Ancient Greek · ~23 min
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 4.1
Not analysed yet
Τοιαῦτα γὰρ τὰ ὠφελοῦντα πάντα· καὶ μὴ θαυμάσῃς· καὶ γὰρ φάρμακα καὶ σιτία πρότερον λυποῦντα τὸν ἀσθενοῦντα, τότε τὴν ὠφέλειαν ἐπάγει. Εἰ δὲ ῥημάτων οὐκ ἀνεχόμεθα βαρύτητος, εὔδηλον, ὅτι τῆς διὰ τῶν πραγμάτων θλίψεως οὐκ ἀνεξόμεθα· εἰ τῶν περὶ γεέννης οὐδεὶς ἀνέχεται λόγων, εὔδηλον ὅτι, εἰ διωγμὸς κατέλαβε, πρὸς πῦρ, πρὸς σίδηρον οὐδεὶς ἂν ἔστη ποτέ. Γυμνάσωμεν τὴν ἀκοὴν ἡμῶν μὴ μαλακίζεσθαι· ἀπὸ τούτου γὰρ καὶ ἐπὶ τὰ πράγματα ἥξομεν. Ἂν ἐθισθῶμεν ἀκούειν φοβερὰ, ἐθισθησόμεθα καὶ ὑπομένειν φοβερά· ἂν δὲ οὕτως ὦμεν διαλελυμένοι, ὡς μηδὲ ῥήματα φέρειν, πότε πρὸς τὰ πράγματα στησόμεθα; Ὁρᾷς πῶς καταφρονεῖ τῶν ἐνταῦθα πάντων, καὶ τῶν ἐπαλλήλων κινδύνων ὁ μακάριος Παῦλος; Διὰ τί; Ὅτι μεμελετήκει καὶ γεέννης καταφρονεῖν ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων. Ἐκεῖνος οὐδὲ τὴν πεῖραν τῆς γεέννης ἡγεῖτό τι εἶναι διὰ τὸν τοῦ Χριστοῦ πόθον· ἡμεῖς ὑπὲρ τῶν ἡμῖν συμφερόντων οὐδὲ τῶν περὶ αὐτῆς λόγων ἀνεχόμεθα. Νῦν μὲν οὖν ὀλίγα ἀκούσαντες ἀπέρχεσθε· δέομαι δὲ ὑμῶν, εἴ τίς ἐστιν ἐν ὑμῖν ἀγάπη, διαπαντὸς τοὺς περὶ τούτων στρέφειν λόγους. Οὐδὲν βλάψαι δυνήσονται, κἂν μὴ ὠφελήσωσι· πάντως δὲ καὶ ὠφελήσουσι· πρὸς γὰρ τὰς διαλέξεις καὶ ἡ ψυχὴ ποιοῦται. Φθείρουσι, φησὶν, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Οὐκοῦν ὠφελοῦσιν ὁμιλίαι ἀγαθαί· οὐκοῦν καὶ σωφρονίζουσιν ὁμιλίαι φοβεραί. Ὥσπερ γὰρ κηρός τίς ἐστιν ἡ ψυχή· ἂν μὲν γὰρ ψυχρὰς ἐπαγάγῃς ὁμιλίας, ἐπώρωσας αὐτὴν καὶ ἐσκλήρυνας· ἂν δὲ πεπυρωμένας, ἐμάλαξας· μαλάξας δὲ, τυποῖς πρὸς ὅπερ ἂν θέλῃς, καὶ τὴν εἰκόνα τὴν βασιλικὴν ἐγχαράττεις. Ἀποφράττωμεν τοίνυν ἡμῶν τὰς ἀκοὰς πρὸς τὰς ὁμιλίας τὰς εἰκῆ· οὐκ ἔστι μικρὸν τὸ κακόν· ἀπὸ τούτου γίνεται πάντα τὰ κακά. Εἰ μεμελετήκει ἡμῶν ἡ διάνοια προσέχειν θείοις λόγοις, οὐκ ἂν προσέσχεν ἑτέροις· οὐ προσέχουσα δὲ ἑτέροις, οὐκ ἂν οὐδὲ τὰ πράγματα μετῆλθε τὰ πονηρά. Ὁδὸς γὰρ ἐπὶ τὰ ἔργα λόγος ἐστί· πρῶτον ἐννοοῦμεν, εἶτα φθεγγόμεθα, εἶτα