Ancient Greek
Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 5.1
Not analysed yet
Παρακαλῶμεν τοίνυν τοὺς ἁγίους ὑπὲρ ἡμῶν εὐχαριστεῖν, καὶ αὐτοὶ ὑπὲρ ἀλλήλων τοῦτο ποιῶμεν. Τοῦτο ἱερέων μάλιστά ἐστι κατόρθωμα, ἐπειδὴ μέγιστον ἀγαθόν. Προσιόντες γὰρ, πρότερον ὑπὲρ τῆς οἰκουμένης καὶ τῶν κοινῶν εὐχαριστοῦμεν ἀγαθῶν. Εἰ γὰρ καὶ κοιναὶ αἱ εὐεργεσίαι τοῦ Θεοῦ, ἀλλὰ καὶ σὺ ἐν τῷ κοινῷ ἐσώθης. Ὥστε καὶ ὑπὲρ τῆς ἰδίας κοινὴν ὀφείλεις χάριν, καὶ ὑπὲρ τῆς κοινῆς ἰδιάζουσαν δίκαιος ἂν εἴης ἀναφέρειν εὐφημίαν. Καὶ γὰρ τὸν ἥλιον ἀνῆψεν οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ κοινῷ· ἀλλ' ὅμως ἐν τῷ μέρει τὸ ὅλον ἔχεις· καὶ γὰρ τοσοῦτος γέγονε διὰ τὸ κοινόν· καὶ ὁρᾷς σὺ μόνος τοσοῦτον, ὅσον εἶδον πάντες ἄνθρωποι. Ὥστε τοσαύτην ὀφείλεις εὐχαριστίαν, ὅσην ἅπαντες· καὶ ὑπὲρ τῶν κοινῶν εὐχαριστεῖν ἂν εἴης δίκαιος, καὶ ὑπὲρ τῆς ἑτέρων ἀρετῆς. Πολλὰ γὰρ καὶ δι' ἄλλους πάσχομεν καλῶς. Καὶ γὰρ εἰ δέκα μόνον ἐν Σοδόμοις εὑρέθησαν δίκαιοι, οὐκ ἂν ἔπαθον, ἅπερ ἔπαθον. Ὥστε καὶ ὑπὲρ τῆς ἑτέρων παῤῥησίας εὐχαριστῶμεν. Καὶ γὰρ ἀρχαῖος οὗτος ὁ νόμος ἐστὶν, ἄνωθεν ἐν τῇ Ἐκκλησίᾳ πεφυτευμένος. Οὕτω καὶ Παῦλος εὐχαριστεῖ ὑπὲρ Ῥωμαίων, ὑπὲρ Κορινθίων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης. Καὶ μή μοι λέγε· Οὐκ ἔστιν ἐμὸν τὸ κατόρθωμα. Κἂν γὰρ μὴ σὸν ᾖ, καὶ οὕτως εὐχαριστεῖν ὀφείλεις, ὅτι τὸ μέλος σου τοιοῦτόν ἐστιν. Ἄλλως δὲ καὶ σὸν αὐτὸ ποιεῖς διὰ τῆς εὐφημίας, καὶ κοινωνεῖς τῶν στεφάνων, καὶ λήψῃ καὶ αὐτὸς τὸ χάρισμα. Διά τοι τοῦτο καὶ τὰς εὐχὰς οὕτω γίνεσθαι κελεύουσιν οἱ τῆς Ἐκκλησίας νόμοι, οὐ τὰς ὑπὲρ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τὰς ὑπὲρ τῶν κατηχουμένων. Τοὺς γὰρ πιστοὺς ὁ νόμος διεγείρει πρὸς τὴν τῶν ἀμυήτων ἱκετηρίαν. Ὅταν γὰρ ὁ διάκονος λέγῃ, Ὑπὲρ τῶν κατηχουμένων ἐκτενῶς δεηθῶμεν, οὐδὲν ἄλλο ἢ τὸν δῆμον ἅπαντα τῶν πιστῶν διανίστησιν εἰς τὰς ὑπὲρ ἐκείνων εὐχάς. Καίτοι γε ἀλλότριοι τέως εἰσὶν οἱ κατηχούμενοι. Οὐδέπω γὰρ τοῦ σώματός εἰσι τοῦ Χριστοῦ, οὐδέπω μυστηρίων ἐκοινώνησαν, ἀλλ' ἔτι διῃρημένοι τυγχάνουσι τῆς ἀγέλης τῆς πνευματικῆς. Εἰ δὲ ὑπὲρ τούτων παρακαλεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν μελῶν τῶν ἡμετέρων. Διὰ γὰρ τοῦτο καὶ, Ἐκτενῶς, φησὶ, δεηθῶμεν, ἵνα μὴ ὡς ἀλλοτρίους ἀποποιήσῃ, ἵνα μὴ ὡς ξένους ἀγνοήσῃ. Οὐδέπω γὰρ εὐχὴν ἔχουσι τὴν νενομισμένην καὶ εἰσενεχθεῖσαν ὑπὸ τοῦ Χριστοῦ· οὐδέπω παῤῥησίαν κέκτηνται, ἀλλ' ἑτέρων δέονται τῶν μυσταγωγηθέντων. Ἔξω