Ancient Greek
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-21
Not analysed yet
Εἶδες πῶς πάλιν φοβεῖ, καὶ ἐκ περιουσίας δείκνυσι παρ' αὐτῷ ὄντα τὸν Χριστόν; Ἐνταῦθα γάρ μοι δοκεῖ καὶ εἰς βίον αὐτοὺς αἰνίττεσθαι. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ πίστις εἰς τὸ ἐπισπᾶσθαι τὴν ἐνέργειαν τὴν πνευματικὴν, εἶπε δὲ, ὅτι Εἰ ἐστὲ ἐν τῇ πίστει, τὸν Χριστὸν ἔχετε ἐν αὐτοῖς, συνέβαινε δὲ πολλοὺς εἶναι ταύτης τῆς ἐνεργείας ἐρήμους πίστιν ἔχοντας, λύων τὴν ἀπορίαν φησὶν, Εἰ μή τι ἀδόκιμοί ἐστε, εἰ μὴ βίον διεφθαρμένον ἔχετε. Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Τὸ ἀκόλουθον ἦν εἰπεῖν, Εἰ δὲ ὑμεῖς ἀδόκιμοι γεγόνατε, ἀλλ' οὐχ ἡμεῖς· ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πλήξῃ, ἀμυδρῶς δὲ αὐτὸ αἰνίττεται, οὔτε ἀποφαινόμενος καὶ λέγων, ὅτι ἀδόκιμοί ἐστε, οὔτε κατ' ἐρώτησιν προάγων καὶ λέγων, εἰ δὲ ὑμεῖς ἀδόκιμοι, ἀλλὰ τοῦτο παραλιπὼν, αἰνιγματωδῶς αὐτὸ ἐνδείκνυται, ἐπάγων, Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Πάλιν κἀνταῦθα πολλὴ ἡ ἀπειλὴ, μέγας ὁ φόβος. Ἐπειδὴ γὰρ ἐντεῦθεν, βούλεσθε, φησὶ, διὰ τῆς εἰς ὑμᾶς κολάσεως τὴν δοκιμὴν λαβεῖν, οὐκ ἀπορήσομεν τοῦ δοῦναι ὑμῖν τὴν ἀπόδειξιν. Ἀλλ' οὕτω μὲν οὐ λέγει, μετὰ πλείονος δὲ τοῦ βάρους καὶ τῆς ἀπειλῆς· Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου εἰδέναι ὑμᾶς, φησὶ, τὰ ἡμέτερα, καὶ ὅτι Χριστὸν ἔχομεν ἐν ἑαυτοῖς λαλοῦντα καὶ ἐνεργοῦντα· ἐπειδὴ δὲ καὶ διὰ τῶν ἔργων βούλεσθε λαβεῖν τὴν πεῖραν, εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἀδόκιμοι. Εἶτα ἐπειδὴ τὴν ἀπειλὴν ἐπανετείνατο, καὶ τὴν κόλασιν λοιπὸν ἐπὶ θύρας ἤγαγε, καὶ ἐν τρόμῳ κατέστησεν αὐτοὺς, καὶ προσδοκᾷν ἐποίησε τιμωρίαν· ὅρα πῶς πάλιν καταγλυκαίνει τὸν λόγον, καὶ παραμυθεῖται τὸν φόβον, καὶ δείκνυσιν αὐτοῦ τὸ ἀφιλότιμον, τὸ πρὸς τοὺς μαθητὰς κηδεμονικὸν, τὸ φιλόσοφον τῆς γνώμης, τὸ ὑψηλὸν καὶ ἀκενόδοξον. Ταῦτα γὰρ ἅπαντα δείκνυσι δι' ὧν ἐπάγει λέγων, Εὔχομαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο