Ancient Greek
Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-23
Not analysed yet
Ὁρᾶτε οὖν μὴ ταῦτα πάθητε, φησὶ, καὶ οὐδὲν ὑμῶν προστήσεται. Καὶ γὰρ καὶ ἐκεῖνος μείζονα ἐπαγγειλάμενος, οὕτως ἠπάτησεν. Ὅθεν δῆλον ὅτι καὶ οὗτοι κομπάζοντες, φυσῶντες αὐτοὺς ἐξηπάτων. Καὶ τοῦτο οὐκ ἐντεῦθεν μόνον ἔστι στοχάσασθαι, ἀλλὰ καὶ ἐξ ὧν μετὰ ταῦτα λέγει, ὅτι Εἰ μὲν ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Καὶ οὐ λέγει, Μή πως ὡς ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ δείκνυσι γυναῖκας ὄντας τοὺς ταῦτα πάσχοντας· γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι. Καὶ οὐκ εἶπεν, Οὕτω καὶ ὑμεῖς ἀπατηθῆτε· ἀλλὰ ἔτι μένων τῇ μεταφορᾷ, φησὶ, Μή πως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν. Ἀπὸ τῆς ἀφελείας, οὐκ ἀπὸ τῆς κακουργίας, λέγω· οὔτε ἐκ κακουργίας οὔτε ἐκ τοῦ μὴ πιστεύειν ὑμῶν, ἀλλ' ἐξ ἀφελείας. Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθεν συγγνώμης ἄξιοι οἱ ἀπατώμενοι· καὶ ἐδήλωσεν ἡ Εὔα. Εἰ δὲ τοῦτο οὐ συγγνώμης ἄξιον, πολλῷ μᾶλλον, ὅταν διὰ κενοδοξίαν τις τοῦτο πάθῃ. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν. Δείκνυσιν ἐντεῦθεν οὐχὶ διαφθειρομένους Κορινθίους ἐξ αὑτῶν, ἀλλ' ἑτέρωθεν αὐτοῖς ὄντας τοὺς ἀπατῶντας· διό φησιν, Ὁ ἐρχόμενος. Εἰ πνεῦμα ἕτερον λαμβάνετε, εἰ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Τί λέγεις; ὁ Γαλάταις εἰπὼν, Ἐάν τις εὐαγγελίζηται ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω, νῦν λέγεις, Καλῶς ἠνείχεσθε; Καὶ μέντοι διὰ τοῦτο οὐκ ἔδει ἀνέχεσθαι, ἀλλ' ἀποπηδᾷν· εἰ δὲ τὰ αὐτὰ λέγουσι, δεῖ ἀνέχεσθαι. Πῶς οὖν λέγεις, Ἐπειδὴ τὰ αὐτὰ λέγουσιν, οὐ δεῖ ἀνέχεσθαι; εἰ γὰρ ἄλλα ἔλεγον, φησὶν, ἔδει ἀνέχεσθαι; Προσέχωμεν τοίνυν· καὶ γὰρ μέγας ὁ κίνδυνος καὶ βαθὺς ὁ κρημνὸς, ἂν ἁπλῶς αὐτὸ παραδράμωμεν, καὶ πάσαις ταῖς αἱρέσεσι πάροδον δίδωσι τὸ εἰρημένον. Τί οὖν ἐστι τὸ νόημα τῶν ῥημάτων τούτων; Οὕτως ἐκόμπαζον ἐκεῖνοι, ὡς ἀτελῶς τῶν ἀποστόλων διδασκόντων, ὡς αὐτῶν πλεῖόν τι εἰσφέροντες. Εἰκὸς γὰρ αὐτοὺς πολλὰ φλυαροῦντας, φορυτὸν ἐπεισάγειν ἀνόητον τοῖς δόγμασι τούτοις. Διὸ καὶ τοῦ ὄφεως καὶ τῆς Εὔας ἀνεμνήσθη οὕτως ἀπατηθείσης τῇ τοῦ πλείονος προσδοκίᾳ. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ αἰνιττόμενος ἔλεγεν, Ἤδη ἐπλουτήσατε χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ πάλιν, Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Ἐπεὶ οὖν πολλὰ εἰκὸς αὐτοὺς φλυαρεῖν τῇ ἔξωθεν σοφίᾳ κεχρημένους, τοῦτό φησιν, ὅτι Εἰ μέν τι περιττὸν ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Χριστὸν, ὃν οὐ κηρυχθῆναι ἔδει, ἡμεῖς δὲ παρελίπομεν, καλῶς ἠνείχεσθε· διὰ γὰρ τοῦτο προσέθηκεν, Ὃν οὐκ ἐκηρύξαμεν. Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ πλέον; ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡμεῖς εἰρήκαμεν. Καὶ ὅρα πῶς αὐτὸ ἀκριβῶς τίθησιν· οὐ γὰρ εἶπεν, Εἰ μὲν ὁ ἐρχόμενος πλεῖόν τι λέγει· ἔλεγον γάρ τι πλέον, μετὰ πλείονος δημηγοροῦντες ἐξουσίας, καὶ πολλοῦ τοῦ κάλλους τῶν ῥημάτων· διόπερ οὐκ εἶπε τοῦτο, ἀλλὰ τί; Ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει· ὅπερ οὐ χρείαν εἶχε τῆς διὰ τῶν λόγων κατασκευῆς· Ἢ πνεῦμα ἕτερον λαμβάνετε· οὐδὲ γὰρ ἐνταῦθα λόγων ἦν χρεία· τουτέστι, πλουσιωτέρους ὑμᾶς ποιεῖ κατὰ τὴν χάριν· Ἢ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε· οὐδὲ τοῦτο λόγων ἐδεῖτο πάλιν, Καλῶς ἠνείχεσθε. Σὺ δέ μοι σκόπει πῶς πανταχοῦ τῷ διορισμῷ κέχρηται, τῷ δηλοῦντι ὅτι οὐδὲν περιττὸν, οὐδὲν πλέον τι παρ' αὐτῶν εἰσενήνεκται. Εἰπὼν γὰρ, ὅτι Εἰ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ἐπήγαγεν, Ὃν οὐκ ἐκηρύξαμεν καὶ πνεῦμα ἕτερον λαμβάνετε, προσέθηκεν, Ὃ οὐκ ἐλάβετε· ἢ εὐαγγέλιον ἕτερον, ἐπήγαγεν, Ὃ οὐκ ἐδέξασθε· διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλέον τι λέγουσι, προσέχειν δεῖ, ἀλλὰ εἴ τι πλέον λέγουσιν ὃ λεχθῆναι ἔδει, καὶ παρ' ἡμῶν παρελείφθη. Εἰ δὲ οὐδὲ ἔδει, διὸ οὐδὲ παρ' ἡμῶν εἴρηται, ἵνα τί πρὸς αὐτοὺς κεχήνατε;