Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή- σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1
Not analysed yet
Διὸ δὴ καὶ ὁ Παῦλος αἰσθόμενος ἡλίκον ἐφθέγξατο, ὅρα πῶς αὐτὸ συστέλλει πάλιν λέγων· Οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν· καὶ τὸ πᾶν αὐτῷ ἀνατιθεὶς, καὶ ἀνακηρύττων αὐτοῦ καὶ ἐντεῦθεν τὴν φιλανθρωπίαν. Οὐ γὰρ ὅσον θλιβόμεθα, τοσοῦτον παρακαλούμεθα, φησὶν, ἀλλὰ πολλῷ πλέον. Οὐ γὰρ εἶπεν, Ἀντίῤῥοπος ἡ παράκλησις τῶν παθημάτων, ἀλλὰ, Περισσεύει ἡ παράκλησις· ὡς τὸν καιρὸν τῶν ἀγώνων, ἑτέρων στεφάνων πάλιν εἶναι καιρόν. Τί γὰρ ἴσον, εἰπέ μοι, τοῦ διὰ τὸν Χριστὸν μαστίζεσθαι, καὶ Θεῷ διαλέγεσθαι, καὶ πάντων εἶναι δυνατώτερον, καὶ τῶν ἐλαυνόντων περιγίνεσθαι, καὶ τῇ οἰκουμένῃ ἀχείρωτον εἶναι, καὶ τοιαῦτα προσδοκᾷν ἐντεῦθεν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; τί δὲ ἴσον τοῦ θλίβεσθαι δι' εὐσέβειαν, καὶ μυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁμαρτημάτων ἀπηλλάχθαι τοσούτων, καὶ Πνεύματος καταξιοῦσθαι καὶ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ μηδένα δεδοικέναι καὶ τρέμειν, καὶ πάντων λαμπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κινδυνεύειν; Μὴ δὴ καταπίπτωμεν ἐν τοῖς πειρασμοῖς. Οὐδεὶς γὰρ κοινωνεῖ τῷ Χριστῷ τρυφῶν καὶ καθεύδων καὶ ἀναπίπτων, οὐδεὶς τῶν τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον ζώντων βίον· ἀλλ' ὁ ἐν θλίψει καὶ πειρασμῷ, οὗτος ἐγγὺς ἕστηκεν ἐκείνου, ὁ τὴν στενὴν ὁδεύων ὁδόν. Καὶ γὰρ καὶ αὐτὸς ταύτην ἐβάδισε· διὸ καὶ ἔλεγεν· Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Μὴ τοίνυν ἄλγει θλιβόμενος, ἐννοῶν τίνι κοινωνεῖς, καὶ πῶς ἐκκαθαίρῃ διὰ τῶν πειρασμῶν, καὶ ὅσα κερδαίνεις. Οὐδὲν γάρ ἐστιν ἀνιαρὸν, ἀλλ' ἢ τὸ τῷ Θεῷ προσκρούειν. Τούτου δὲ οὐκ ὄντος, οὐ θλίψεις, οὐκ ἐπιβουλαὶ, οὐκ ἄλλο οὐδὲν δυνατὸν λυπῆσαι τὴν εὖ φρονοῦσαν ψυχήν· ἀλλὰ καθάπερ σπινθῆρα μικρὸν εἰς ἄβυσσον πολλὴν ἐμβαλὼν εὐθέως κατέσβεσας· οὕτω καὶ ἀθυμίας ἁπάσης ὑπερβολὴ εἰς συνειδὸς ἐμπεσοῦσα ἀγαθὸν ἀπόλλυται καὶ ἀφανίζεται ῥᾳδίως. Διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ἔχαιρεν ἀεὶ, ἐπειδὴ ἐν τοῖς κατὰ Θεὸν ἐθάῤῥει, καὶ οὐδὲ αἴσθησιν τῶν τοσούτων κακῶν ἐλάμβανεν· ἀλλ' ἤλγει μὲν ὡς ἄνθρωπος, οὐ μὴν κατέπιπτεν. Οὕτω καὶ ὁ πατριάρχης ἐκεῖνος ἐν ἡδονῇ ἦν, πολλὰ παθὼν ὀδυνηρά. Σκόπει δέ· Πατρίδος ἐξέπεσεν, ὁδοιπορίας ὑπέστη μακρὰς καὶ χαλεπὰς, ἐπὶ τῆς ἀλλοτρίας ἐλθὼν οὐδὲ βῆμα εἶχε ποδός. Ἐντεῦθεν πάλιν λιμὸς αὐτὸν διεδέξατο καὶ μετανάστην