Ancient Greek · ~16 min
Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 1.1-3
Not analysed yet
Εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ τὰς ἐλπίδας τὰς χρηστὰς οὐκ ἐν τῷ τῶν ἁμαρτημάτων ἀπέχεσθαι ἔχουσιν, ἀλλ' ἐν τῷ νομίζειν τὴν γέενναν μὴ σφοδρὰν εἶναι, καθὼς λέγεται, ἀλλ' ἡμερωτέραν τῆς ἠπειλημένης, καὶ πρόσκαιρον, οὐκ αἰώνιον, καὶ πολλὰ περὶ τούτου φιλοσοφοῦσιν. Ἐγὼ μὲν οὖν οὐ μόνον ὅτι τῆς ἠπειλημένης οὐκ ἔστιν ἡμερωτέρα, ἀλλ' ὅτι καὶ σφοδροτέρα πολλῷ, πολλαχόθεν ἔχω παραστῆσαι, καὶ ἐξ αὐτῶν συλλογίσασθαι τῶν περὶ γεέννης ῥημάτων. Πλὴν ἀλλ' οὐδένα περὶ τούτων κινῶ λόγον νῦν· ἀρκεῖ γὰρ ὁ καὶ ἀπὸ ψιλῶν ῥημάτων φόβος, κἂν μὴ τὸν νοῦν αὐτῶν ἀναπτύξωμεν. Ὅτι δὲ οὐκ ἔστι πρόσκαιρος, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων ἐν τῷ Εὐαγγελίῳ, ὅτι δίκην τίσουσιν, ὄλεθρον αἰώνιον. Τὸ αἰώνιον οὖν πῶς πρόσκαιρον; Ἀπὸ προσώπου, φησὶ, τοῦ Κυρίου. Τί ἐστι τοῦτο; Τί εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν; Ἐπειδὴ γὰρ μέγα ἐφύσων τότε πλουτοῦντες, οὐ δεῖ, φησὶν, πολλῆς ἐργωδίας, ἀλλ' ἀρκεῖ παραγενέσθαι μόνον καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται. Ἡ παρουσία αὐτοῦ τοῖς μὲν φῶς ἔσται, τοῖς δὲ τιμωρία. Καὶ ἀπὸ τῆς δόξης, φησὶ, τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. Τί λέγεις; Θεὸς ἐνδοξάζεται; Ναὶ, Ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Πῶς; Ὅταν γὰρ ἴδωσιν οἱ μέγα φυσῶντες τοὺς μαστιζομένους ὑπ' αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους, τούτους ἐγγὺς ὄντας αὐτοῦ, δόξα αὐτοῦ γίνεται· μᾶλλον δὲ τοῦτο δόξα ἐστὶ καὶ αὐτῶν καὶ αὐτοῦ· αὐτοῦ μὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν, ἀλλὰ λαμπροὺς ἀπέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατηξιώθησαν τιμῆς. Ὥσπερ γὰρ πλοῦτος αὐτοῦ ἐστι τὸ εἶναι πιστοὺς, οὕτω καὶ δόξα αὐτοῦ ἐστι τὸ εἶναι τοὺς μέλλοντας ἀπολαύειν αὐτοῦ τῶν ἀγαθῶν. Δόξα ἐστὶ τοῦ ἀγαθοῦ τὸ ἔχειν οἷς τῆς εὐεργεσίας μεταδῷ. Καὶ θαυμασθῆναι, φησὶν, ἐν πᾶσι τοῖς πιστεύσασι. Τουτέστι, διὰ τῶν πιστευσάντων. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστί. Δι' ἐκείνων γὰρ θαυμαστὸς ἀποδείκνυται. Ὅταν γὰρ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ, καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα, δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε, ὅτι εἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ' ὅμως ἐκεῖ πολλῆς ἀπολαύουσι δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἡ ἰσχύς. Καὶ πῶς, ἄκουε· ἐπάγει γὰρ, Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ' ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν. Τουτέστιν, ὅταν παράγωνται εἰς μέσον οἱ μυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόντες, ἀλλὰ πιστοὶ μείναντες, δοξάζεται ὁ Θεός· τότε δείκνυται καὶ τούτων ἡ δόξα. Ἐπεὶ τοίνυν πολλοὶ τὴν πίστιν ὑποκρίνονται, μὴ μακάριζε μηδένα πρὸ τελευτῆς· καὶ γὰρ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαντες. Εἰς ὃ καὶ προσευχόμεθα, φησὶ, πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ἵνα ἀξιώσῃ, φησὶν, ὑμᾶς τῆς κλήσεως, δεικνὺς ὅτι πολλοὶ καὶ ἀπεβλήθησαν. Διὰ τοῦτο ἐπήγαγε, Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης. Ἐπεὶ καὶ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἐνδεδυμένος ἐκλήθη, ἀλλ' οὐκ ἔμεινεν ἐν τῇ κλήσει· διὰ τοῦτο καὶ μᾶλλον γέγονεν ἀπόβλητος τῆς κλήσεως τῆς εἰς τὸν νυμφῶνα. Ἐπεὶ καὶ αἱ πέντε παρθένοι ἐκλήθησαν· ἐγείρεσθε, φησὶν, ὁ νυμφίος ἔρχεται· καὶ παρεσκευάσαντο, ἀλλ' οὐκ εἰσῆλθον. Δηλῶν οὖν ποίαν κλῆσιν, ἐπήγαγε· Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ταύτην ζητοῦμεν τὴν κλῆσιν, φησίν. Ὅρα πῶς ἠρέμα αὐτοὺς καταστέλλει. Ἵνα γὰρ μὴ τῇ τῶν ἐγκωμίων ὑπερβολῇ χαυνωθῶσιν, ὡς μεγάλα κατωρθωκότες, καὶ ῥᾴθυμοι γένωνται, δείκνυσιν ὅτι ἔτι αὐτοῖς λείπει, ἕως ἂν ὦσιν ἐν τῷ βίῳ τούτῳ· ὅπερ καὶ Ἑβραίοις γράφων ἔλεγεν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Εἰς πᾶσαν, φησὶν, εὐδοκίαν· τουτέστιν, ἀρέσκειαν, πεῖσμα, πληροφορίαν· ὡσεὶ ἔλεγεν, ἵνα τὸ πεῖσμα τοῦ Θεοῦ γένηται, ἵνα μηδὲν ὑμῖν λείπῃ, ἵνα ὡς βούλεται οὕτως ἦτε. Καὶ ἔργον, φησὶ, πίστεως ἐν δυνάμει. Τί ἐστι τοῦτο; Ἡ ὑπομονὴ τῶν διωγμῶν, ἵνα μὴ ἐκλυώμεθα, φησίν. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.