Ancient Greek
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 5.1-6
Not analysed yet
Σὺ δὲ ὅτι μὴ πάντα ἔχεις τὰ τοῦ ἐνιαυτοῦ κείμενα, ἀλγεῖς καὶ κόπτεις ἑαυτόν; Ναὶ, φησίν· ἐκεῖνος γὰρ τὰ ἑαυτοῦ μόνον ἐμερίμνα, ἐγὼ δὲ καὶ ὑπὲρ οἰκετῶν, καὶ παίδων καὶ γυναικός. Ἐκεῖνος μὲν οὖν μόνος τὰ ἑαυτοῦ οὐκ ἐμερίμνα, ἀλλὰ τὰ τῆς οἰκουμένης ἁπάσης· καὶ σὺ μὲν ὑπὲρ οἰκίας μιᾶς, ἐκεῖνος δὲ ὑπὲρ τῶν ἐν Ἱεροσολύμοις πενήτων τοσούτων ὄντων, ὑπὲρ τῶν ἐν Μακεδονίᾳ, ὑπὲρ τῶν πανταχοῦ πτωχευόντων, ὑπὲρ τῶν διδόντων ἐκείνοις οὐχ ἧττον, ἢ τῶν λαμβανόντων. Καὶ γὰρ διπλῆ ἦν αὐτῷ ἡ φροντὶς ὑπὲρ τῆς οἰκουμένης, καὶ ὅπως τῶν ἀναγκαίων μὴ ἀποροῖεν, καὶ ὅπως ἐν τοῖς πνευματικοῖς πλουτοῖεν. Καὶ οὐχ οὕτω σε λυπεῖ τὰ παιδία πεινῶντα, ὡς ἐκεῖνον τὰ τῶν πιστῶν πράγματα πάντα. Τί λέγω τὰ τῶν πιστῶν; οὐδὲ γὰρ τῆς ὑπὲρ τῶν ἀπίστων φροντίδος ἐλεύθερος ἦν, ἀλλ' οὕτως ὑπὸ ταύτης ἐτήκετο, ὡς εὔχεσθαι καὶ ἀνάθεμα γίνεσθαι ὑπὲρ αὐτῶν· σὺ δὲ, κἂν μυριάκις ἐπικρατήσῃ λιμὸς, οὐκ ἂν ἕλοιό ποτε ἀποθανεῖν ὑπὲρ ὁτουοῦν. Καὶ σὺ μὲν ὑπὲρ γυναικὸς μιᾶς μεριμνᾷς, ἐκεῖνος δὲ ὑπὲρ πασῶν τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν· Ἡ γὰρ μέριμνά μου, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν. Μέχρι τίνος οὖν παίζεις, ἄνθρωπε, Παύλῳ σαυτὸν παραβάλλων, καὶ οὐ παύσῃ τῆς πολλῆς ταύτης μικροψυχίας; Δακρύειν γὰρ, οὐχ ὅταν ἐν πενίᾳ ὦμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, δεῖ· τοῦτο γὰρ θρήνων ἄξιον· ὡς τά γε ἄλλα καὶ γέλωτος. Ἀλλ' οὐ τοῦτό με λυπεῖ, φησὶ, μόνον, ἀλλ' ὅτι καὶ ὁ δεῖνα ἐν δυναστείᾳ, ἐγὼ δὲ ἄτιμος καὶ ἀπεῤῥιμμένος. Καὶ τί τοῦτο; καὶ γὰρ ὁ μακάριος Παῦλος ἄτιμος καὶ ἀπεῤῥιμμένος εἶναι ἐδόκει τοῖς πολλοῖς. Ἀλλ' ἐκεῖνος Παῦλος ἦν, φησίν. Οὐκοῦν οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ τῆς γνώμης ἀσθένεια ποιεῖ σοι τὴν ἀθυμίαν. Μὴ τοίνυν τὴν πενίαν θρήνει, ἀλλὰ σαυτὸν τὸν οὕτω διακείμενον· μᾶλλον δὲ μὴ σαυτὸν θρήνει, ἀλλὰ διόρθου, μηδὲ χρήματα ζήτει, ἀλλ' ὃ μυρίων χρημάτων φαιδροτέρους ποιεῖ, τοῦτο δίωκε, φιλοσοφίαν καὶ ἀρετήν. Ταύτης μὲν γὰρ οὔσης, οὐδὲν πενίας βλάβος· ταύτης δὲ οὐκ οὔσης, οὐδὲν χρημάτων ὄφελος. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν πλουτούντων μὲν, πενιχρὰς δὲ ἐχόντων ψυχάς; Οὐχ οὕτω σὺ σαυτὸν ταλανίζεις, ὡς ἐκεῖνος ὁ πλούσιος ἑαυτὸν, ὅτι μὴ τὰ πάντων ἔχει. Εἰ δὲ μὴ κλαίει, καθάπερ σὺ, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ ὄψει τοὺς θρήνους καὶ τοὺς κωκυτούς. Θέλεις σοι δείξω τὸν πλοῦτον τὸν σὸν, ἵνα παύσῃ μακαρίζων τοὺς ἐν χρήμασι πλουτοῦντας; Ὁρᾷς τουτονὶ τὸν οὐρανὸν, πῶς μὲν καλὸς, πῶς δὲ μέγας, πῶς