γὰρ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ψυχῆς; Κατεφρονεῖτο, διεπτύετο, ἐκωμῳδεῖτο, ἐχλευάζετο, ὡς εὐτελὴς, ὡς εὐκαταφρόνητος, ὡς ἀλαζὼν, ὡς κομπάζων μὲν διὰ τῶν ῥημάτων, ἐπὶ δὲ τῶν πραγμάτων οὐδὲ μικρόν τι δεῖξαι ἔχων τὴν ἑαυτοῦ ἰσχύν· καὶ οὐ μόνον ἀναβάλλεται, οὐδὲ μόνον ἀναδύεται, ἀλλὰ καὶ εὔχεται μὴ ἐμπεσεῖν εἰς τοσαύτην ὑπόθεσιν· Εὔχομαι γὰρ, φησὶ, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Τί ἐστιν ὃ λέγει; Παρακαλῶ τὸν Θεὸν, φησὶν, ἱκετεύω μηδένα εὑρεῖν ἀδιόρθωτον, μηδένα εὑρεῖν ἀμετανόητον· μᾶλλον δὲ οὐδὲ τοῦτο μόνον, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἁμαρτεῖν· Μὴ ποιῆσαι γὰρ ὑμᾶς, φησὶ, μηδέν· εἰ δὲ καὶ ἄρα ἁμάρτητε, μεταβάλλεσθαι, καὶ προλαβόντας διορθώσασθαι, καὶ πᾶσαν ἀποκρούσασθαι ὀργήν. Οὐδὲ γὰρ τοῦτο σπουδάζω, ἵνα οὕτω δόκιμοι ὦμεν, ἀλλὰ τοὐναντίον ἅπαν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν. Εἰ γὰρ μένετε, φησὶν, ἀμετανόητα ἁμαρτάνοντες, ἀνάγκη ἡμᾶς κολάζειν, τιμωρεῖσθαι, πηροῦν ὑμῶν τὰ σώματα· ὅπερ ἐπὶ Σαπφείρας καὶ ἐπὶ τοῦ Μάγου γέγονε· καὶ ἐδώκαμεν δοκιμὴν τῆς δυνάμεως. Ἀλλ' οὐκ εὐχόμεθα τοῦτο, ἀλλὰ τοὐναντίον, ἵνα μήτε ἡμεῖς οὕτω δόκιμοι φανῶμεν· τουτέστιν, Ἵνα μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τοῦ κολάζειν ὑμᾶς καὶ τιμωρεῖσθαι ἁμαρτάνοντας καὶ ἀνίατα νοσοῦντας, ἀλλὰ τί; Ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, τοῦτο εὐχόμεθα, ἵνα ἀεὶ ἐν ἀρετῇ, ἀεὶ ἐν διορθώσει, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν, οὐκ ἐπιδεικνύμενοι ἡμῶν τὴν τιμωρητικὴν δύναμιν. Καὶ οὐκ εἶπεν, Ἀδόκιμοι· οὐ γὰρ ἔμελλεν εἶναι ἀδόκιμος, εἰ καὶ μὴ ἐκόλασεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο δόκιμος· ἀλλ' εἰ καί τινες ὑποπτεύουσιν ἡμᾶς, φησὶ, μὴ ἐπιδεικνυμένους τὴν ἰσχὺν ἡμῶν εὐκαταφρονήτους εἶναι καὶ ἀπεῤῥιμμένους, οὐδὲν ἡμῖν μέλει τούτου. Βέλτιον ἡμᾶς τοῦτο νομίζεσθαι παρ' ἐκείνοις, ἢ ἐν ταῖς πληγαῖς καὶ τῷ ἀδιορθώτῳ τῆς γνώμης τὴν δύναμιν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, ἐπιδείκνυσθαι. Οὐ γὰρ δυνάμεθα κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Ἵνα