Ancient Greek · ~15 min
Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευθύνει ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 2.1-5
Not analysed yet
Ὅρα πῶς ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ προσηνέστερόν πως περὶ τούτων διαλέγεται, ὡς ὅταν λέγῃ, Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον καὶ φιλοτιμεῖσθαι, καὶ οὐδαμοῦ, Παραγγέλλομεν, οὐδὲ, Ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ περισσεύειν φησὶ καὶ φιλοτιμεῖσθαι, ὃ ἦν εἰς ἀρετὴν προτρέποντος. Ἵνα εὐσχημόνως, φησὶ, περιπατῆτε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ', Εἴ τις οὐ θέλει ἐργάζεσθαι. φησὶ, μηδὲ ἐσθιέτω. Εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων, ἀλλ' ἐξουσίαν ἔχων ἀργεῖν, καὶ τηλικοῦτον ἔργον ἀναδεδεγμένος, ὅμως εἰργάζετο, καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ νύκτα καὶ ἡμέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπικουρεῖν, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν. Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοῦτο μὲν ἐνταῦθα· ἐκεῖ δὲ ἐν τῇ προτέρᾳ, Ἵνα εὐσχημόνως, φησὶ, περιπατῆτε πρὸς τοὺς ἔξω. Τίνος ἕνεκεν; Ἴσως οὐδὲν οὐδέπω τοιοῦτον ἦν γεγονός· καὶ γὰρ ἀλλαχοῦ παραινῶν ἔλεγε· Μακάριόν τί ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν. Τὸ δὲ, Εὐσχημόνως περιπατεῖτε, οὐ περὶ ἀταξίας ἐστί· διὸ καὶ ἐπήγαγεν· Ἵνα μηδενὸς χρείαν ἔχητε. Ἐνταῦθα δὲ καὶ ἑτέραν ἀνάγκην τίθησιν, ὥστε τὸ καλὸν ποιεῖν καὶ ἀγαθὸν πρὸς πάντας· προϊὼν γάρ φησι, Μὴ ἐκκακήσητε καλοποιοῦντες. Πάντως γὰρ τὸν ἀργοῦντα, καὶ δυνάμενον ἐργάζεσθαι, ἀνάγκη περίεργον εἶναι. Ἡ δὲ ἐλεημοσύνη ἐκείνοις δέδοται μόνοις, τοῖς οὐκ ἰσχύουσιν ἐκ τῆς τῶν χειρῶν ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς, ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶν ἀπησχολημένοις εἰς τὸν τῆς διδασκαλίας λόγον. Οὐ γὰρ φιμώσεις, φησὶ, βοῦν ἀλοῶντα· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Ὥστε οὐδὲ οὗτος ἀργός ἐστιν, ἀλλ' ἐργασίας, καὶ ἐργασίας μεγάλης λαμβάνει τὸν μισθόν. Τὸ δὲ εὔχεσθαι καὶ νηστεύειν ἀργοῦντα, οὐκ ἔστιν ἔργον χειρῶν· ἐργασίαν γάρ φησιν ἐνταῦθα τὴν διὰ τῶν χειρῶν. Καὶ ἵνα μηδὲν τοιοῦτον ὑποπτεύσῃς, ἐπήγαγε· Μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐπειδὴ σφόδρα καθήψατο, προσηνέστερον βουλόμενος ποιῆσαι τὸν