Ancient Greek
Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-2
Not analysed yet
Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν καὶ εἰς τὰς ὑπὲρ ἑτέρων εὐχὰς αὐτοὺς διεγείρων, ὁμοῦ δὲ ἐθίζων καὶ ὑπὲρ ὧν ἂν ἕτεροι πάθωσιν, εὐχαριστεῖν ἀεὶ τῷ Θεῷ, δεικνὺς ὅτι μάλιστα τοῦτο βούλεται καὶ αὐτός. Οἱ γὰρ μελετήσαντες ὑπὲρ ἑτέρων ταῦτα ποιεῖν, πολλῷ μᾶλλον ὑπὲρ ἑαυτῶν ἐπιδείξονται ταῦτα ἀμφότερα. Πρὸς δὲ τούτοις, καὶ ταπεινοφροσύνην αὐτοὺς διδάσκει, καὶ εἰς ἀγάπην ἄγει θερμοτέραν. Εἰ γὰρ αὐτὸς ὁ τοσοῦτον αὐτῶν ὑψηλότερος ὢν, ἐκ τῶν εὐχῶν ἐκείνων σεσῶσθαί φησι, καὶ χάρισμα αὐτῶν ταῖς δεήσεσι δεδόσθαι αὐτῷ παρὰ τοῦ Θεοῦ, ἐννόησον πῶς ἐκείνους ἔδει διακεῖσθαι καὶ μετριάζειν. Σὺ δέ μοι κἀκεῖνο σκόπει, ὅτι κἂν ἀπὸ οἰκτιρμῶν ὁ Θεός τι ποιῇ, μεγάλα ἐνταῦθα καὶ ἡ εὐχὴ συμβάλλεται. Ἀρχόμενος μὲν γὰρ, τοῖς οἰκτιρμοῖς αὐτοῦ τὴν σωτηρίαν ἐλογίσατο· Ὁ Θεὸς γὰρ, φησὶ, τῶν οἰκτιρμῶν, αὐτὸς ἡμᾶς ἐῤῥύσατο· ἐνταῦθα δὲ καὶ ταῖς εὐχαῖς· ἐπεὶ κἀκεῖνον τὸν τὰ μύρια ὀφείλοντα τάλαντα, μετὰ τὸ προσπεσεῖν ἠλέησε, καίτοι γε εἴρηται, ὅτι Σπλαγχνισθεὶς ἀπέλυσεν αὐτόν· καὶ τῇ Χαναναίᾳ δὲ μετὰ τὴν πολλὴν προσεδρίαν ἐκείνην καὶ καρτερίαν τότε ἐχαρίσατο τῆς θυγατρὸς τὴν σωτηρίαν, καίτοι γε ἀπὸ ἐλέου αὐτὴν ἔσωσεν. Ἀπὸ τούτου τοίνυν μανθάνομεν, ὅτι κἂν ἐλεεῖσθαι μέλλωμεν, ἀξίους τοῦ ἐλέου πρότερον παρέχειν ἡμᾶς ἑαυτοὺς χρή. Κἂν γὰρ ἔλεος ᾖ, τοὺς ἀξίους ἐπιζητεῖ· οὐ γὰρ ἁπλῶς ἔπεισιν ἅπασι, καὶ τοῖς ἀναισθήτως διακειμένοις· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Ὅρα γοῦν καὶ ἐνταῦθα τί φησι· Συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει. Καὶ οὔτε τὸ πᾶν αὐτοῖς ἔδωκεν, ἵνα μὴ αὐτοὺς ἐπάρῃ, οὔτε πάντη ἠλλοτρίωσεν αὐτοὺς τοῦ κατορθώματος, ἵνα προτρέψῃ καὶ προθυμοτέρους ἐργάσηται καὶ συναγάγῃ πρὸς ἀλλήλους αὐτούς. Διὸ καὶ ἔλεγεν, ὅτι Ὑμῖν ἐχαρίσατό μου τὴν σωτηρίαν. Καὶ γὰρ καὶ πλῆθος δυσωπεῖται πολλάκις ὁ Θεὸς ὁμονοοῦν καὶ συμφωνοῦν εἰς εὐχήν· διὸ καὶ πρὸς τὸν προφήτην ἔλεγεν· Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως ταύτης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων; Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πλῆθος αἰδεῖται μόνον, φησίν· Ἐὰν ᾖ ὁ ἀριθμὸς τοῦ Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Πῶς οὖν Νινευΐτας ἔσωσεν; Ὅτι οὐ πλῆθος μόνον ἦν, ἀλλὰ πλῆθος μετὰ ἀρετῆς· μετενόησε γὰρ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Καὶ σώζων δὲ αὐτοὺς ἔλεγεν, ὅτι Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν. Ὅθεν δῆλον, ὅτι καὶ τὰ πρότερα ἐξ ἀφελείας μᾶλλον ἔπταιον, ἢ πονηρίας· καὶ δῆλον, ἐξ ὧν μετεβάλλοντο, ὀλίγων ῥημάτων ἀκούσαντες. Εἰ δὲ τὸ δώδεκα μυριάδας εἶναι μόνον ἴσχυσεν εἰς τὸ σῶσαι αὐτοὺς, τί καὶ πρὸ τούτου αὐτοὺς σωθῆναι ἐκώλυσε; Καὶ τίνος ἕνεκεν οὐκ εἶπε πρὸς αὐτὸν, Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως ταύτης τῆς οὕτω μεταβαλλομένης; ἀλλὰ τὰς μυριάδας παράγει; Ἐκ περιουσίας καὶ τοῦτο τιθείς. Τὸ μὲν γὰρ ἦν δῆλον, ἡ μεταβολή· ὁ δὲ ἀριθμὸς καὶ ἡ ἀφέλεια, ἄδηλα τῷ προφήτῃ. Πάντοθεν τοίνυν αὐτοὺς καταμαλάξαι βούλεται· ἰσχύει γὰρ καὶ πλῆθος, ὅταν καὶ ἀρετὴ ᾖ. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ δηλοῖ λέγουσα ἡ Γραφή· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν γινομένη ὑπὲρ αὐτοῦ· καὶ τοσοῦτον ἴσχυσεν, ὡς, κεκλεισμένων τῶν θυρῶν, καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων. Ἀλλ' ὥσπερ, ἀρετῆς οὔσης, μέγα δύναται· οὕτω, κακίας οὔσης, οὐδὲν ὀνίνησι τὸ πλῆθος. Καὶ γὰρ οἱ Ἰσραηλῖται, περὶ ὧν φησιν, ὅτι ὁ ἀριθμὸς αὐτῶν ἦν ὡς ἡ ἄμμος τῆς θαλάσσης, πάντες ἀπώλοντο· καὶ οἱ ἐπὶ Νῶε δὲ πολλοὶ καὶ ἄπειροι ἦσαν, καὶ οὐδὲν αὐτοὺς τοῦτο ὤνησε· καθ' ἑαυτὸ γὰρ οὐδὲν δύναται πλῆθος, ἀλλ' ἐν προσθήκης μέρει. Σπουδάζωμεν οὖν συνιέναι ἐν ταῖς δεήσεσι, καὶ ὑπὲρ ἀλλήλων εὐχώμεθα, καθάπερ ὑπὲρ τῶν ἀποστόλων ἐκεῖνοι. Καὶ γὰρ ἐντολὴν πληροῦμεν, καὶ εἰς ἀγάπην ἀλειφόμεθα· ὅταν δὲ ἀγάπην εἴπω, πάντα λέγω τὰ ἀγαθά· καὶ εὐχαριστεῖν σπουδαιότερον μανθάνωμεν. Οἱ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστοῦντες, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἰδίων. Τοῦτο καὶ ὁ Δαυῒδ ἐποίει λέγων· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό· τοῦτο καὶ ὁ Ἀπόστολος πανταχοῦ ζητεῖ· τοῦτο καὶ ἡμεῖς ἐργαζώμεθα, καὶ εἰς πάντας τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἐκφέρωμεν, ἵνα κοινωνοὺς λάβωμεν τῆς εὐφημίας. Εἰ γὰρ παρὰ ἀνθρώπων τι παθόντες ἀγαθὸν, ὅταν ἀνακηρύξωμεν, προθυμοτέρους αὐτοὺς ποιοῦμεν· πολλῷ μᾶλλον τοῦ Θεοῦ τὰς εὐεργεσίας ἀναγορεύοντες, εἰς πλείονα αὐτὸν ἐπισπασόμεθα εὔνοιαν. Καὶ εἰ παρὰ ἀνθρώπων εὐεργετηθέντες, καὶ ἄλλους διεγείρομεν εἰς τὴν κοινωνίαν τῆς εὐχαριστίας· πολλῷ μᾶλλον τῷ Θεῷ πολλοὺς προσάγειν χρὴ τοὺς ὑπὲρ ἡμῶν εὐχαριστήσοντας. Εἰ γὰρ Παῦλος τοῦτο ποιεῖ, τοσαύτην ἔχων τὴν παῤῥησίαν, πολλῷ μᾶλλον ἡμᾶς ἀναγκαῖον τοῦτο ποιεῖν.