γὰρ τῶν βασιλικῶν ἑστήκασιν αὐλῶν, πόῤῥω τῶν ἱερῶν περιβόλων. Διὰ τοῦτο καὶ ἀπελαύνονται, τῶν φρικτῶν εὐχῶν ἐκείνων γινομένων. Διὰ τοῦτο καὶ σὲ παρακαλεῖ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα μέλη γένωνται σὰ, ἵνα μὴ ἔτι ὦσι ξένοι καὶ ἠλλοτριωμένοι. Τὸ γὰρ, Δεηθῶμεν, οὐ τοῖς ἱερεῦσι λέγεται μόνον, ἀλλὰ καὶ τοῖς εἰς τὸν λαὸν συντελοῦσιν. Ὅταν γὰρ εἴπῃ, Στῶμεν καλῶς, δεηθῶμεν, πάντας, εἰς τὴν εὐχὴν παρακαλεῖ. Εἶτα ἀρχόμενος τῆς εὐχῆς φησιν· Ἵνα ὁ πανελεήμων καὶ οἰκτίρμων Θεὸς ἐπακούσῃ τῶν δεήσεων αὐτῶν. Ἵνα γὰρ μὴ λέγῃς, Τί δεηθῶμεν; ἠλλοτριωμένοι εἰσὶν, οὐδέπω συνημμένοι· πόθεν ἔχω δυσωπῆσαι τὸν Θεόν; πόθεν ἔχω πεῖσαι μεταδοῦναι ἐλέου καὶ συγγνώμης αὐτοῖς; ἵνα μὴ ταῦτα ζητῶν ἀπορῇς, ὅρα πῶς σου λύει τὴν ἀπορίαν λέγων· Ἵνα ὁ πανελεήμων καὶ οἰκτίρμων Θεός. Ἤκουσας, Πανελεήμων Θεός; Μὴ ἀπόρει λοιπόν· ὁ γὰρ πανελεήμων πάντας ἐλεεῖ, καὶ ἁμαρτωλοὺς καὶ φίλους. Μὴ τοίνυν λέγε, Πῶς ὑπὲρ αὐτῶν προσέλθω; αὐτὸς ἐπακούσει τῶν δεήσεων αὐτῶν. Δέησις δὲ κατηχουμένων τίς ἂν εἴη, ἀλλ' ἢ ὥστε μὴ μεῖναι κατηχουμένους; Εἶτα καὶ ὑπαγορεύει τῆς ἱκετηρίας τὸν τρόπον. Τίς δὲ οὗτός ἐστιν; Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν. Μέμυκε γὰρ ἔτι, καὶ βέβυσται. Ὦτα δὲ οὐ ταῦτά φησι τὰ ἔξωθεν, ἀλλὰ τὰ τῆς διανοίας. Ὥστε ἀκοῦσαι ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Οὐδὲ γὰρ ἤκουσαν τῶν ἀποῤῥήτων μυστηρίων, ἀλλὰ πόῤῥω που καὶ μακρὰν ἑστήκασι. Κἂν ἀκούσωσι δὲ, οὐκ ἴσασι τὰ λεγόμενα· συνέσεως γὰρ δεῖται πολλῆς ἐκεῖνα, οὐκ ἀκροάσεως μόνης· τὰς ἔνδον δὲ οὐδέπω ἔχουσιν ἀκοάς. Διὸ καὶ προφητικὸν αὐτοῖς ἐπεύχεται χάρισμα· καὶ γὰρ ὁ προφήτης οὕτως ἔλεγεν· Ὁ Θεὸς δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ὅτι αὐτὸς ἀνοίγει μου τὸ στόμα, ἔδωκέ μοι πρωῒ, προσέθηκέ μοι ὠτίον ἀκούειν. Ὥσπερ γὰρ οἱ προφῆται ἄλλως ἤκουον παρὰ τοὺς πολλοὺς, οὕτω καὶ οἱ πιστοὶ παρὰ τοὺς κατηχουμένους. Ἐντεῦθεν μανθάνει καὶ ὁ κατηχούμενος, μὴ παρὰ ἀνθρώπων ταῦτα μανθάνειν, μηδὲ ἀκούειν (Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς), ἀλλ' ἄνωθεν ἐκ τῶν οὐρανῶν· Ἔσονται γὰρ πάντες διδακτοὶ Θεοῦ. Διό φησι· Καὶ κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας· ὥστε ἔνδοθεν αὐτοῖς ἐνηχεῖσθαι. Ὡς γὰρ εἰδέναι χρὴ, οὐδέπω ἴσασι τὸν λόγον τῆς ἀληθείας. Ἵνα κατασπείρῃ τὸν φόβον αὐτοῦ ἐν αὐτοῖς. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο· τὰ μὲν γὰρ ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τῆς πέτρας.