δὲ ἐφ' ὑψηλοῦ κεῖται; Τούτου τοῦ κάλλους οὐχὶ πλέον μὲν ἀπολαύει ἐκεῖνος, οὐδ' ἂν δυνηθείη σε παρώσασθαι, καὶ αὐτοῦ ποιῆσαι τὸ πᾶν· ὥσπερ γὰρ δι' ἐκεῖνον γέγονεν, οὕτω καὶ διὰ σέ. Τί δὲ ὁ ἥλιος, τὸ φαιδρὸν τοῦτο ἄστρον καὶ τηλαυγὲς, καὶ τὰς ὄψεις ἡμῶν εὐφραῖνον, οὐχὶ κοινὸς ἅπασι καὶ οὗτος πρόκειται, καὶ πάντες ἀπολαύουσιν ἐξ ἴσης αὐτοῦ, καὶ πλούσιοι καὶ πένητες; ἀλλ' ὁ τῶν ἄστρων στέφανος, καὶ ὁ τῆς σελήνης κύκλος, οὐχ ὁμοίως πᾶσιν ἀνεῖται; Μᾶλλον δὲ, εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πλέον ἡμεῖς οἱ πένητες ἀπολαύομεν, ἢ ἐκεῖνοι. Ἐκεῖνοι μὲν γὰρ τὰ πολλὰ μέθῃ βαπτιζόμενοι, καὶ ἐν κώμοις διάγοντες καὶ ὕπνῳ βαθεῖ, οὐδὲ ἐπαισθάνονται τούτων, ὑπωρόφιοι ὄντες καὶ σκιατραφούμενοι· οἱ δὲ πένητες μάλιστα πάντων εἰσὶν οἱ τοῖς στοιχείοις ἐντρυφῶντες τούτοις. Κἂν τὸν ἀέρα δὲ ἐξετάσῃς τὸν πανταχοῦ κεχυμένον, τὸν πένητα καθαρωτέρου καὶ πλείονος ἀπολαύοντα ὄψει. Καὶ γὰρ ὁδοιπόροι καὶ γεωργοὶ τῶν ἐν ἄστει μᾶλλον ἐντρυφῶσι τούτοις, καὶ αὐτῶν πάλιν τῶν ἐν ἄστει τούτων πλέον οἱ χειροτέχναι τῶν δι' ὅλης μεθυόντων τῆς ἡμέρας. Τί δὲ ἡ γῆ, οὐχὶ κοινὴ πᾶσιν ἀνεῖται; Οὐχὶ, φησί. Πῶς τοῦτο λέγεις; εἰπέ μοι. Ὅτι ὁ πλουτῶν καὶ ἐν ἄστει πλέθρα ἀπολαβὼν πλείονα, μακροὺς ἀνίστησι περιβόλους, καὶ ἐν ἀγροῖς πολλὰ ἀποτέμνεται μέρη. Τί οὖν, ἐπειδὴ ἀποτέμνεται αὐτὸς, αὐτῶν ἀπολαύει μόνος; Οὐδαμῶς, κἂν μυρία φιλονεικήσῃ· καὶ γὰρ τοὺς καρποὺς εἰς ἅπαντας ἀναγκάζεται διανέμειν, καὶ σῖτον καὶ οἶνον καὶ ἔλαιον σοὶ γεωργεῖ, καὶ διακονεῖται σοὶ πανταχοῦ. Καὶ τῶν περιβόλων τῶν μακρῶν καὶ τῶν οἰκημάτων, μετὰ τὴν ἄφατον δαπάνην καὶ τοὺς πόνους καὶ τὰς ταλαιπωρίας, σοὶ παρασκευάζει τὴν χρῆσιν, ὀλίγον παρὰ σοῦ τῆς τοσαύτης διακονίας ἀργύριον λαβών. Καὶ ἐν βαλανείοις καὶ πανταχοῦ τὸ αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· τοὺς μὲν πλουτοῦντας καὶ χρήμασι καὶ φροντίσι καὶ πόνοις δαπανωμένους, τοὺς δὲ πένητας ὀλίγων ὀβολῶν μετὰ ἀδείας ἅπαντα καρπουμένους ταῦτα. Καὶ πλέον οὐδὲν ἀπολαύει σου τῆς γῆς· οὐ γὰρ δὴ ἐκεῖνος μὲν δέκα γαστέρας, σὺ δὲ μίαν πληροῖς. Ἀλλὰ πολυτελεστέρων αὐτὸς μετέχει σιτίων; Μάλιστα μὲν οὐ πολλὴ τοῦτο πλεονεξία· πλὴν κἀνταῦθά σε τὸν πλέον ἔχοντα εὑρήσομεν. Ἡ γὰρ πολυτέλεια αὕτη διὰ τοῦτό σοι ζηλωτὴ εἶναι δοκεῖ, ἐπειδὴ πλείονα ἔχει τὴν ἡδονήν· ἀλλ' αὕτη παρὰ τῷ πένητι πλείων, οὐχ ἡδονὴ δὲ μόνον, ἀλλὰ καὶ ὑγεία· κἂν τούτῳ πλεονεκτεῖ μόνον ὁ πλούσιος, τῷ τὸ σῶμα ἀσθενέστερον κατασκευάζειν, καὶ πλείονας συνάγειν τὰς πηγὰς τῶν ἀῤῥωστημάτων. Τὰ μὲν γὰρ τοῦ πένητος κατὰ φύσιν οἰκονομεῖται πάντα, τὰ δὲ ἐκείνου διὰ τὴν ἀμετρίαν εἰς φθορὰν τελευτᾷ καὶ ἀῤῥωστίαν.