ἐποίησε, καὶ τὸν λιμὸν διαδέχεται πάλιν ἁρπαγὴ γυναικὸς, καὶ θανάτου φόβος καὶ ἀπαιδία καὶ πόλεμος καὶ κίνδυνοι καὶ ἐπιβουλαὶ, καὶ τὸ τελευταῖον ὁ κολοφὼν τῶν ἄθλων, ἡ τοῦ μονογενοῦς καὶ γνησίου παιδὸς σφαγὴ, ἡ ὀδυνηρὰ ἐκείνη καὶ ἀνήκεστος. Μὴ δὴ γὰρ, ἐπειδὴ εὐκόλως ὑπήκουσε, νομίσῃς αὐτὸν καὶ ἀπαθῶς πάντα ἐκεῖνα ὑφεστηκέναι. Εἰ γὰρ καὶ μυριάκις δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, ἀλλ' ἄνθρωπος ἦν, καὶ τὰ τῆς φύσεως ἔπασχεν. Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων κατέβαλεν, ἀλλ' εἱστήκει καθάπερ ἀθλητὴς γενναῖος, καὶ στεφανίτης ἐφ' ἑκάστῳ τούτων ἀνακηρυττόμενος. Οὕτω καὶ ὁ μακάριος Παῦλος νιφάδας πειρασμῶν ὁρῶν καθ' ἑκάστην ἐπιούσας ἡμέραν, ὡς ἐν μέσῳ παραδείσῳ τρυφῶν, οὕτως ἔχαιρε καὶ ἠγάλλετο. Ὥσπερ οὖν ὁ ταύτην χαίρων τὴν χαρὰν οὐκ ἔστιν ἁλώσιμος ἀθυμίᾳ, οὕτως ὁ μὴ ταύτην ἑλόμενος πᾶσίν ἐστιν εὐχείρωτος, καὶ πάσχει ταυτὸν, οἷον εἴ τις ὅπλα ἔχων σαθρὰ, καὶ ὑπὸ τῆς τυχούσης τιτρώσκοιτο πληγῆς. Ἀλλ' οὐχ ὁ καλῶς πάντοθεν περιπεφραγμένος, ἀλλ' ἅπαν ἀκόντιον ἐπιὸν διακρούεται. Καὶ γὰρ ὅπλου παντὸς ἰσχυρότερον ἡ κατὰ Θεὸν ἡδονή· καὶ οὐδὲν τὸν τοιοῦτον ποιῆσαι κατηφῆ καὶ σκυθρωπὸν δύναιτ' ἂν, ἀλλὰ πάντα φέρει γενναίως. Τί γὰρ πυρὸς χεῖρον; τί βασάνων διηνεκῶν ὀδυνηρότερον; Κἂν γὰρ μυρία τις ἀπολέσῃ κτήματα, κἂν παῖδας, κἂν ὁτιοῦν, τοῦτο πάντων τυραννικώτερον εἰς ὀδύνης λόγον ἐστί. Δέρμα γὰρ, φησὶν, ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Καὶ οὐδὲν ἂν γένοιτο ὀδυνῶν χαλεπώτερον. Ἀλλ' ὅμως καὶ τὰ τῇ ἀκοῇ ἀφόρητα, ταῦτα φορητὰ καὶ ποθεινὰ διὰ τὴν κατὰ Θεὸν ἡδονὴν γίνεται. Κἂν ἀγάγῃς τὸν μάρτυρα ἔτι ἐμπνέοντα μικρὸν ἀπὸ τοῦ ξύλου, ἢ ἀπὸ τῶν τηγάνων, τοσαύτην εὑρήσεις τὴν ἀποκειμένην αὐτῷ χαρὰν, ὅσην οὐδὲ εἰπεῖν ἔνι. Καὶ τί πάθω, φησὶν, ὅτι μαρτυρίου καιρὸς οὐ πάρεστι νῦν; Τί φής; οὐ πάρεστι μαρτυρίου καιρός; Οὐδέποτε μὲν οὖν οὗτος ἄπεστιν, ἀλλ' ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἐστι τῶν ἡμετέρων, ἐὰν νήφωμεν. Οὐδὲ γὰρ τὸ ἐπὶ ξύλου κρέμασθαι μόνον, τοῦτο ποιεῖ μάρτυρα· ἐπεὶ εἰ τοῦτο ἦν, ἐκτὸς τῶν στεφάνων τούτων ὁ Ἰὼβ ἦν. Οὔτε γὰρ δικαστηρίῳ παρέστη, οὔτε δικαστοῦ φωνῆς ἤκουσεν, οὐ δήμιον εἶδεν· οὐ γὰρ ἀνηρτημένος ἐπὶ ξύλου καὶ μετέωρος ὢν, κατεξαίνετο τὰς πλευράς· ἀλλ' ὅμως πολλῶν μαρτύρων χαλεπώτερα ἔπαθε, καὶ αἱ φωναὶ τῶν ἐπαλλήλων ἀγγέλων ἐκείνων πάσης πληγῆς δριμύτερον ἔπληττον καὶ ἐκέντουν πάντοθεν αὐτὸν, καὶ μυρίων δημίων πικρότερον τῶν σκωλήκων ἐκείνων τὰ στόματα πάντοθεν αὐτὸν κατήσθιε.