Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή- σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 5
Not analysed yet
Τίνος οὖν οὐκ ἂν ἀντάξιος μάρτυρος οὗτος; Μυρίων μὲν οὖν. Καὶ γὰρ διὰ πάντων καὶ ἐπάλαιε καὶ ἐστεφανοῦτο, διὰ χρημάτων, διὰ παίδων, διὰ σώματος, διὰ γυναικὸς, διὰ φίλων, δι' ἐχθρῶν, δι' οἰκετῶν· καὶ γὰρ καὶ οὗτοι εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον· διὰ λιμοῦ, δι' ὀνειράτων, δι' ὀδυνῶν, διὰ δυσωδίας. Διὰ δὴ τοῦτο ἔφην, ὅτι οὐχ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ μυρίων ἀντάξιος ἂν εἴη μαρτύρων. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ὁ χρόνος πολλὴν δίδωσιν αὐτοῦ τοῖς στεφάνοις προσθήκην· οἷον τὸ πρὸ τοῦ νόμου, πρὸ τῆς χάριτος ταῦτα παθεῖν, καὶ μῆνας πολλοὺς, καὶ πάντα μεθ' ὑπερβολῆς, καὶ τὸ πάντα ὁμοῦ ἐπιθέσθαι αὐτῷ τὰ δεινά· καίτοι καὶ καθ' ἑαυτὸ ἕκαστον αὐτῶν ἀφόρητον, καὶ τὸ δοκοῦν φορητότερον εἶναι, ἡ τῶν χρημάτων ζημία. Πολλοὶ γοῦν πληγὰς μὲν ἤνεγκαν, ζημίαν δὲ χρημάτων οὐκ ἤνεγκαν, ἀλλὰ καὶ μαστίζεσθαι ὑπὲρ αὐτῶν εἵλοντο, καὶ μυρία πάσχειν δεινὰ μᾶλλον ἢ ἐκείνων τι προέσθαι· καὶ μείζων αὐτοῖς ἐφάνη ἡ πληγὴ αὕτη, ἡ τῆς ζημίας τῶν χρημάτων. Ὥστε καὶ οὗτος ἕτερος πάλιν μαρτυρίου τρόπος τῷ φέροντι γενναίως τὴν τούτων ἀπώλειαν. Καὶ πῶς οἴσομεν γενναίως, φησίν; Ὅταν μάθῃς ὅτι πλείονα κερδανεῖς ὧν ἀπώλεσας δι' ἑνὸς ῥήματος τοῦ τῆς εὐχαριστίας. Ἂν γὰρ ἀκούσαντες τὴν ἀπώλειαν μὴ ταραχθῶμεν, ἀλλ' εἴπωμεν, Εὐλογητὸς ὁ Θεός· πολλῷ πλείονα πλοῦτον εὑρήκαμεν. Οὐ γὰρ δὴ τοσαῦτα καρπώσῃ, τὸν πλοῦτον ἀναλίσκων εἰς τοὺς δεομένους, καὶ περιιὼν, καὶ πένητας ἐπιζητῶν, καὶ σκορπίζων τὰ ὄντα τοῖς πεινῶσιν· ὅσα διὰ τούτου τοῦ ῥήματος κερδανεῖς. Ἐπεὶ καὶ τὸν Ἰὼβ οὐχ οὕτω θαυμάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεομένοις, ὡς ἐκπλήττομαι, καὶ ἀνακηρύττω τὴν ἁρπαγὴν τῶν χρημάτων εὐχαρίστως φέροντα. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ παίδων ἀποβολῆς ἔστι συμβαῖνον ἰδεῖν. Οὐδὲ γὰρ ἐνταῦθα ἐλάττονα λήψῃ μισθὸν τοῦ τὸν υἱὸν ἀναγαγόντος καὶ καταθύσαντος, εἰ τελευτῶντα ἰδὼν ηὐχαρίστησας τῷ φιλανθρώπῳ Θεῷ. Τί γὰρ ὁ τοιοῦτος τοῦ Ἀβραὰμ ἔσται χείρων; Ἐκεῖνος γὰρ οὐκ εἶδε κείμενον νεκρὸν, ἀλλὰ προσεδόκησε μόνον· ὥστε εἰ πλεονεκτεῖ τῷ μέλλειν καταθύειν, καὶ τὴν χεῖρα ἐκτείνας τὴν μάχαιραν ἁρπάσαι, πλεονεκτεῖται τῷ κεῖσθαι τὸ παιδίον νεκρὸν ἐνταῦθα. Καὶ ἄλλως δὲ, ἐκείνῳ μὲν ἡ τοῦ κατορθώματος ἐλπὶς ἔφερε παραμυθίαν, καὶ τὸ τῆς ἰδίας ἀνδρείας ἔργον εἶναι τὴν ἀριστείαν ἐκείνην, καὶ τὸ φωνῆς ἄνωθεν φερομένης ἀκοῦσαι προθυμότερον ἐποίει· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὅθεν ἀδαμαντίνης δεῖ ψυχῆς τῷ μονογενῆ παῖδα, καὶ ἐν πλούτῳ τραφέντα, καὶ χρηστὰς ὑποφαίνοντα ἐλπίδας, ἐπὶ τοῦ βόθρου κείμενον ὁρῶντι καὶ τεταμένον, ὥστε πράως ἐνεγκεῖν τὸ συμβάν. Ὁ τοιοῦτος ἂν δυνηθῇ, τῆς φύσεως τὰ κύματα κατευνάσας, εἰπεῖν τὸ τοῦ Ἰὼβ ἀδακρυτὶ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, μετὰ τοῦ Ἀβραὰμ αὐτοῦ στήσεται, μετὰ τοῦ Ἰὼβ ἀνακηρυχθήσεται ἀπὸ τοῦ ῥήματος τούτου μόνον. Κἂν τοὺς κωκυτοὺς τῶν γυναικῶν παύσας, καὶ τοὺς χοροὺς τῶν θρηνουσῶν διαλύσας, εἰς δοξολογίαν ἅπαντας διεγείρῃ, μυρία ἄνωθεν, μυρία κάτωθεν δέξεται τὰ βραβεῖα, ἀνθρώπων αὐτὸν θαυμαζόντων, ἀγγέλων κροτούντων, τοῦ Θεοῦ στεφανοῦντος.