Ancient Greek
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 2.1-2
Not analysed yet
Τί γὰρ ὄφελος, ὅτι τὸν δεῖνα φιλεῖς σφοδρῶς; Ἀνθρωπίνη ἐστὶν ἡ ἀγάπη· εἰ δὲ οὐκ ἔστιν ἀνθρωπίνη, ἀλλὰ διὰ τὸν Θεὸν φιλεῖς, πάντας φίλει· ὁ γὰρ Θεὸς οὕτως ἐπέταξε καὶ τοὺς ἐχθροὺς φιλεῖν. Εἰ δὲ τοὺς ἐχθροὺς ἐπέταξε φιλεῖν, πόσῳ μᾶλλον τοὺς οὐδὲν λελυπηκότας; Ἀλλὰ φιλῶ, φησίν. Ἀλλ' οὐχ οὕτω· μᾶλλον δὲ οὐδὲ φιλεῖς· ὅταν γὰρ κακηγορῇς, ὅταν φθονῇς, ὅταν ἐπιβουλεύῃς, πῶς φιλεῖς; Ἀλλ' οὐδὲν τούτων ποιῶ, φησίν. Ἀλλ' ὅταν ἀκούοντος κακῶς, μὴ ἐμφράττῃς τὸ στόμα τοῦ λέγοντος, μὴ ἀπιστῇς τοῖς λεγομένοις; μὴ καταστέλλῃς, ποίας ταῦτα φιλίας τεκμήριον; Καὶ πλεονάζει, φησὶν, ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Ἐν γοῦν τῇ προτέρᾳ ἐπιστολῇ τὰς Ἐκκλησίας φησὶν ἁπάσας τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐξηχεῖσθαι μαθούσας τὰ κατὰ τὴν πίστιν αὐτῶν· Ὥστε, φησὶ, μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ὑμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· ἐνταῦθα δέ φησιν, Ὥστε ὑμᾶς καυχᾶσθαι. Τί δήποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἐκεῖ φησιν, ὅτι οὐ δέονται διδασκαλίας τῆς παρ' ὑμῶν· ἐνταῦθα δὲ οὐκ εἶπεν, ὅτι διδάσκομεν αὐτοὺς, ἀλλὰ, καυχώμεθα καὶ σεμνυνόμεθα. Εἰ τοίνυν ἡμεῖς ἐφ' ὑμῖν καὶ εὐχαριστοῦμεν τῷ Θεῷ, καὶ καυχώμεθα παρὰ ἀνθρώποις, πολλῷ μᾶλλον ὑμᾶς ἐπὶ τοῖς ἡμετέροις χρὴ καλοῖς τοῦτο ποιεῖν. Εἰ γὰρ ἑτέροις καυχήματός ἐστιν ἄξια τὰ κατορθώματα ὑμῶν, πῶς ἡμῖν θρήνων; Οὐκ ἔστιν εἰπεῖν· Ὥστε ἡμᾶς αὐτοὺς, φησὶν, ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως. Ἐνταῦθα δείκνυσι καὶ πολὺν παρελθόντα χρόνον· ἡ γὰρ ὑπομονὴ ἀπὸ χρόνου φαίνεται πολλοῦ, οὐκ ἐν δύο καὶ τρισὶν ἡμέραις. Οὐχ ἁπλῶς δέ φησιν ὑπομονήν. Μάλιστα μὲν οὖν καὶ τὸ τῶν ἐπηγγελμένων ἀγαθῶν μὴ ἤδη ἀπολαύειν, ὑπομονῆς ἐστι· νῦν δὲ καὶ μείζονα λέγει ὑπομονήν. Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν διωγμῶν. Ὅτι δὲ ταύτην αἰνίττεται, δῆλον ἐξ ὧν ἐπάγει καὶ λέγει· Ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε. Πολεμίοις γὰρ συνέζων διηνεκῶς πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στεῤῥὰν καὶ ἀκίνητον τὴν ὑπομονὴν ἐπεδείκνυντο. Αἰσχυνέσθωσαν ὅσοι διὰ προστασίαν ἀνθρώπων εἰς δόγματα μεθίστανται. Ἔτι γὰρ ἀρχῆς οὔσης τοῦ κηρύγματος, ἄνθρωποι πένητες καὶ ἀπὸ τῆς καθημερινῆς ζῶντες ἐργασίας πρὸς ἄνδρας πολιτευομένους καὶ πρώτους τῆς πόλεως ἔχθρας ἀνεδέχοντο, οὔτε βασιλέως, οὔτε ἄρχοντος ὄντος που πιστοῦ, καὶ πόλεμον ἀκήρυκτον ὑφίσταντο, καὶ οὐδὲ οὕτως ἐξίσταντο. Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ὅρα πῶς αὐτοῖς συνάγει τὴν παραμυθίαν. Εἶπεν, ὅτι Εὐχαριστοῦμεν τῷ Θεῷ, εἶπεν, ὅτι Καυχώμεθα παρὰ ἀνθρώποις. Καλὰ μὲν οὖν καὶ ταῦτα· ἀλλ' ὃ μάλιστα ζητεῖ ὁ ὀδυνώμενος, τοῦτό ἐστιν, ἀπαλλαγὴν τῶν κακῶν, καὶ τιμωρίαν τῶν κακῶς αὐτοὺς διατιθέντων. Ὅταν γὰρ ἀσθενὴς ᾖ ἡ ψυχὴ, ταῦτα μάλιστα ἐπιζητεῖ· ἡ γὰρ φιλόσοφος, οὐδὲ τοῦτο. Τί οὖν ἐστιν ὅ φησιν, Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ; Ἤδη τὴν ἀνταπόδοσιν ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡς ἂν εἰ ἔλεγεν· ἵν', ὅταν ὑμᾶς μὲν στεφανοῖ, ἐκείνους δὲ κολάζῃ, δεικνύηται τὸ δίκαιον τοῦ Θεοῦ. Ἅμα αὐτοὺς καὶ παραμυθεῖται, δεικνὺς ὅτι ἀπὸ τῶν οἰκείων πόνων καὶ τῶν ἱδρώτων καὶ κατὰ τὸν τῆς δικαιοσύνης λόγον στεφανοῦνται. Ἀλλὰ πρότερον τίθησι τὸ αὐτῶν. Εἰ γὰρ καὶ σφόδρα ἐπιθυμεῖ τις τὴν ἐκδικίαν, ἀλλὰ πρότερον τῶν ἐπάθλων ὀρέγεται. Διὰ τοῦτο καὶ ἐπάγει λέγων· Εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε. Οὐκ ἄρα οὖν ἀπὸ τοῦ δυνατωτέρους εἶναι τοὺς ἀδικοῦντας τοῦτο γίνεται, ἀλλ' ἀπὸ τοῦ δεῖν οὕτως εἰς τὴν βασιλείαν εἰσιέναι. Διὰ πολλῶν γὰρ θλίψεων, φησὶ, δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ. Τὸ, εἴπερ, ἐνταῦθα ἀντὶ τοῦ, ἐπεὶ, κεῖται· ὅπερ ἐπὶ τῶν σφόδρα ὁμολογουμένων καὶ ἡμεῖς τίθεμεν καὶ ἀναντιῤῥήτων· ἀντὶ τοῦ, σφόδρα δίκαιον. Εἰ δίκαιόν ἐστι, φησὶ, παρὰ Θεῷ τούτους ἀμύνασθαι, πάντως ἀμυνεῖται· ὡς ἂν εἰ ἔλεγεν· εἰ μέλει τῷ Θεῷ τῶν πραγμάτων, εἰ φροντίζει ὁ Θεός. Οὕτω καὶ αὐτὸς τίθησι τὸ εἴπερ τοῦτο, ὡς ἐπὶ ὡμολογημένων· ὡς εἰ ἔλεγέ τις· εἰ μισεῖ τοὺς πονηροὺς ὁ Θεός· διὰ τοῦτο λέγων οὕτως, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν, ὅτι μισεῖ· μάλιστα γὰρ αἱ τοιαῦται ψῆφοι ἀναμφίλεκτοί εἰσιν· ὡς καὶ αὐτῶν ἐκείνων εἰδότων, ὅτι δίκαιόν ἐστιν. Εἰ γὰρ παρὰ ἀνθρώποις τοῦτο δίκαιον, πολλῷ μᾶλλον παρὰ τῷ Θεῷ. Ἀνταποδοῦναι, φησὶ, τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις μεθ' ἡμῶν ἄνεσιν.