Ancient Greek · ~21 min
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 1.1-2
Not analysed yet
Οἱ πλείους τῶν ἀνθρώπων ἅπαντα πράττουσι καὶ μηχανῶνται, ὥστε καὶ παρὰ ἄρχουσι καὶ παρὰ τοῖς αὐτῶν μείζοσι χάριν τινὰ σχεῖν· καὶ μέγα τίθενται τοῦτο, καὶ μακαρίους ἑαυτοὺς εἶναι νομίζουσιν, ἐὰν ἐπιτύχωσι τοῦ σπουδαζομένου. Εἰ δὲ τὸ παρὰ ἀνθρώποις χάριτος τυχεῖν τοσοῦτον μέγα, τὸ παρὰ Θεοῦ χάριν εὑρεῖν, πόσον ἂν γένοιτο; Διὰ τοῦτο ἀεὶ τοῦτο προτίθησι τῆς αὐτοῦ ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχεται, εἰδὼς ὅτι ἂν τοῦτο ᾖ, οὐδὲν ἔσται λοιπὸν τῶν ἀνιαρῶν, ἀλλ' ὅσα ἂν ᾖ δυσχερῆ, πάντα λυθήσεται. Καὶ ἵνα μάθητε, ὁ Ἰωσὴφ δοῦλος ἦν, νέος, ἄπειρος, ἄπλαστος, καὶ ἐνεχειρίσθη ἀθρόον οἰκίας προστασίαν, καὶ ἀνδρὶ Αἰγυπτίῳ παρεῖχεν εὐθύνας. Ἴστε δέ πως ἀκρόχολον ἐκεῖνο τὸ ἔθνος καὶ ἀσύγγνωστον· ὅταν δὲ καὶ ἀρχὴ προσῇ καὶ ἐξουσία, μείζων ὁ θυμὸς ὑπὸ τῆς ἐξουσίας αἰρόμενος. Δῆλον δὲ τοῦτο καὶ ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Τῆς γὰρ δεσποίνης κατηγορούσης, ἠνείχετο· καίτοι γε οὐ τῶν τὰ ἱμάτια κατεχόντων ἦν τὸ βιάζεσθαι, ἀλλὰ τοῦ ἀποδεδυμένου. Ἐχρῆν γὰρ εἰπεῖν, ὅτι εἰ ἦρες τὴν φωνήν σου, ἔφυγεν ἂν, καὶ εἰ συνῄδει ἑαυτῷ, οὐκ ἂν περιέμεινε τοῦ δεσπότου τὴν παρουσίαν. Ἀλλ' ὅμως οὐδὲν τοιοῦτον ἐνενόησεν ἐκεῖνος, ἀλλ' ἀλόγως τῷ θυμῷ τὸ πᾶν ἐπιτρέψας, εἰς δεσμωτήριον ἐνέβαλεν· οὕτως ἀλόγιστός τις ἦν. Καίτοι γε ἐνῆν καὶ ἀπὸ τῶν ἄλλων στοχάσασθαι τοῦ ἀνδρὸς τὴν εὔνοιαν, τὴν σύνεσιν· ἀλλ' ὅμως ἐπειδὴ σφόδρα ἄλογος ἦν, οὐδὲν τοιοῦτον ἐλογίσατο. Ὁ τοίνυν καὶ πρὸς δεσπότην ἔχων τοιοῦτον μοχθηρὸν καὶ διακονίαν ἐμπεπιστευμένος οἰκίας ὁλοκλήρου, καὶ ξένος καὶ ἔρημος καὶ ἄπειρος, ἐπειδὴ ὁ Θεὸς αὐτοῦ κατεσκέδασε χάριν πολλὴν, ὡς οὐδὲν ὄντας τοὺς πειρασμοὺς, οὕτω πάντα παρῆλθε, καὶ δεσποίνης συκοφαντίαν, καὶ κίνδυνον θανάτου, καὶ δεσμωτήριον, καὶ τελευταῖον ἐπὶ τὸν θρόνον ἦλθε τὸν βασιλικόν. Εἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις· καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται. Καὶ ἕτερον δέ τι κατασκευάζει· βουλόμενος γὰρ αὐτὸς πρὸς τὰ μέλλοντα τῆς ἐπιστολῆς εὐγνώμονας καταστῆσαι· ἵνα, κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα, κἂν θλῖψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος, ἀφ' ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων, ἐν τοῖς ἐλάττοσι μὴ ἀπογινώσκωσιν, ἀλλ' ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν· καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν. Ὅρα ταπεινοφροσύνης ὑπερβολήν· εἰπὼν, Εὐχαριστεῖν ὀφείλομεν, δίδωσιν αὐτοῖς συλλογίζεσθαι καὶ ἐννοεῖν, ὅτι εἰ ἄλλοι ὑπὲρ τῶν ὑμετέρων κατορθωμάτων οὐχ ὑμᾶς πρῶτον θαυμάζουσιν, ἀλλὰ τὸν Θεὸν, πολλῷ μᾶλλον καὶ ἡμᾶς. Ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ δακρύων ἄξια οὐδὲ θρήνων, ἀλλ' εὐχαριστίας τῆς εἰς τὸν Θεόν. Εἰ δὲ Παῦλος εὐχαριστεῖ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, τί πείσονται οἱ μὴ μόνον μὴ εὐχαριστοῦντες, ἀλλὰ καὶ τηκόμενοι; Ὅτι ὑπεραυξάνει ἡ πίστις ἡμῶν, καὶ πλεονάζει ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; Πῶς; ὅταν ὑπὲρ αὐτῆς πάσχωμέν τι δεινόν. Μέγα μὲν οὖν καὶ τὸ ἐστηρίχθαι, καὶ ὑπὸ τῶν λογισμῶν μὴ παραφέρεσθαι· ὅταν δὲ καὶ ἄνεμοι προσαράσσωσιν, ὅταν ὑετοὶ καταῤῥηγνύωνται, ὅταν αἴρηται πάντοθεν χαλεπὸς ὁ χειμὼν, ὅταν ἐπάλληλα τὰ κύματα ᾖ, εἶτα μὴ παρασαλευώμεθα, οὐδενὸς ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ' ἢ τοῦ αὐξηθῆναι, καὶ ὑπεραυξηθῆναι, καὶ ὑψηλοτέραν γενέσθαι. Καθάπερ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ πάντα μὲν τὰ λιθώδη καὶ ταπεινὰ ἀπεκρύβη ταχέως, ὅσα δὲ ἦν ὑπεράνω, οὐκ ἐφικνεῖτο αὐτῶν· οὕτω καὶ ἡ πίστις ὑψηλὴ γενομένη, οὐκέτι κατασπᾶται. Διὰ τοῦτο οὐκ εἶπεν, αὐξάνει, ἀλλ', Ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Ὁρᾷς ὅτι καὶ τοῦτο πρὸς τὰς θλίψεις συμβάλλεται, τὸ συμπεφράχθαι, τὸ ἀλλήλων ἔχεσθαι; Ἀπὸ τούτου καὶ παράκλησις ἐγίνετο πολλή. Τὴν μὲν οὖν ἀσθενῆ καὶ ἀγάπην καὶ πίστιν θλίψεις παρασαλεύουσι, τὴν δὲ ἰσχυρὰν ἰσχυροτέραν ποιοῦσιν. Ἡ μὲν γὰρ ἐν ὀδύνῃ ψυχὴ, ὅταν ἀσθενὴς ᾖ, οὐδὲν ἂν πρόσθοιτο, ἡ δὲ ἰσχυρὰ καὶ τότε μάλιστα. Καὶ ὅρα ἀγάπην· οὐ τὸν μὲν ἠγάπων, τὸν δὲ οὒ, ἀλλ' ἴση ἦν παρὰ πάντων· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· ὅτι ἰσόῤῥοπός τίς ἐστιν, ὥσπερ ἑνὸς σώματος. Ἐπεὶ καὶ νῦν εὑρίσκομεν ἀγάπην οὖσαν παρὰ πολλοῖς, ἀλλὰ ταύτην τὴν ἀγάπην διαστάσεως αἰτίαν γινομένην. Ὅταν γὰρ κατὰ δύο καὶ τρεῖς ὦμεν συνημμένοι, καὶ οἱ μὲν δύο πρὸς ἀλλήλους σφόδρα ὦσι συνδεδεμένοι, ἢ τρεῖς ἢ τέσσαρες, τῶν δὲ λοιπῶν ἑαυτοὺς ἀφέλκωσι, τῷ πρὸς ἐκείνους ἔχειν καταφυγεῖν καὶ ἐκείνοις πάντα θαῤῥεῖν, τοῦτο διάστασις ἀγάπης ἐστὶν, οὐκ ἀγάπη. Εἰπὲ γάρ μοι· εἰ ὁ ὀφθαλμὸς τὴν πρόνοιαν, ἣν ὑπὲρ τοῦ παντὸς σώματος ἔχει, εἰς τὴν χεῖρα περιστήσειε, καὶ τῶν ἄλλων ἑαυτὸν ἀποστρέψας μελῶν, ἐκείνῃ μόνῃ προσέχοι, οὐχὶ τῷ παντὶ λυμαίνεται; Εἰκότως. Οὕτω καὶ ἡμεῖς ἂν τὴν ἀγάπην τὴν εἰς πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ὀφείλουσαν ἐκτείνεσθαι, εἰς ἕνα καὶ δεύτερον περιστείλωμεν, καὶ ἡμῖν αὐτοῖς κἀκείνοις καὶ τῷ παντὶ λυμαινόμεθα. Ταῦτα γὰρ οὐκ ἀγάπης ἐστὶν, ἀλλὰ διαστάσεως σχίσματα, καὶ ῥήγματα διεσπασμένα. Ἐπεὶ κἂν ἀπὸ τοῦ παντὸς ἀνθρώπου ἀποσπάσας λάβω μέρος, αὐτὸ μὲν οὖν τὸ σχίσμα ἑαυτῷ ἥνωται, καὶ ἔστι συνεχὲς καὶ συγκεκολλημένον· πλὴν καὶ οὕτω σχίσμα ἐστὶν, ἐπειδὴ τῷ λοιπῷ οὐχ ἥνωται σώματι.