Ancient Greek
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 6.1-6
Not analysed yet
Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο κατίδωμεν. Εἰ γὰρ δέοι κάμινον ἀνάψαι, εἶτα ὁ μὲν σηρικὰ ἱμάτια καὶ ὀθόνας λεπτὰς καταβάλλοι πολλὰς καὶ ἀπείρους, καὶ οὕτως αὐτὴν ἀνακαίοι, ὁ δὲ ξύλα δρυὸς καὶ πεύκης· τί πλέον ἔσχεν οὗτος ἐκείνου; Οὐδέν· ἀλλὰ καὶ ἔλαττον. Τί δέ; (οὐδὲν γὰρ κωλύει καὶ ἑτέρως τὸ αὐτὸ περιτρέψαι ὑπόδειγμα) εἰ ὁ μὲν ξύλα βάλλοι, ὁ δὲ σώματα ὑποκαίοι, ποίᾳ ἂν ἡδέως παρέστης καμίνῳ, τῇ τῶν ξύλων, ἢ τῇ τῶν σωμάτων; Εὔδηλον ὅτι τῇ τῶν ξύλων· ἐκείνη μὲν γὰρ κατὰ φύσιν καίεται, καὶ ἡδὺ θέαμα τοῖς ὁρῶσίν ἐστιν· αὕτη δὲ τῇ κνίσσῃ καὶ τῷ ἰχῶρι καὶ τῷ καπνῷ καὶ τῇ τῶν ὀστέων δυσωδίᾳ πάντας ἂν ἀπελάσειεν. Ἔφριξας ἀκούσας, καὶ ἐβδελύξω τὴν κάμινον; Τοιαῦται αἱ τῶν πλουσίων γαστέρες εἰσί. Πλείονα γὰρ ἐν τούτοις σηπεδόνα, ἢ ἐν τῇ καμίνῳ ἐκείνῃ εὕροι τις ἂν, καὶ πνεύματα δυσώδη καὶ ῥεύματα ἀκάθαρτα, τῷ πανταχοῦ καὶ ἐν ἑκάστῳ μορίῳ πολλὴν εἶναι τὴν ἀπεψίαν διὰ τὴν πλησμονήν. Τοῦ γὰρ κατὰ φύσιν θερμοῦ οὐκ ἀρκοῦντος ἅπαντα κατεργάσασθαι, ἀλλὰ καταχωννυμένου, ἐπίκειται ἐκεῖνα ἄνωθεν καπνιζόμενα, καὶ πολλὴν ποιοῦντα τὴν ἀηδίαν. Τίνι οὖν ἄν τις παραβάλοι τὰς ἐκείνων γαστέρας; ἀλλὰ μὴ δυσχεράνητε πρὸς τὸν λόγον, ἀλλ' εἰ μὴ ἀληθῆ λέγω, διελέγξατε· τίνι οὖν ἄν τις αὐτὰς παραβάλοι; οὐδὲ γὰρ ἀρκεῖ τὰ εἰρημένα δεῖξαι αὐτῶν τὴν ἀθλιότητα. Εὗρον καὶ ἑτέραν εἰκόνα. Τίνα δὴ ταύτην; Καθάπερ ἐπὶ τῶν ἀμαρῶν ἔνθα πολλοὶ οἱ φορυτοὶ κόπρου, χόρτου, καλάμης, λίθων, πηλοῦ, συνεχεῖς ἐμφράξεις γίνονται, καὶ ὑπερεκχεῖται λοιπὸν ἄνωθεν ἡ τοῦ βορβόρου ῥύμη· οὕτω καὶ ἐπὶ τῆς τούτων κοιλίας συμβαίνει· φραττομένης γὰρ αὐτῆς κάτωθεν, ἄνωθεν ἀναβλύζει τὰ πλείονα τῶν πονηρῶν τούτων ῥευμάτων. Ἀλλ' οὐκ ἐπὶ τῶν πενήτων οὕτως ἀλλ' ὥσπερ αἱ τὰ καθαρὰ προχέουσαι ῥεῖθρα πηγαὶ, καὶ κήπους ἄρδουσαι καὶ παραδείσους, οὕτω καὶ αἱ τούτων γαστέρες εἰσὶ καθαραὶ τῶν τοιούτων περιττευμάτων. Ἀλλ' οὐχ αἱ τῶν πλουτούντων, μᾶλλον δὲ τρυφώντων, τοιαῦται, ἀλλὰ χυμῶν, φλεγμάτων, χολῆς, αἵματος διεφθορότος, ῥεύματος σεσηπότος, καὶ τῶν ἄλλων τῶν τοιούτων εἰσὶ πεπληρωμέναι. Διόπερ οὐδεὶς κἂν πρὸς βραχὺν ἀρκέσει χρόνον διαπαντὸς ἐν τρυφῇ ζῶν, ἀλλ' ἐν ἀῤῥωστίαις βιώσεται διηνεκέσι. Διὸ καὶ ἡδέως ἂν ἠρόμην αὐτοὺς, τίνος ἕνεκεν τὰ σιτία δέδοται· ἵνα φθειρώμεθα, ἢ ἵνα τρεφώμεθα; ἵνα νοσῶμεν, ἢ ἵνα ὑγιαίνωμεν; ἵνα ἀσθενῶμεν, ἢ ἵνα ἰσχύωμεν; Εὔδηλον ὅτι διὰ τροφὴν καὶ ὑγείαν καὶ ἰσχύν. Τίνος οὖν ἕνεκεν εἰς τοὐναντίον αὐτοῖς ἀποκέχρησθε, νόσον καὶ ἀσθένειαν διὰ τούτων δημιουργοῦντες τῷ σώματι; Ἀλλ' οὐχ ὁ πένης, ἀλλ' ὑγείαν καὶ εὐρωστίαν καὶ ἰσχὺν διὰ τῆς λιτῆς ὠνεῖται τροφῆς. Μὴ δὴ κλαῖε διὰ πενίαν τὴν ὑγείας μητέρα, ἀλλὰ καὶ ἀγάλλου· καὶ, εἰ βούλει πλουτεῖν, καταφρόνει πλούτου. Οὐ γὰρ τὸ χρήματα ἔχειν, ἀλλὰ τὸ μὴ δεῖσθαι τοῦ ἔχειν, τοῦτο μάλιστα εὐπορία. Ἂν τοῦτο κατορθώσωμεν, καὶ ἐνταῦθα τῶν πλουτούντων πάντων εὐπορώτεροι ἐσόμεθα, καὶ ἐκεῖ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.