λόγον, ἐπήγαγε· Διὰ τοῦ Κυρίου, πάλιν τὸ ἀξιόπιστον καὶ φοβερὸν ταύτῃ δηλῶν. Ἵνα μεθ' ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Διὰ τί μὴ εἶπεν, Εἰ δὲ μὴ ἀτακτοῦσι, τρεφέσθωσαν παρ' ὑμῶν· ἀλλὰ ἀμφότερα ἀπαιτεῖ, καὶ τὸ ἐν ἡσυχίᾳ εἶναι, καὶ τὸ ἐργάζεσθαι; Ὅτι βούλεται αὐτοὺς ἐργαζομένους τρέφειν ἑαυτούς. Τοῦτο γάρ ἐστι, τὸ, Ἵνα τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι, τουτέστι τὸν ἐξ οἰκείων πόνων, ἀλλὰ μὴ τὸν ἀλλότριον, τὸν ἀπὸ τοῦ προσαιτεῖν ἐκποριζόμενον. Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦντες. Ὅρα πῶς εὐθέως κατεκλάσθη τὰ σπλάγχνα τὰ πατρικά. Οὐκ ἴσχυσε περαιτέρω τὴν ἐπιτίμησιν προαγαγεῖν, ἀλλὰ πάλιν αὐτοὺς ἠλέησε· καὶ ὅρα μεθ' ὅσης συνέσεως. Οὐκ εἶπε, Πλὴν συγγινώσκετε αὐτοῖς, ἕως ἂν διορθώσωνται· ἀλλὰ τί; Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε. Στέλλεσθε μὲν, φησὶν, ἀπ' αὐτῶν καὶ ἐπιτιμᾶτε αὐτοῖς, μὴ μὴν περιίδητε λιμῷ διαφθαρέντας. Τί οὖν, φησὶν, ἂν ἔχων τὴν παρ' ἡμῶν ἀφθονίαν ἐπιμένῃ ἀργῶν; Ἐπὶ τούτου φάρμακον προσηνὲς, φησὶν, εἶπον, ὅτι Στέλλεσθε ἀπ' αὐτοῦ, τουτέστι, μὴ μεταδίδοτε αὐτῷ παῤῥησίας, ἐνδείκνυσθε ὅτι ὀργίζεσθε. Οὐ μικρὸν δὲ τοῦτο. Τοιαύτη γὰρ ἡ πρὸς τὸν ἀδελφὸν γίνεται ἐπιτίμησις, εἴ γε ὄντως διορθώσασθαι βουλόμεθα. Οὐκ ἀγνοοῦμεν τοὺς τρόπους τῆς ἐπιτιμήσεως. Εἰπὲ γάρ μοι, εἰ σαρκικὸν εἶχες ἀδελφὸν, ἆρα ἂν περιεῖδες αὐτὸν λιμῷ τηκόμενον· Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἴσως κἂν ἐῤῥύθμισας αὐτόν. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς. Ὅρα ταπεινοφροσύνην τοῦ Παύλου· οὐκ εἶπεν, Ὁ παρακούων, ἐμοῦ παρακούει· ἀλλ' ἠρέμα αἰνίττεται. Τοῦτον σημειοῦσθε. Ὥστε μὴ λανθάνειν τοῦτο ποιεῖν προτρέπει. Μὴ συναναμίγνυσθε αὐτῷ. Οὐ μικρὰ παίδευσις καὶ αὕτη. Εἶτα πάλιν· Ἵνα ἐντραπῇ, φησίν. Οὕτως οὐκ ἀφίησιν περαιτέρω προελθεῖν. Ὥσπερ γὰρ εἰπὼν, Εἴ τις μὴ ἐργάζεται, μηδὲ ἐσθιέτω, δεδοικὼς μὴ λιμῷ ἀπόλωνται, ἐπήγαγεν, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε· οὕτως εἰπὼν, Στέλλεσθε, καὶ, Μὴ συναναμίγνυσθε αὐτῷ, εἶτα δείσας μὴ τοῦτο αὐτὸ ἐκκόψῃ αὐτὸν τῆς ἀδελφότητος (ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ ταχέως ἀπολεῖται μὴ μεταλαβὼν παῤῥησίας), ἐπήγαγε· Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Διὰ τούτου δείκνυσιν ὅτι μεγάλην ὥρισε κατ' αὐτοῦ τιμωρίαν, τῷ τῆς παῤῥησίας αὐτὸν ἀποστερεῖσθαι.