γὰρ μὴ δόξῃ αὐτοῖς χαρίζεσθαι (τοῦτο γάρ ἐστιν ἀκενοδόξου γνώμης), ἀλλ' ὅπερ ἡ τοῦ πράγματος ἀπαιτεῖ φύσις, τοῦτο ποιῇ, τοῦτο ἐπήγαγε λέγων· Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας. Ἂν γὰρ εὕρωμεν, φησὶν, ὑμᾶς εὐδοκιμοῦντας, ἀποκρουσαμένους τὰ ἁμαρτήματα διὰ τῆς μετανοίας, παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότας· οὐδὲ δυνησόμεθα, κἂν βουληθῶμεν, κολάσαι λοιπὸν, ἀλλὰ κἂν ἐπιχειρήσωμεν, οὐ συμπράξει ὁ Θεός. Εἰς τοῦτο γὰρ ἡμῖν ἔδωκε τὴν δύναμιν, ὥστε ἀληθῆ φέρειν τὴν ψῆφον καὶ δικαίαν, καὶ οὐχ ὑπεναντίαν τῇ ἀληθείᾳ. Εἶδες πῶς πανταχόθεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, καὶ παραμυθεῖται τῆς ἀπειλῆς τὸ τραχύ; Πλὴν ἀλλ' ὥσπερ τοῦτο ἐσπούδακεν, οὕτω βούλεται καὶ τὴν αὐτοῦ δεῖξαι γνώμην οἰκειουμένην αὐτοῖς· διὸ καὶ ἐπήγαγε, Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Μάλιστα μὲν γὰρ, φησὶν, οὔτε δυνάμεθά τι κατὰ τῆς ἀληθείας, τουτέστιν, εὐαρεστοῦντας ὑμᾶς κολάσαι· πλὴν ἐπειδὴ οὐ δυνάμεθα, διὰ τοῦτο οὐ βουλόμεθα, καὶ τοὐναντίον ἐπιθυμοῦμεν. Ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρομεν, ὅταν μὴ εὕρωμεν ὑμᾶς ἀφορμὴν ἡμῖν παρέχοντας τοῦ δεῖξαι ἡμῶν τὴν δύναμιν τὴν ἐπὶ τῇ κολάσει. Εἰ γὰρ καὶ τὸ τὰ τοιαῦτα ποιεῖν λαμπροὺς δείκνυσι καὶ δοκίμους καὶ ἰσχυροὺς, ἀλλ' ἡμεῖς τὸ ἐναντίον βουλόμεθα, ὑμᾶς δοκίμους εἶναι καὶ ἀλήπτους, καὶ ἡμᾶς μηδέποτε τὴν ἐντεῦθεν καρποῦσθαι δόξαν. Διό φησι, Χαίρομεν γὰρ, ὅταν ἡμεῖς ἀσθενῶμεν. Τί ἐστι, Ἀσθενῶμεν; Ὅταν νομιζώμεθα ἀσθενεῖς· οὐχ ὅτε ἐσμὲν ἀσθενεῖς, ἀλλ' ὅτε νομιζόμεθα ἀσθενεῖς· τοῦτο γὰρ ἐνομίζοντο παρὰ τοῖς ἐχθροῖς, οὐκέτι δεικνύμενοι τὴν τιμωρητικὴν αὐτῶν δύναμιν. Ἀλλ' ὅμως χαίρομεν, ὅταν οὕτως ἀναστραφῆτε, ὥστε μὴ παρασχεῖν ἡμῖν πρόφασιν τοῦ τιμωρεῖσθαι ὑμᾶς. Καὶ ἡμῖν τοῦτο ἡδὺ, ὅταν οὕτω νομιζώμεθα ἀσθενεῖς, μόνον ὑμεῖς ἵνα ἄληπτοι ἦτε· διὸ ἐπάγει, Ὑμεῖς δὲ δυνατοὶ ἦτε· τουτέστι, δόκιμοι, ἐνάρετοι. Καὶ οὐ μόνον βουλόμεθα ταῦτα, ἀλλὰ καὶ εὐχόμεθα ταῦτα, ἀλήπτους ὑμᾶς εἶναι, τετελειωμένους, μηδεμίαν παρέχοντας λαβὴν ἡμῖν.