸ δοκοῦν ἐλάττωμα εἶναι, οὐκέτι, ἀλλ' αὐτῷ συμπλέκεται τῷ πράγματι, καὶ δείκνυσι πλεονέκτημα τοῦτο γενόμενον· καὶ ὅτε μὲν οὐδεμία ἀνάγκη κατήπειγε, καὶ ἐλάχιστόν φησι τῶν ἀποστόλων εἶναι, καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον· ἐνταῦθα δὲ πάλιν, ὅτε καιρὸς ἐκάλει, φησὶ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. ᾜδει γὰρ τοῦτο μάλιστα ὠφελῆσον τοὺς μαθητάς· διὸ καὶ ἐπάγει λέγων, Ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς. Καὶ γὰρ ἐνταῦθα πάλιν διαβάλλει τοὺς ψευδαποστόλους, ὡς ἐν πανουργίᾳ περιπατοῦντας. Ταῦτα δὲ καὶ ἔμπροσθεν περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι οὐ κατὰ πρόσωπον ἔζη, οὐδὲ δολῶν καὶ καπηλεύων τὸν λόγον ἐκήρυττεν. Ἐκεῖνοι δὲ ἕτεροι μὲν ἦσαν, ἕτεροι δὲ ἐφαίνοντο, ἀλλ' οὐκ αὐτός. Διὸ καὶ πανταχοῦ μέγα φρονεῖ ἐπὶ τῷ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, μηδὲ ἀποκρύπτεσθαι τὰ καθ' ἑαυτόν. Ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι Τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων· καὶ νῦν δέ φησιν, Ἐν παντὶ φανερωθέντες εἰς ὑμᾶς. Τί δὲ τοῦτό ἐστιν; Ἰδιῶται, φησὶν, ἐσμὲν, καὶ οὐκ ἀποκρυπτόμεθα· λαμβάνομεν παρά τινων, καὶ οὐ σιγῶμεν. Παρ' ὑμῶν οὖν λαμβάνομεν, καὶ οὐχὶ προσποιούμεθα μὴ λαμβάνειν, καθάπερ οὗτοι λαμβάνοντες· ἀλλὰ πάντα ποιοῦμεν φανερὰ ὑμῖν. Καὶ σφόδρα θαῤῥοῦντος ἐκείνοις ἦν, καὶ μετὰ ἀληθείας ἅπαντα καταγγέλλοντος. Διὸ καὶ μάρτυρας αὐτοὺς καλεῖ, καὶ νῦν εἰπὼν, Ἐν πᾶσιν εἰς ὑμᾶς, καὶ ἔμπροσθεν λέγων, Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε, ἢ καὶ ἐπιγινώσκετε. Εἶτα ἐπειδὴ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, βαρέως τὸ ἑξῆς ἐπάγει λέγων, Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν, ἵνα ὑμεῖς ὑψωθῆτε; Καὶ ἑρμηνεύων αὐτὸ, φησὶν, Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον, πρὸς τὴν ὑμετέραν διακονίαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν στενοχωρίᾳ διήγαγον· τοῦτο γάρ ἐστι τὸ, Ταπεινῶν ἐμαυτόν. Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν; καὶ διὰ τοῦτο κατεπαίρεσθέ μου, ἐπειδὴ ἐταπείνωσα ἐμαυτὸν προσαιτῶν, στενοχωρούμενος, λιμώττων, ἵνα ὑμεῖς ὑψωθῆτε; Καὶ πῶς ὑψοῦντο οὗτοι, τούτου ὄντος ἐν στενοχωρίᾳ; Μᾶλλον ᾠκοδομοῦντο, καὶ οὐκ ἐσκανδαλίζοντο· ὃ καὶ μεγίστη αὐτῶν ἂν εἴη κατηγορία, καὶ τῆς ἀσθενείας αὐτῶν ἔγκλημα, ὅτι οὐκ ἦν αὐτοὺς ἄλλως ἐνάγειν, ἢ πρότερον ταπεινωθέντα. Ἐγκαλεῖτέ μοι οὖν ὅτι ταπεινὸς γέγονα; Ἀλλὰ διὰ τοῦτο ὑμεῖς ὑψώθητε. Ἐπειδὴ γὰρ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι διέβαλλον αὐτὸν, ὅτι παρὼν μὲν ταπεινὸς, ἀπὼν δὲ θαῤῥεῖ, ἀπολογούμενος πλήττει πάλιν αὐτοὺς ἐνταῦθα λέγων, ὅτι Καὶ τοῦτο δι' ὑμᾶς. Ἄλλας Ἐκκλη σίας ἐσύλησα. Ἐνταῦθα λοιπὸν ὀνειδιστικῶς· ἀλλὰ τὰ πρότερα οὐκ ἀφίησιν ἐπαχθῆ ταῦτα φανῆναι. Εἶπε γὰρ, Ἀνέχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πρὸ τῶν ἄλλων αὐτοῦ κατορθωμάτων ἐν τούτῳ πρώτῳ καυχᾶται. Τοῦτο γὰρ μάλιστα ζητοῦσιν οἱ βιωτικοὶ, καὶ ἐν τούτῳ κἀκεῖνοι, οἳ δι' ἐναντίας μέγα ἐφρόνουν. Διὰ τοῦτο οὐ πρότερον εἰς τὸν τῶν κινδύνων ἐμβάλλει λόγον, οὐδὲ εἰς τὸν τῶν σημείων, ἀλλ' εἰς τὸν τῆς τῶν χρημάτων ὑπεροψίας, ἐπειδὴ ἐν τούτῳ ἐφρόνουν· ὁμοῦ δὲ αὐτοὺς καὶ αἰνίττεται πλουτοῦντας.