πράττομεν. Πολλοὶ πολλάκις καὶ σωφρονοῦντες, ἀπὸ ῥημάτων αἰσχρῶν ἐπὶ πράξεις ἦλθον αἰσχράς. Οὐ γάρ ἐστιν ἡμῶν ἡ ψυχὴ οὔτε ἀγαθὴ φύσει οὔτε κακὴ, ἀλλὰ προαιρέσει καὶ τοῦτο κἀκεῖνο γίνεται. Ὥσπερ οὖν τὸ ἱστίον, ὅπουπερ ἂν πνεύσῃ ὁ ἄνεμος, μεταφέρει τὸ πλοῖον· μᾶλλον δὲ ὥσπερ ὁ οἴαξ μεταφέρει τὸ πλοῖον, ἂν ἐξ οὐρίων ὁ ἄνεμος ᾖ· οὕτω καὶ ὁ λογισμὸς, ἂν ἐξ οὐρίων τὰ ῥήματα φέρηται τὰ καλὰ, πλεύσεται ἀκινδύνως· ἂν δὲ ἐναντία, πολλάκις καὶ καταδύσει τὸν λογισμόν. Ὅπερ γάρ ἐστι τοῖς πλοίοις τὰ πνεύματα, τοῦτο ταῖς ψυχαῖς οἱ λόγοι· ὅπουπερ ἂν θέλῃς, μετάγεις αὐτὴν καὶ μετατρέπεις. Διὰ τοῦτο παραινῶν τίς φησι· Πᾶσα διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Διὸ παρακαλῶ, ἀπὸ τῆς τίτθης τὰ παιδία λαμβάνοντες, μὴ μύθοις γραϊκοῖς αὐτὰ ἐθίζωμεν, ἀλλ' ἐκ πρώτης ἡλικίας μανθανέτω, ὅτι κρίσις ἐστίν· ὅτι κόλασις, ἐμπηγνύσθω αὐτῶν τῇ διανοίᾳ· οὗτος ὁ φόβος συῤῥιζωθεὶς, μεγάλα ἐργάζεται ἀγαθά. Ψυχὴ γὰρ μαθοῦσα ἐκ πρώτης ἡλικίας τῇ προσδοκίᾳ ταύτῃ κατασείεσθαι, οὐ ταχέως ἀποσείσεται τοῦτο τὸ δέος· ἀλλ' ὥσπερ τις ἵππος εὐήνιος, ἐπικαθήμενον ἔχουσα τὸν τῆς γεέννης λογισμὸν, εὔτακτα βαδίζουσα, καὶ φθέγξεται καὶ ἐρεῖ χρήσιμα· καὶ οὔτε νεότης, οὔτε πλοῦτος, οὔτε ὀρφανία, οὔτε ἄλλο οὐδὲν αὐτὴν βλάψαι δυνήσεται, οὕτω στεῤῥὸν ἔχουσα τὸν λογισμὸν, καὶ πρὸς πάντα ἀντέχειν δυνάμενον. Τούτοις τοῖς λόγοις καὶ ἡμᾶς αὑτοὺς ῥυθμίζωμεν, καὶ γυναῖκας καὶ δούλους καὶ τέκνα καὶ φίλους, εἰ δυνατὸν, καὶ ἐχθρούς. Δυνάμεθα γὰρ μετὰ τούτων τῶν λόγων τὰ πολλὰ τῶν ἁμαρτημάτων ὑποτεμέσθαι, καὶ βέλτιον ἐν λυπηροῖς ἐνδιατρίβειν, ἢ χρηστοῖς· καὶ δῆλον ἐκεῖθεν. Εἰπὲ γάρ μοι, ἂν ἔλθῃς εἰς οἰκίαν, ἔνθα γάμοι ἐπιτελοῦνται, πρὸς μὲν ὥραν ἥσθης τῇ θέᾳ, ὕστερον δὲ ἀπελθὼν τήκεις σαυτὸν τῇ λύπῃ, ὅτι οὐκ ἔχεις τοσαῦτα. Ἂν δὲ εἰς οἰκίαν πενθούντων εἰσέλθῃς, κἂν σφόδρα πλουτοῦντες ὦσιν, ἀπελθὼν ἀναπαύσῃ μᾶλλον· οὐ γὰρ δὴ φθόνον ἐδέξω ἐκεῖθεν, ἀλλὰ παράκλησιν καὶ παραμυθίαν ἐπὶ τῇ σῇ πενίᾳ. Εἶδες διὰ τῶν πραγμάτων, ὡς οὐδὲν ὁ πλοῦτος ἀγαθὸν, οὐδὲν ἡ πενία κακὸν, ἀλλ' ἀδιάφορά ἐστι πράγματα. Οὕτω καὶ νῦν ἂν περὶ τρυφῆς διαλέγῃ, μᾶλλον κόπτεις τὴν ψυχὴν οὐκ ἔχουσαν ἴσως τρυφᾷν· ὅταν δὲ κατὰ τρυφῆς, καὶ τοὺς τῆς γεέννης ἐμβάλῃς ἐν μέσῳ λόγους, εὐφραίνει σε τὸ πρᾶγμα, καὶ πολλὴν τέξεται τὴν ἡδονήν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἡ τρυφὴ οὐδὲν ἡμῖν πρὸς τὸ πῦρ ἐκεῖνο δυνήσεται ἀμῦναι, οὐκ ἐπιζητήσεις αὐτήν· ἂν δὲ λογίσῃ, ὅτι καὶ μᾶλλον αὐτὸ ἀνάπτειν εἴωθεν, οὐ μόνον οὐκ ἐπιζητήσεις, ἀλλὰ καὶ ἀποστραφήσῃ καὶ ἀποκρούσῃ. Μὴ δὴ φεύγωμεν τοὺς περὶ γεέννης λόγους, ἵνα φύγωμεν τὴν γέενναν· μὴ φεύγωμεν τὴν τῆς κολάσεως μνήμην, ἵνα μὴ κολασθῶμεν. Εἰ ὁ πλούσιος ἐκεῖνος τὸ πῦρ ἐνενόει ἐκεῖνο, οὐκ ἂν ἥμαρτεν· ἐπειδὴ δὲ οὐδέποτε αὐτοῦ ἐμνήσθη, διὰ τοῦτο αὐτῷ περιέπεσεν. Εἰπέ μοι, ἄνθρωπε, μέλλων παρίστασθαι τῷ βήματι τοῦ Χριστοῦ πάντα μᾶλλον φθέγγῃ, ἢ περὶ τούτου; Καὶ πρᾶγμα μὲν ἔχων πρὸς δικαστὴν, μέχρι ῥημάτων πολλάκις, οὐ νύκτα, οὐχ ἡμέραν, οὐ καιρὸν, οὐχ ὥραν ἄλλο τι φθέγγῃ, ἀλλὰ διαπαντὸς περὶ ἐκείνου τοῦ πράγματος· μέλλων δὲ ὑπὲρ πάσης τῆς ζωῆς σου λόγον διδόναι, καὶ εὐθύνας ὑποσχεῖν, οὐδὲ ἄλλων σε ἀναμιμνησκόντων ὑπὲρ τῆς δίκης ἀνέχῃ; Τοιγαροῦν διὰ τοῦτο πάντα ἀπόλωλε καὶ διέφθαρται, ὅτι βήματι μὲν ἀνθρωπίνῳ παραστήσεσθαι μέλλοντες περὶ πραγμάτων βιωτικῶν, πάντα κινοῦμεν, πάντας ἀξιοῦμεν, διηνεκῶς περὶ τούτου μεριμνῶμεν, πάντα ὑπὲρ τούτου πράττομεν, εἰς δὲ τὸ βῆμα τοῦ Χριστοῦ μέλλοντες ἥκειν μετ' οὐ πολὺ, οὐδὲν οὔτε δι' ἑαυτῶν, οὔτε δι' ἄλλων πράττομεν, οὐκ ἀξιοῦμεν τὸν δικαστήν. Καίτοι γε πολλὴν ἡμῖν ἐκεῖνος δίδωσι προθεσμίαν, καὶ οὐκ ἀναρπάζει ἡμᾶς ἐν τοῖς μέσοις ἁμαρτήμασιν, ἀλλ' ἀφίησιν ἀποδύσασθαι, καὶ οὐδὲν τῶν εἰς αὐτὸν ἡκόντων παραλιμπάνει ἡ ἀγαθότης ἐκείνη καὶ ἡ φιλανθρωπία. Ἀλλ' οὐδὲν γίνεται πλέον· διὰ τοῦτο μείζων ἡ τιμωρία. Ἀλλὰ μὴ γένοιτο γενέσθαι. Διὸ, παρακαλῶ, κἂν νῦν ἀνανήψωμεν, ἔχωμεν τὴν γέενναν πρὸ ὀφθαλμῶν, ἐννοῶμεν τὰς εὐθύνας ἐκείνας τὰς ἀπαραιτήτους· ἵνα ταῦτα λογιζόμενοι, καὶ τὴν κακίαν φύγωμεν, καὶ τὴν ἀρετὴν αἱρώμεθα, καὶ δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.